De signis Odysseae

Aristonicus of Alexandria

Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.

219. cf. not. 3.

228.

οὐκ ἂν ἔμοιγε ἐλπομένῳ τὰ γένοιτ’, οὐδ’ εἰ θεοὶ ὣς ἐθέλοιεν

*) [ἡ διπλῆ ὅτι] ὑπερβολικῶς τοῦτο εἴρηκεν ἐν ἤθει· ὅπερ

οὐ συνεὶς ὁ Ζηνόδοτος γράφει εἰ μὴ θεοὶ ὥς ἐθέλοιεν. HMQRT.

230.

Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων; ῥεῖα θεός γ’ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.

Fuit diple periestigmene, quod Zenodotus v. 230 mutavit propter metrum et sequentem expunxit cf.HM: οὗτος ὁ στίχος λαγαρός ἐστι. διὸ Ζηνόδοτος ἴσως μετέγραφε Τηλέμαχ’ ὑψαγόρη μέγα νήπιε, ποῖον ἔειπες; τὸν δὲ δεύτερον περιήγει τελέως διὰ τὸ μαχόμενον αὐτῷ εἰ μὴ θεοὶ ὣς ἐθέλοιεν. (228). cf. Eust. 1464, 62 qui quid sit στίχος λαγαρός explanat.

*) 231. σημείωσαι τὸν στίχον, ὅτι καὶ ἀνωτέρω οὐ περὶ Τηλεμάχου, ἀλλὰ περὶ Ὀδυσσέως εἴρηται, τίς δ’ οἶδ’ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών; (216) HMQ.

Pertinet ad refutationem lectionis Zenodoti cf. ad v. 216.

232.

βουλοίμην δ’ ἂν ἔγωγε καὶ ἄλγεα πολλὰ μογήσας οἴκαδέ τ’ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων ὤλεθ’ ὑπ’ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.

236.

ἀλλ’ ἤτοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δή μοῖρ’ ὁλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.

*) ἀθετοῦνται στίχοι ἑπτὰ ἀπὸ τοῦ βουλοίμην δ’ ἂν ἔγωγε μέχρι τοῦ μοῖρ’ ὀλοὴ· οἱ μὲν πρῶτοι τέσσαρες ὡς οὐκ ἀκολούθως τοῖς προκειμένοις ἐπενεχθέντες, οἱ δὲ ἑξῆς τρεῖς διὰ τὸ ἀσύμφωνον. ἐναντίοι γάρ εἰσι τῷ ῥεῖα θεός γ’ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι. EHMQR. Obeli sunt appicti in M.

241.

κείνῳ δ’ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη φράσσαντ’ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.

†) ὀβελίζονται δύο. τί γὰρ ὄφελος λέγεσθαι, τῆς Ἀθηνᾶς εἰπούσης ποῖόν σε ἔπος φύγεν; ῥεῖα θεός γ’ ἐθέλων. ἄλλως τε, εἰ οὕτως πέπεισται, τί ζητεῖ περὶ τῶν νόστων; HMQR.

244.

Νέστορ’ ἐπεὶ περίοιδε δίκας ἠδὲ φρόνιν ἄλλων. τρὶς γὰρ δὴ μίν φασιν ἀνάξασθαι γένἐ ἀνδρῶν, ὥς τέ μοι ἀθάνατος ἰνδάλλαται εἰσοράασθαι.

*) ἀθετοῦνται οἱ τρεῖς στίχοι οὗτοι ὡς περιττοί. HM. Versibus obelos apposuit in M. manus recentior.

255.

ἤτοι μὲν τάδε καὐτὸς ὀίεαι.

*) [ἡ διπλῆ ὅτι] τὸ πλῆρές ἐστι τῆς συναλοιφῆς κε [αὐτός· Ὁμηρικὸν δὲ τὸν κέ περιττὸν εἶναι.] τὸ δὲ ὅμοιον ἐν Ἰλιάδι ἔπειτα δὲ καὐτὸς οἰήσεαι. HM. (Ζ 260).

Corr. quod cod. habent κέν ἀντὶ τοῦ δή. cf. ad Ζ 260. Υ 311. F. Ar. p. 8.

258.

τῷ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν.

*) [ἡ διπλῆ ὅτι οὐ πᾶσαν γῆν οὕτως λέγει, ἀλλὰ] τὴν ἐπιχεομένην τοῖς νεκροῖς γῆν T. (Dind. p. 749) cf. Ζ 464. Ξ 114. Ψ 256. L. Ar. 102.

266.

δῖα Κλυταιμνήστρη.

Dipla fuisse videtur ὅτι ἀκαίρως τὸ δῖα. cf. Ar. ad Ζ 160 et schol. in cod. A. ibidem.

272.

τὴν δ’ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν.

†) ἐθέλων Ὅμηρος τρισυλλάβως H.

cf. Η 111. ο 316. ubi edi solet ὅττι θέλοιεν Ar. legit ὅττ’ ἐθέλοιεν. Eust. 1467, 28.

276.

ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες.

*) [ἡ διπλῆ περιεστιγμένη ὅτι] Ζηνόδοτος [γράφει] ἀναπλέομεν, κακῶς· Ὅμηρος γὰρ τὸν εἰς Τροίαν πλοῦν ἀνάπλουν φησίν M.

cf. L. Ar. 111. Ceterum idem in schol. ad γ 296 observat Porphyrius.

287.

Μαλειάων ὄρος αἰπύ.

*) ὅτι ὡς Κρητάων (ξ 199) καὶ Μαλειάων [νῦν μὲν πληθυντικῶς εἴρηται, ἀλλαχοῦ δὲ ἑνικῶς] ὡς Κρήτη τις γαῖά ἐστι (τ 172) καὶ περιγνάμπτοντα Μάλειαν (ι 80) HMQ.

Pertinet ad id, quod saepius Ar. adnotavit, nonnulla substantiva nunc in singulari, nunc in forma plurali apud Homerum legi. cf. L. Ar. 236. δ 514. η 80. θ 16. ι 80. ξ 199. ο 296. Eust. 1468, 12.

296.

ἐς Φαιστόν, μικρὸς δὲ λίθος μέγα κῦμ’ ἀποέργει.

Fuit diple periestigmene contra Zenodotum, qui legit: Μαλέου δὲ λίθος. cf. schol. EMQV et Eust. 1469, 18.

305.

δέδμητο δὲ λαὸς ὑπ’ αὐτῷ.

Ἀρίσταρχος δέδμηντο, ὡς ἡ πληθὺς ἀπονέοντο (Ο 305) HMQR.

Scholion Didymi videtur esse, sed certe ad hanc lectionem apposuit Ar. διπλῆν πρὸς τὸ σχῆμα, ὅτι πληθυντικῶς ἀπήντηκεν. cf. F. Ar. p. 16.

306.

ἤλυθε δῖος Ὀρέστης ἂψ ἀπ’ Ἀθηνάων , κατὰ δ’ ἔκτανε πατροφονῆα, Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα. >ἤτοι ὁ τὸν κτείνας δαίνυ τάφον Ἀργείοισιν μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσθοιο.

307.Diple periestigmene propter Zenodoti lectionem ἂψ ἀπὸ Φωκήων. Ar. ἂψ ἀπ’ Ἀθηναίης.

†) 309. 310. ὁ Ἀρίσταρχός φησι, ὅτι διὰ τούτων παρυποφαίνεται ὅτι συναπώλετο Αἰγίσθῳ ἡ Κλυταιμνήστρα· τὸ δὲ εἰ καὶ ὑπὸ Ὀρέστου, ἄδηλον εἶναι. οὐδὲ γὰρ τὰ περὶ τὴν Ἐριφύλην εἰδέναι αὐτὸν MQRT.

cf. L. Ar. 182, α 300. λ 409.V. ad Ι 456.

†) 309. τάφος ὁ ἐπιτάφιος δεῖπνος EB.

Fluxit ex Ar. cf. Ψ 29. δ 547.

313.

καὶ σύ, φίλος, μὴ δηθὰ δόμων ἀπὸ τῆλ’ ἀλάλησο.

†) οὗτος ὁ τόπος ἀνέπεισε Ζηνόδοτον ἐν τοῖς περὶ τῆς ἀποδημίας Τηλεμάχου διόλου τὴν Κρήτην ἔναντι τῆς Σπάρτης ποιεῖν· οἴεται γὰρ ἐκ τούτων τῶν λόγων κατὰ τὸ σιωπώμενον ἀκηκοέναι τὸν Νέστορα παρὰ τοῦ Τηλεμάχου ὅτι καὶ ἀλλαχόσε περὶ τοῦ πατρὸς πευσόμενος παρεσκεύαστο πλεῖν. διὸ καὶ ἐν τῇ α′ ῥαψωδίᾳ (93) ἔγραψε πέμψω δ’ ἐς Κρήτην τε καὶ ἐς Πύλον ἠμαθόεντα καὶ ἡ Ἀθηνᾶ ἀλλαχοῦ πρῶτα μὲν ἐς Πύλον ἐλθὲ, κεῖθεν δ’ ἐς Κρήτην τε παρ’ Ἰδομενῆα ἄνακτα, ὃς γὰρ δεύκατος ἦλθεν Ἀχαίων χαλκοχιτώνων. (α 284) HMQR. cf. α 93. β 359. δ 702.

317.

ἀλλ’ ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα.

*) [ἡ διπλῆ ὅτι] τὸ εἰς Μενέλαον (δὲ) ἀντὶ τοῦ πρὸς Μενέλαον, ὡς εἰς Ἀγαμέμνονα δῖον ἄγον M. cf. L. qu. ep. 87. Fr. Ar. 27. Η 312. Χ 492. Ψ 36.

cf. not. 4 et 5.