De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

337.

αἰθυίῃ δ’ εἰκυῖα ποτῇ ἄν ἀνεδύσετο λίμνης.

†) οὐκ ἐφέρετο ἐν τοῖς πλείοσι. Ἀρίσταρχος δὲ περὶ μὲν τῆς ἀθετήσεως διστάζει, γράφει δὲ διὰ τοῦ ῡ ὑπεδύσατο, ἐν

δέ τισιν ἀνεδύσατο· ἔοικε δὲ ὁ στίχος ἐκ τῶν ὕστερον (352) εἰρημένων ὑπό τινος παρεμβεβλῆσθαι αὐτὴ δ’ ἂψ ἐς πόντον ἐδύσατο κυμαίνοντα αἰθυίῃ εἰκυῖα. HPQ. Fluxit ex Didymo et Aristonico, cuius verba in altera scholii parte ἔοικε servata εἰκυῖα videntur esse. cf. L. Ar. 347.

341.

οὐ μὲν δή σε καθαφθίσει, μάλα περ μενεαίνων· ἀλλὰ μάλ’ ὧδ’ ἔρξαι.

*) [ἡ διπλῆ ὅτι τὸ μενεαίνων ἀντὶ τοῦ] προθυμούμενος· σημαίνει γὰρ ἑκάτερον ἡ λέξις· τὸ δὲ ὧδ’ ἔρξαι ἀντὶ τοῦ οὕτως ἔρδε, (H) ἀπαρέμφατον ἀντὶ προστακτικοῦ V.

cf. Π 491. Apol. l. h. 111, 9.

346.

τόδε κρήδεμνον τανύσσαι.

†) τὸ τανύσσαι ἀπαρέμφατον διὰ τὸ βαλέειν P.

cf. Herodianum ad Ο 159.

349.

ἂψ ἀπολυσάμενος βαλέειν εἰς οἴνοπα πόντον.

*) [ἡ διπλῆ ὅτι] πάλιν τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν χρῆται. HPQ.

371.

κέληθ’ ὡς ἵππον ἐλαύνων.

*) [ἡ διπλῆ ὅτι] οἶδε μὲν ὁ ποιητὴς τὸν κέλητα, οὐκ εἰςάγει δὲ τούς ἥρωας αὐτῷ χρωμένους, εἰ μὴ ἐξ ἀνάγκης ἐν τῇ Δολωνείᾳ τὸν Διομήδην PQT.

cf. Ο 679. Eust. 1539, 31.

391.

καὶ τότ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο· ἡ δὲ γαλήνη.

†) Ἀρίσταρχος ἡ δὲ, ἄρθρον δεχόμενος τὸ η̄· οἱ δὲ ἀντὶ τοῦ καὶ H.

Scholion Didymi est, sed certe Ar. posuit diplam ὅτι ἐξ ἐπαναλήψεως τὰ ἄρθρα λάμβάνει. cf. ad Ο 127 et Herod. ibid.

400.

ἀλλ’ ὅτε τόσσον ἀπῆν, ὅσσον τε γέγωνε βοήσας.

†) τὸ (δὲ) ἐγεγώνει ἀντὶ τοῦ εἰς ἀκοὰς ἐγένετο βοήσας τις B. ὥστε ἐξακουστὸν γενέσθαι βοήσαντά τινα EV.

Fluxisse videtur ex Ar., qui ad Θ 223 diplam posuit πρὸς τὸ γεγωνέμεν, ὅτι οὐ ψιλῶς ἐστι φωνεῖν, ἀλλ’ ἀκουστὸν φθέγγεσθαι cf. p 161. L. Ar. 100.