Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas. Reliquiae Sacrae, Volume 2. Routh, Martin Joseph, editor. Oxford: Oxford University Press, 1846.

Ὅταν τοίνυν ἐν πᾶσι τοῖς εἰρημένοις ἐλεγχθέντες ἀπορήσωσιν, ἐπὶ τοὺς μάρτυρας καταφεύγειν πειρῶνται· λέγοντες πολλοὺς ἔχειν μάρτυρας, καὶ τοῦτο εἶναι τεκμηρίον πιστὸν τῆς δυνάμεως τοῦ παρ’ αὐτοῖς λεγομένου προφητικοῦ πνεύματος. τὸ δέ ἐστιν ἄρα ὡς ἔοικε παντὸς μᾶλλον οὐκ ἀληθές. καὶ γὰρ τῶν ἄλλων αἱρέσεων τινὲς, πλείστους ὅσους ἔχουσι μάρτυρας· καὶ οὐ παρὰ τοῦτο

δήπου συγκαταθησόμεθα, οὐδὲ ἀλήθειαν ἔχειν αὐτοὺς ὁμολογήσομεν. καὶ πρῶτοί γε οἱ ἀπὸ τῆς Μαρκίωνος αἱρέσεως Μαρκιωνισταὶ καλούμενοι, πλείστους ὅσους ἔχειν Χριστοῦ μάρτυρας λέγουσιν· ἀλλὰ τόν γε Χριστὸν αὐτὸν κατὰ ἀλήθειαν οὐχ’ ὁμολογοῦσι. καὶ μετὰ βραχέα τούτοις ἐπιφέρει λέγων·

Ὅθεν τοι καὶ ἐπειδὰν οἱ ἐπὶ τὸ τῆς κατὰ ἀλήθειαν πίστεως μαρτύριον κληθέντες ἀπὸ τῆς ἐκκλησίας τύχωσι μετά τινων τῶν ἀπὸ τῆς τῶν Φρυγῶν αἱρέσεως λεγομένων μαρτύρων, διαφέρονταί τε πρὸς αὐτοὺς, καὶ μὴ κοινωνήσαντες αὐτοῖς τελειοῦνται, διὰ τὸ μὴ βούλεσθαι συγκαταθέσθαι τῷ διὰ Μοντανοῦ καὶ τῶν γυναικῶν πνεύματι. καὶ ὅτι τοῦτο ἀληθὲς, καὶ ἐπὶ τῶν ἡμετέρων χρόνων ἐν Ἀπαμείᾳ τῇ πρὸς Μαιάνδρῳ τυγχάνει γεγενημένον, ἐν τοῖς περὶ Γάϊον καὶ Ἀλέξανδρον ἀπὸ Εὐμενείας μαρτυρήσασι, πρόδηλον.

Ταῦτα (λέξεις τινὰς) εὑρὼν ἔν τινι συγγράμματι αὐτῶν ἐνισταμένων τῷ Μιλτιάδου τοῦ ἀδελφοῦ συγγράμματι, ἐν ᾧ ἀποδείκνυσι περὶ τοῦ μὴ δεῖν προφήτην ἐν ἐκστάσει λαλεῖν, ἐπετεμόμην.

Ἀλλ’ ὅγε ψευδοπροφήτης ἐν παρεκστάσει· ᾧ ἕπεται ἄδεια καὶ ἀφοβία· ἀρχόμενος μὲν ἐξ ἑκουσίου ἀμαθίας, καταστρέφων δὲ εἰς ἀκούσιον μανίαν ψυχῆς, ὡς προείρηται. τοῦτον δὲ τὸν τρόπον, οὔ τέ τινα τῶν κατὰ τὴν παλαιὰν, οὔτε τῶν κατὰ τὴν καινὴν πνευματοφορηθέντα προφήτην δεῖξαι δυνήσονται· ᵃοὔτε Ἄγαβον· οὔτε Ἰούδαν· οὔτε Σίλαν· οὔτε τὰς Φιλίππου θυγατέρας· οὔτε τὴν ἐν Φιλαδελφείᾳ Ἀμμίαν· οὔτε Κοδράτον· οὔτε γε δή τινας ἄλλους μηδὲν αὐτοῖς προσήκοντας καυχήσονται. αὖθις δὲ μετὰ βραχέα, ταῦτα φησίν·

Εἰ γὰρ μετὰ Κοδράτον καὶ τὴν ἐν Φιλαδελφείᾳ

Ἀμμίαν, ὥς φασιν, αἱ περὶ Μοντανὸν διεδέξαντο γυναῖκες τὸ προφητικὸν χάρισμα, τοὺς ἀπὸ Μοντανοῦ καὶ τῶν γυναικῶν τίνες παρ’ αὐτοῖς διεδέξαντο, δειξάτωσαν· δεῖν γὰρ εἶναι τὸ προφητικὸν χάρισμα ἐν πάσῃ τῇ ἐκκλησίᾳ μέχρι τῆς τελείας παρουσίας ὁ ἀπόστολος ἀξιοῖ· ἀλλ’ οὐκ ἂν ἔχοιεν δεῖξαι τεσσαρεσκαιδέκατον ἤδη που τοῦτο ἔτος ἀπὸ τῆς Μαξιμίλλης τελευτῆς.