Testimonia et Fragmenta

Ariston of Chios

Ariston. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Seneca epist. 115, 8. Tunc intellegere nobis licebit, quam contemnenda miremur, simillimi pueris, quibus omne ludicrum in pretio est; parentibus quippe nec minus fratribus praeferunt parvo aere empta monilia. quid ergo inter nos et illos interest, ut Ariston ait, nisi quod nos circa tabulas et statuas insanimus, carius inepti? illos reperti in litore calculi leves et aliquid habentes varietatis delectant, nos ingentium maculae columnarum etc.

Plutarchus de Stoic. repugn. 8 p. 1034d. Χρύσιππος Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι.

Galenus de Hipp. et Plat. decr. VII 2 (208. 591 M.). νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθά, μὴ πράττειν

δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δὲ ὅταν τὰ μὲν θαῥῥῇ, τὰ δὲ φεύγῃ. ὅταν δὲ τὸ κατὰ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην. ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τέ ἐστι καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν.

Plutarchus de virtute morali 2 p. 440f. Ἀρίστων δʼ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μέν ἐστιν, ἄλλοτε δʼ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον.

Clemens Al. Strom. I p. 376 Pott. Εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή· ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν· ἐν τούτοις δὲ σωφροσύνην· ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην. - - τοῦτον φαμὲν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον· τῷ δὲ τελώνῃ τέλος· καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ· μισθὸν δὲ τῷ διδασκάλῳ· καὶ τῷ πιπράσκοντι ἀῤῥαβῶνα. Ἑκάστη δὲ - ἀρετὴ - συνωνύμως καλουμένη μόνον τοῦ καθ’ ἑαυτὴν ἀποτελέσματός ἐστιν αἰτία· κατὰ σύγχρησιν δὲ τούτων γίγνεται τὸ εὐδαιμόνως ζῆν· μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα, ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως.

Porphyrius de animae facultatibus apud Stobaeum ecl. I p. 347, 21 W. τὰς τῆς ψυχῆς δυνάμεις ὑπογράψαι πρόκειται· καὶ πρότερόν γε ἐπεξελθὼν τῇ ἱστορίᾳ τῇ τε παρὰ τοῖς παλαιοῖς καὶ τῇ ὕστερον ἐπικριθείσῃ παρὰ τοῖς διδασκάλοις, Ἀρίστων ἀντιληπτικὴν δύναμιν τῆς ψυχῆς θέμενος ταύτην διαιρεῖ εἰς δύο, τὸ μέν τι μέρος φάσκων μετά τινος τῶν αἰσθητηρίων ὡς τὰ πολλὰ κινεῖσθαι, ὃ αἰσθητικὸν καλεῖ, ἀρχὴν καὶ πηγὴν ὑπάρχον τῶν κατὰ μέρος αἰσθήσεων, τὸ δὲ ἀεὶ καθ’ ἑαυτὸ καὶ χωρὶς ὀργάνων, ὃ ἐπὶ μὲν τῶν ἀλόγων οὐκ ὠνομάσθαι (ἢ γὰρ ὅλως οὐκ εἶναι ἐν αὐτοῖς ἢ τελέως ἀσθενὲς καὶ

ἀμυδρὸν ἄγαν), ἐν δὲ τοῖς λογικοῖς, ἐν οἷς δὴ μάλιστα ⟨ἢ⟩ μόνοις φαίνεται, νοῦν προσαγορεύεσθαι.

Cicero de nat. deor. I 37. cuius (scil. Zenonis) discipuli Aristonis non minus magno in errore sententiast, qui neque formam dei intellegi posse censeat neque in deis sensum esse dicat dubitetque omnino, deus animans necne sit.

Jamblichus de anima apud Stobaeum ecl. II 382, 18 W. περὶ τῆς κοινωνίας τῆς πρὸς τοὺς θεοὺς τῶν ψυχῶν γέγονέ τις διαμφισβήτησις, τῶν μὲν λεγόντων ἀδύνατον μίγνυσθαι θεοὺς ταῖς κατεχομέναις ψυχαῖς ἐν τῷ σώματι, τῶν δὲ διατεινομένων μίαν εἶναι κοινὴν πολιτείαν τῶν καθαρῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ εἰ ὅτι μάλιστα ἐν τοῖς σώμασι διατρίβουσιν· οἳ δὲ μόνοις δαίμοσιν ἢ καὶ ἥρωσιν ὑποτιθέασιν αὐτὴν εἰς κοινὴν συνουσίαν· ⟨ὧν⟩ ἄλλοι μὲν οἱ βελτίονες, κρινόμενοι κατὰ Πλάτωνα καθάρσει καὶ ἀναγωγῇ καὶ τελειώσει τῆς ψυχῆς, ἄλλοι δὲ οἱ χείρονες, τοῖς ἐναντίοις τούτων διαστελλόμενοι· κατὰ δὲ τοὺς Στωϊκοὺς τῇ κοινωνίᾳ καὶ τῷ καλῷ τῷ τῆς φύσεως ἐξηρτημένῳ· κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι· κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ· κατὰ δὲ τοὺς ἄλλους μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθ’ ᾿Ιερώνυμον· ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφ’ ὦν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι etc.

Plutarchus vita Demosthenis 30 (de morte Demosthenis). τὸ δὲ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου λαβεῖν φησιν αὐτόν, ὡς εἴρηται.

Plutarchus vita Demosthenis 10. Ἀρίστων δ’ ὁ Χίος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων. ἐρωτηθέντα γάρ, ὁποῖός τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν· ἄξιος τῆς πόλεως, ὁποῖος δὲ Δημάδης· ὑπὲρ τὴν πόλιν. Ὁ δ’ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τὸν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι, μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν.

Plutarchus ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλόσοφον διαλέγεσθαι 1 p. 776c. καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διάλέγεσθαι

τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων· ὤφελεν, εἶπε, καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν.

Stobaeus Florileg. 13, 40 Vol. I p. 462 Hense (13, 22 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ὅμοιον ἀψινθίου τὸ δριμὺ καὶ λόγου παῤῥησίαν ἐκκόψαι.

Stobaeus Florileg. 13, 57 Vol. I p. 465 Hense (13, 39 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Φήσαντός τινος λίαν μοι ἐπισκώπτεις ἔφη καὶ γὰρ τοῖς σπληνικοῖς τὰ μὲν δριμέα καὶ πικρὰ ὠφέλιμα, τὰ δὲ γλυκέα βλαβερά.

Plutarchus de recta ratione audiendi 8 p. 42b. οὔτε γὰρ βαλανείου, φησὶν ὁ Ἀρίστων, οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.

Stobaeus Florileg. 79, 44 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Οἱ ἄρτι ἐκ φιλοσοφίας, πάντας ἐλέγχοντες καὶ ἀπὸ τῶν γονέων ἀρχόμενοι, πάσχουσιν ὅπερ καὶ οἱ νεώνητοι κύνες, οἳ οὐ μόνον τοὺς ἄλλους ὑλακτοῦσιν, ἀλλὰ καὶ τοὺς ἔνδον.

Stobaeus ecl. II p. 215, 20 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Τὸ κύμινον, φασί, δεῖ σπείρειν βλασφημοῦντας, οὕτω γὰρ καλὸν φύεσθαι· καὶ τοὺς νέους χρὴ παιδεύειν ἐπισκώπτοντας, οὕτω γὰρ χρήσιμοι ἔσονται.

Seneca epist. 36, 3. Ariston aiebat malle ⟨se⟩ adulescentem tristem quam hilarem et amabilem turbae. vinum enim bonum fieri, quod recens durum et asperum visum est; non pati aetatem, quod in dolio placuit.

Plutarchus de tuenda sanitate praecepta 20 p. 133c. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους, ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει τὴν κεφαλήν, τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν. - - ἂν δ’ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφ’ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, ἀλλ’ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους.

Plutarchus Amatorius 21 p. 766f. ὅταν ἦθος ἁγνὸν καὶ

κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν.

Stobaeus ecl. II p. 24, 8 W. Ἀρίστωνος. Ἀρίστων τοὺς λόγους τῶν διαλεκτικῶν εἴκαζεν τοῖς τῶν ἀραχνίων ὑφάσμασιν οὐδὲν μὲν χρησίμοις, λίαν δὲ τεχνικοῖς ⟨οὖσι⟩.