Legatio sive Supplicatio pro Christianis

Athenagoras

Athenagoras. Athenagorae Philosophi Atheniensis Opera (Corpus apologetarum christianorum saeculi secundi, Volume 7). Otto, Johann Karl Theodor von, editor. Jena: Mauke, 1857.

Ὅτι μὲν οὖν οὐκ ἐσμὲν ἄθεοι· πρὸς ἓν ἕκαστον ἀπαντήσω τῶν ἐγκλημάτων, μὴ καὶ γελοῖον ᾖ τοὺς λέγοντας μὴ ἐλέγχειν· Διαγόρᾳ μὲν γὰρ εἰκότως ἀθεότητα ἐπεκάλουν Ἀθηναῖοι,

v.2.p.20
μὴ μόνον τὸν Ὀρφικὸν εἰς μέσον κατατιθέντι λόγον καὶ τὰ ἐν Ἐλευσῖνι καὶ τὰ τῶν Καβείρων δημεύοντι μυστήρια καὶ τὸ τοῦ Ἡρακλέους ἵνα τὰς γογγύλας ἑψοῖ κατακόπτοντι ξόανον, ἄντικρυς δὲ ἀποφαινομένῳ μηδ᾿ ὅλως εἶναι θεόν. Ἡμῖν δέ, διαιροῦσιν ἀπὸ τῆς ὕλης τὸν θεόν, καὶ δεικνύουσιν ἕτερον μέν τι εἶναι τὴν ὕλην ἄλλο δὲ τὸν θεὸν καὶ τὸ διὰ μέσου πολύ (τὸ μὲν γὰρ θεῖον ἀγένητον εἶναι καὶ ἀΐδιον, νῷ μόνῳ καὶ λόγῳ θεωρούμενον, τὴν δὲ ὕλην γενητὴν καὶ φθαρτήν), μή τι
v.2.p.22
οὐκ ἀλόγως τὸ τῆς ἀθεότητος ἐπικαλοῦσιν ὄνομα; Εἰ μὲν γὰρ ἐφρονοῦμεν ὅμοια τῷ Διαγόρᾳ, τοσαῦτα ἔχοντες πρὸς θεοσέβειαν ἐνέχυρα, τὸ εὔτακτον, τὸ διὰ παντὸς σύμφωνον, τὸ μέγεθος, τὴν χροίαν, τὸ σχῆμα, τὴν διάθεσιν τοῦ κόσμου, εἰκότως ἂν ἡμῖν καὶ ἡ τοῦ μὴ θεοσεβεῖν δόξα καὶ ἡ τοῦ ἐλαύνεσθαι αἰτία προσετρίβετο. Ἐπεὶ δὲ ὁ λόγος ἡμῶν ἕνα θεὸν ἄγει τὸν τοῦδε τοῦ παντὸς ποιητήν, αὐτὸν μὲν οὐ γενόμενον (ὅτι τὸ ὂν οὐ γίνεται ἀλλὰ τὸ μὴ ὄν), πάντα δὲ διὰ τοῦ παρ᾿ αὐτοῦ λόγου πεποιηκότα, ἑκάτερα ἀλόγως πάσχομεν, καὶ κακῶς ἀγορευόμεθα καὶ διωκόμεθα.

Καὶ ποιηταὶ μὲν καὶ φιλόσοφοι οὐκ ἔδοξαν ἄθεοι, ἐπιστήσαντες περὶ θεοῦ. Ὁ μὲν Εὐριπίδης ἐπὶ μὲν τῶν κατὰ κοινὴν πρόληψιν ἀνεπιστημόνως ὀνομαζομένων θεῶν διαπορῶν· Ὤφειλε δ᾿, εἴπερ ἔστ᾿ ἐν οὐρανῷ Ζεύς, μὴ τὸν αὐτὸν δυστυχῆ καθιστάναι.

v.2.p.24
Επὶ δὲ τοῦ κατ᾿ ἐπιστήμην νοητοῦ ὡς ἔχει νοῦς δογματίζων· Ὁρᾷς τὸν ὑψοῦ τόνδ᾿ ἄπειρον αἰθέρα Καὶ γῆν πέριξ ἔχονθ᾿ ὑγραῖς ἐν ἀγκάλαις; Τοῦτον νόμιζε Ζῆνα, τόνδ᾿ ἡγοῦ θεόν. Τῶν μὲν γὰρ οὔτε τὰς οὐσίας, αἷς ἐπικατηγορεῖσθαι τὸ ὄνομα συμβέβηκεν, ὑποκειμένας ἑώρα (Ζῆνα γάρ, ὅστις ἐστὶ Ζεύς, οὐκ
v.2.p.26
οἶδα πλὴν λόγῳ) οὔτε τὰ ὀνόματα καθ᾿ ὑποκειμένων κατηγορεῖσθαι πραγμάτων. (Ὧν γὰρ αἱ οὐσίαι οὐχ ὑπόκεινται, τί πλέον αὐτοῖς τῶν ὀνομάτων;) Τὸν δὲ ἀπὸ τῶν ἔργων, ὄψει τῶν ἀδήλων νοῶν τὰ φαινόμενα ἀέρος, αἰθέρος, γῆς. Οὗ οὖν τὰ ποιήματα καὶ ὑφ᾿ οὗ τῷ πνεύματι ἡνιοχεῖται, τοῦτον κατελαμβάνετο εἶναι θεόν, συνᾴδοντος τούτῳ καὶ Σοφοκλέους· Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, Ὃς οὐρανόν τ᾿ ἔτευξε καὶ γαῖαν μακράν, πρὸς τὴν τοῦ θεοῦ φύσιν τοῦ κάλλους τὰ ἐκείνου πληρουμένην
v.2.p.28
ἑκάτερα, καὶ ποῦ δεῖ εἶναι τὸν θεὸν καὶ ὅτι ἕνα δεῖ εἶναι, διδάσκων.