Testimonia et Fragmenta
Ariston of Chios
Ariston. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)
Stobaeus ecl. II p. 22, 22 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων· οἱ ἐν διαλεκτικῇ βαθύνοντες ἐοίκασι καρκίνους μασωμένοις, οἳ δι’ ὀλίγον τρόφιμον περὶ πολλὰ ὀστᾶ ἀσχολοῦνται.
Stobaeus ecl. II p. 23, 15 W. Ἀρίστωνος. Ἀρίστων ἔλεγεν ἐοικέναι τὴν διαλεκτικὴν τῷ ἐν ταῖς ὁδοῖς πηλῷ· πρὸς οὐδὲν γὰρ οὐδ’ ἐκεῖνον χρήσιμον ὄντα καταβάλλειν τοὺς βαδίζοντας.
Stobaeus ecl. II 24, 12 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. ὁ ἑλλέβορος ὁλοσχερέστερος μὲν ληφθεὶς καθαίρει, εἰς δὲ πάνυ σμικρὰ τριφθεὶς πνίγει· οὕτω καὶ ἡ κατὰ φιλοσοφίαν λεπτολογία.
Stobaeus Florileg. 20, 69 (Vol. I p, 554 Hense). Ἀρίστωνος· τὴν κακολογίαν ἡ ὀργὴ φαίνεται ἀπογεννῶσα· ὥστε ἡ μήτηρ οὐκ ἀστεία.
Stobaeus ecl. II p. 218,7 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Κυβερνήτης μὲν οὔτε ἐν μεγάλῳ πλοίῳ οὔτε ἐν μικρῷ ναυτιάσει, οἱ δὲ ἄπειροι ἐν ἀμφοῖν· οὕτως ὁ μὲν πεπαιδευμένος καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ οὐ ταράττεται, ὁ δ’ ἀπαίδευτος ἐν ἀμφοῖν.
Stobaeus Florileg. 94, 15 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. ὡς τὸν αὐτὸν οἶνον πίνοντες οἱ μὲν παροινοῦσιν, οἱ δὲ πραΰνονται, οὕτω καὶ πλοῦτο . . . . . .
Plutarchus vita Catonis 18. πλούτου γὰρ ἀφαίρεσιν οἱ πολλοὶ νομίζουσι τὴν κώλυσιν αὐτοῦ τῆς ἐπιδείξεως, ἐπιδείκνυσθαι δὲ τοῖς περιττοῖς, οὐ τοῖς ἀναγκαίοις. ὃ δὴ καὶ μάλιστά φασι τὸν φιλόσοφον Ἀρίστωνα θαυμάζειν, ὅτι τοὺς τὰ περιττὰ κεκτημένους μᾶλλον ἡγοῦνται μακαρίους ἢ τοὺς τῶν ἀναγκαίων καὶ χρησίμων εὐποροῦντας.
Stobaeus Florileg. 119, 18 Mein. Ἐκ τῶν Ἀρίστωνος Ομοιωμάτων. πολλοὶ σοφοὶ γηραιοὶ φιλοζωοῦσι. καὶ γὰρ οἱ ὀψὲ γήμαντες φιλοζωοῦσιν, ἵν’ ἐκθρέψωσι τὰ τέκνα, καὶ οὗτοι ὀψὲ ἀρετῆς ἐπήβολοι γενόμενοι ἐφίενται αὐτὴν ἐκθρέψαι.
Stobaeus Florileg. 67, 16 (Mein.). Ἐκ τῶν Ἀρίστωνος· Σπαρτιατῶν νόμος τάττει ζημίας τὴν μὲν πρώτην ἀγαμίου, τὴν δευτέραν ὀψιγαμίου, τὴν τρίτην καὶ μεγίστην κακογαμίου.
Plutarchus de curiositate 4 p. 516f. καίτοι καὶ τῶν ἀνέμων
μάλιστα δυσχεραίνομεν, ὡς Ἀρίστων φησίν, ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν. ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι etc.Plutarchus πολιτικὰ παραγγέλματα 10 p. 804e. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθα.
Plutarchus aqua an ignis utilior 12 p. 958d. καὶ μὴν ὀλίγου χρόνου καὶ βίου τοῖς ἀνθρώποις δεδομένου ὁ μὲν Ἀρίστων φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἥμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δ’ etc.