Καὶ εἰ μέν τις ἡμᾶς ἐλέγχειν ἔχει ἢ μικρὸν ἢ μεῖζον ἀδικοῦντας, κολάζεσθαι οὐ παραιτούμεθα, ἀλλὰ καὶ ἥτις πικροτάτη καὶ ἀνηλεὴς τιμωρία ὑπέχειν ἀξιοῦμεν. Εἰ δὲ μέχρις ὀνόματος ἡ κατηγορία (εἰς γοῦν τὴν σήμερον ἡμέραν ἃ περὶ ἡμῶν λογοποιοῦσιν ἡ κοινὴ καὶ ἄκριτος τῶν ἀνθρώπων φήμη, καὶ οὐδεὶς ἀδικῶν Χριστιανὸς ἐλήλεγκται), ὑμῶν ἤδη ἔργον τῶν μεγίστων καὶ φιλανθρώπων καὶ φιλομαθεστάτων βασιλέων, ἀποσκευάσαι ἡμῶν νόμῳ τὴν ἐπήρειαν, ἵν᾿, ὥσπερ ἡ σύμπασα ταῖς παρ᾿ ὑμῶν εὐεργεσίαις καὶ καθ᾿ ἕνα κεκοινώνηκε καὶ κατὰ πόλεις, καὶ ἡμεῖς ἔχωμεν ὑμῖν χάριν, σεμνυνόμενοι ὅτι πεπαύμεθα συκοφαντούμενοι. Καὶ γὰρ οὐ πρὸς τῆς ὑμετέρας δικαιοσύνης τοὺς μὲν ἄλλους, αἰτίαν λαβόντας ἀδικημάτων, μὴ πρότερον ἢ ἐλεγχθῆναι κολάζεσθαι, ἐφ᾿ ἡμῶν δὲ μεῖζον ἰσχύειν τὸ ὄνομα τῶν ἐπὶ τῇ δίκῃ ἐλέγχων, οὐκ εἰ ἠδίκησέ τι ὁ κρινόμενος τῶν δικαζόντων ἐπιζητούντων, ἀλλ᾿ εἰς τὸ ὄνομα ὡς εἰς ἀδίκημα ἐνυβριζόντων. Οὐδὲν δὲ ὄνομα ἐφ᾿ ἑαυτοῦ καὶ δι᾿ αὐτοῦ
v.2.p.12
οὐ πονηρὸν οὔτε χρηστὸν νομίζεται, διὰ δὲ τὰς ὑποκειμένας αὐτοῖς ἢ πονηρὰς ἢ ἀγαθὰς πράξεις ἢ φλαῦρα ἢ ἀγαθὰ δοκεῖ. Ὑμεῖς δὲ ταῦτα ἴστε φανερώτερον, ὡσανεὶ ἀπὸ φιλοσοφίας καὶ παιδείας πάσης ὁρμώμενοι. Διὰ τοῦτο καὶ οἱ παρ᾿ ὑμῖν κρινόμενοι, κἂν ἐπὶ μεγίστοις φεύγωσι, θαῤῥοῦσιν, εἰδότες ὅτι ἐξετάσετε αὐτῶν τὸν βίον, καὶ οὔτε τοῖς ὀνόμασι προσθήσεσθε, ἂν ᾖ κενά, οὔτε ταῖς ἀπὸ τῶν κατηγοριῶν αἰτίαις, εἰ ψευδεῖς εἶεν· ἐν ἴσῃ τάξει τὴν καταδικάζουσαν τῆς ἀπολυούσης δέχονται ψῆφον. Τὸ τοίνυν πρὸς ἅπαντας ἴσον καὶ ἡμεῖς ἀξιοῦμεν, μὴ ὅτι Χριστιανοὶ λεγόμεθα μισεῖσθαι καὶ κολάζεσθαι (τί γὰρ ἡμῖν τὸ ὄνομα πρὸς κακίαν τελεῖ;), ἀλλὰ κρίνεσθαι ἐφ᾿ ὅτων ἂν καὶ εὐθύνῃ τις, καὶ ἢ ἀφίεσθαι ἀπολυομένους τὰς κατηγορίας ἢ κολάζεσθαι τοὺς ἁλισκομένους πονηρούς, μὴ ἐπὶ τῷ ὀνόματι (οὐδεὶς γὰρ Χριστιανὸς πονηρός, εἰ μὴ ὑποκρίνεται τὸν λόγον), ἐπὶ δὲ τῷ ἀδικήματι. Οὕτω καὶ τοὺς ἀπὸ φιλοσοφίας κρινομένους ὁρῶμεν. Οὐδεὶς αὐτῶν πρὸ κρίσεως διὰ τὴν ἐπιστήμην ἢ τέχνην ἀγαθὸς ἢ πονηρὸς τῷ
v.2.p.14
δικαστῇ εἶναι δοκεῖ, ἀλλὰ δόξας μὲν εἶναι ἄδικος κολάζεται, οὐδὲν τῇ φιλοσοφίᾳ προστριψάμενος ἔγκλημα (ἐκεῖνος γὰρ πονηρὸς ὁ μὴ ὡς νόμος φιλοσοφῶν, ἡ δὲ ἐπιστήμη ἀναίτιος), ἀπολυσάμενος δὲ τὰς διαβολὰς ἀφίεται. Ἔστω δὴ τὸ ἴσον καὶ ἐφ᾿ ἡμῶν· ὁ τῶν κρινομένων ἐξεταζέσθω βίος, τὸ δὲ ὄνομα παντὸς ἀφείσθω ἐγκλήματος. Ἀναγκαῖον δέ μοι ἀρχομένῳ ἀπολογεῖσθαι ὑπὲρ τοῦ λόγου δεηθῆναι ὑμῶν, μέγιστοι αὐτοκράτορες, ἴσους ἡμῖν ἀκροατὰς γενέσθαι καὶ μὴ τῇ κοινῇ καὶ ἀλόγῳ φήμῃ συναπενεχθέντας προκατασχεθῆναι, ἐπιτρέψαι δὲ ὑμῶν τὸ φιλομαθὲς καὶ φιλάληθες καὶ τῷ καθ᾿ ἡμᾶς λόγῳ. Ὑμεῖς τε γὰρ οὐ πρὸς ἀγνοίας ἐξαμαρτήσετε καὶ ἡμεῖς, τὰ ἀπὸ τῆς ἀκρίτου τῶν πολλῶν φήμης ἀπολυσάμενοι, παυσόμεθα πολεμούμενοι.
Τρία ἐπιφημίζουσιν ἡμῖν ἐγκλήματα, ἀθεότητα, Θυέστεια δεῖπνα, Οἰδιποδείους μίξεις. Ἀλλὰ εἰ μὲν ἀληθῆ ταῦτα, μηδενὸς γένους φείσησθε, ἐπεξέλθετε δὲ τοῖς ἀδικήμασι· σὺν γυναιξὶ καὶ παισὶ προῤῥίζους ἡμᾶς ἀποκτείνατε, εἴ γέ τις Χριστιανῶν ζῇ δίκην θηρίων. Καίτοι γε καὶ τὰ θηρία τῶν ὁμογενῶν
v.2.p.16
οὐχ ἅπτεται, καὶ νόμῳ φύσεως καὶ πρὸς ἕνα καιρὸν τὸν τῆς τεκνοποιΐας, οὐκ ἐπ᾿ ἀδείας μίγνυται, γνωρίζει δὲ καὶ ὑφ᾿ ὧν ὠφελεῖται. Εἴ τις οὖν καὶ τῶν θηρίων ἀνημερώτερος, τίνα οὗτος πρὸς τὰ τηλικαῦτα ὑποσχὼν δίκην καὶ πρὸς ἀξίαν κεκολάσθαι νομισθήσεται; Εἰ δὲ λογοποιΐαι ταῦτα καὶ διαβολαὶ κεναί, φυσικῷ λόγῳ πρὸς τὴν ἀρετὴν τῆς κακίας ἀντικειμένης καὶ πολεμούντων ἀλλήλοις τῶν ἐναντίων θείῳ νόμῳ, καὶ τοῦ μηδὲν τούτων ἀδικεῖν ὑμεῖς μάρτυρες, κελεύοντες μὴ μηνύειν,
v.2.p.18
πρὸς ὑμῶν λοιπὸν ἐξέτασιν ποιήσασθαι βίου, δογμάτων, τῆς πρὸς ὑμᾶς καὶ τὸν ὑμέτερον οἶκον καὶ τὴν βασιλείαν σπουδῆς καὶ ὑπακοῆς, καὶ οὕτω ποτὲ συγχωρῆσαι ἡμῖν οὐδὲν πλέον τοῖς διώκουσιν ἡμᾶς. Νικήσομεν γὰρ αὐτούς, ὑπὲρ ἀληθείας ἀόκνως καὶ τὰς ψυχὰς ἐπιδιδόντες.