Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas

Anonymus Ad Avircium Marcellum contra Cataphrygas. Reliquiae Sacrae, Volume 2. Routh, Martin Joseph, editor. Oxford: Oxford University Press, 1846.

Ἡ τοίνυν ἔνστασις αὐτῶν καὶ ἡ πρόσφατος τοῦ ἀποσχίσματος αἵρεσις πρὸς τὴν ἐκκλησίαν, τὴν αἰτίαν ἔσχε τοιαύτην· κώμη τις εἶναι λέγεται ἐν τῇ κατὰ τὴν Φρυγίαν Μυσίᾳ, καλουμένη Ἀρδαβαῦ τοὔνομα· ἔνθα φασὶ τινὰ τῶν νεοπίστων, πρώτως, Μοντανὸν τοὔνομα, κατὰ Γράτον Ἀσίας ἀνθύπατον, ἐν ἐπιθυμίᾳ ψυχῆς ἀμέτρῳ φιλοπρωτείας δόντα πάροδον εἰς ἑαυτὸν τῷ ἀντικειμένῳ, πνευματοφορηθῆναί τε καὶ αἰφνιδίως ἐν κατοχῇ τινὶ καὶ παρεκστάσει γενόμενον ἐνθουσιᾷν· ἄρξασθαί τε λαλεῖν καὶ ξενοφωνεῖν, παρὰ τὸ κατὰ παράδοσιν καὶ κατὰ διαδοχὴν ἄνωθεν τῆς ἐκκλησίας ἔθος δῆθεν προφητεύοντα· τῶν δὲ κατ’ ἐκεῖνο καιροῦ ἐν τῇ τῶν νόθων ἐκφωνημάτων ἀκροάσει γενομένων, οἱ μὲν ὡς ἐπὶ ἐνεργουμένῳ καὶ δαιμονῶντι καὶ ἐν πλάνης πνεύματι ὑπάρχοντι, καὶ τοὺς ὄχλους ταράττοντι ἀχθόμενοι ἐπετίμων, καὶ λαλεῖν ἐκώλυον· μεμνημένοι τῆς τοῦ Κυρίου διαστολῆς τε καὶ ἀπειλῆς,

πρὸς τὸ φυλάττεσθαι τὴν τῶν ψευδοπροφητῶν ἐγρηγορότως παρουσίαν· οἱ δὲ ὡς ἁγίῳ πνεύματι καὶ προφητικῷ χαρίσματι ἐπαιρόμενοι· καὶ οὐχ ἥκιστα χαυνούμενοι· καὶ τῆς διαστολῆς τοῦ Κυρίου ἐπιλανθανόμενοι· τὸ βλαψίφρον καὶ ὑποκοριστικὸν καὶ λαοπλάνον πνεῦμα προὐκαλοῦντο· θελγόμενοι καὶ πλανώμενοι ὑπ’ αὐτοῦ, εἰς τὸ μηκέτι κωλύεσθαι (for. κωλύεσθαι λαλεῖν, καὶ) σιωπᾶν. τεχνῇ δέ τινι, μᾶλλον δὲ τοιαύτῃ μεθόδῳ κακοτεχνίας ὁ διάβολος τὴν κατὰ τῶν παρηκόων ἀπώλειαν μηχανησάμενος, καὶ παρ’ ἀξίαν ὑπ’ αὐτῶν τιμώμενος, ὑπεξήγειρέ τε καὶ προσεξέκαυσεν αὐτῶν τὴν ἀποκεκοιμημένην ἀπὸ τῆς κατ’ ἀλήθειαν πίστεως διάνοιαν· ὡς καὶ ἑτέρας τινὰς δύο γυναῖκας ἐπεγεῖραι, καὶ τοῦ νόθου πνεύματος πληρῶσαι· ὡς καὶ λαλεῖν ἐκφρόνως καὶ ἀκαίρως καὶ ἀλλοτριοτρόπως ὁμοίως τῷ προειρημένῳ. καὶ τοὺς μὲν χαίροντας καὶ καυχωμένους ἐπ’ αὐτῷ, μακαρίζοντος τοῦ πνεύματος, καὶ διὰ τοῦ μεγέθους τῶν ἐπαγγελμάτων ἐκφυσιοῦντος· ἔσθ’ ὅπῃ δὲ καὶ κατακρίνοντος
στοχαστικῶς καὶ ἀξιοπίστως αὐτοὺς ἄντικρυς, ἵνα καὶ ἐλεγκτικὸν εἶναι δοκῇ· ὀλίγοι δ’ ἦσαν οὗτοι τῶν Φρυγῶν ἐξηπατημένοι· τὴν δὲ καθόλου καὶ πᾶσαν τὴν ὑπὸ τὸν οὐρανὸν ἐκκλησίαν βλασφημεῖν διδάσκοντος τοῦ ἀπηυθαδισμένου πνεύματος, ὅτι μήτε τιμὴν μήτε πάροδον εἰς αὐτὴν τὸ ψευδοπροφητικὸν ἐλάμβανε πνεῦμα. τῶν γὰρ κατὰ τὴν Ἀσίαν πιστῶν πολλάκις καὶ πολλαχῇ τῆς Ἀσίας εἰς τοῦτο συνελθόντων, καὶ τοὺς προσφάτους λόγους ἐξετασάντων καὶ βεβήλους ἀποφῃνάντων καὶ ἀποδοκιμασάντων τὴν αἵρεσιν, οὕτω δὴ τῆς τε ἐκκλησίας ἐξεώσθησαν, καὶ τῆς κοινωνίας εἴρχθησαν.

Ἐπειδὰν τοίνυν καὶ προφητοφόντας ἡμᾶς ἀπεκάλουν, ὅτι μὴ τοὺς ἀμετροφώνους αὐτῶν προφήτας ἐδεξάμεθα· τούτους γὰρ εἶναι φασὶν οὕς περ ἐπηγγείλατο τῷ λαῷ πέμψειν ὁ Κύριος· ἀποκρινάσθωσαν ἡμῖν πρὸς Θεοῦ ἔστι τὶς, ὦ βέλτιστοι, τούτων τῶν ἀπὸ Μοντανοῦ καὶ

τῶν γυναικῶν λαλεῖν ἀρξαμένων, ὅς τις ὑπὸ Ἰουδαίων ἐδιώχθη, ἢ ὑπὸ παρανόμων ἀπεκτάνθη; οὐδείς. οὐδέ γε τὶς αὐτῶν κρατηθεὶς ὑπὲρ τοῦ ὀνόματος ἀνεσταυρώθη; οὐ γὰρ οὖν· οὐδὲ μὴν οὐδὲ ἐν συναγωγαῖς Ἰουδαίων τῶν γυναικῶν τὶς ἐμαστιγώθη ποτὲ, ἢ ἐλιθοβολήθη; οὐδαμόσε οὐδαμῶς. ἄλλῳ δὲ θανάτῳ τελευτῆσαι λέγονται Μοντανός τε καὶ Μαξιμίλλα. τούτους γὰρ ὑπὸ πνεύματος βλαψίφρονος ἑκατέρους ὑποκινήσαντος, λόγος ἀναρτῆσαι ἑαυτούς· οὐχ’ ὁμοῦ κατὰ δὲ τὸν τῆς ἑκάστου τελευτῆς καιρὸν φήμη πολλή· καὶ οὕτω δὲ τελευτῆσαι καὶ τὸν βίον καταστρέψαι, Ἰούδα προδότου δίκην. καθάπερ καὶ τὸν θαυμαστὸν ἐκεῖνον τὸν πρῶτον τῆς κατ’ αὐτοὺς λεγομένης προφητείας οἷον ἐπίτροπον τινὰ Θεόδοτον, πολὺς αἱρεῖ λόγος, ὡς αἰρόμενόν ποτε καὶ ἀναλαμβανόμενον εἰς οὐρανοὺς, παρεκστῆναί τε καὶ καταπιστεῦσαι ἑαυτὸν τῷ τῆς ἀπάτης πνεύματι· καὶ δισκευθέντα, κακῶς τελευτῆσαι. φασὶ γοῦν τοῦτο οὕτω γεγονέναι. ἀλλὰ μὴ ἄνευ τοῦ ἰδεῖν ἡμᾶς ἐπίστασθαί
τῶν τοιούτων νομίζομεν ὦ μακάριε. ἴσως μὲν γὰρ οὕτως, ἴσως δὲ οὐχ’ οὕτως τετελευτήκασι Μοντανός τε καὶ Θεόδοτος καὶ ἡ προειρημένη γυνή.

Καὶ μὴ λεγέτω ἐν τῷ αὐτῷ λόγῳ τῷ κατὰ Ἀστέριον Οὐρβανὸν τὸ διὰ Μαξιμίλλης πνεῦμα, διώκομαι ὡς λύκος ἐκ προβάτων· οὐκ εἰμὶ λύκος· ῥῆμα εἰμὶ καὶ πνεῦμα καὶ δύναμις. ἀλλὰ τὴν ἐν τῷ πνεύματι δύναμιν ἐναργῶς δειξάτω καὶ ἐλεγξάτω· καὶ ἐξομολογεῖσθαι διὰ τοῦ πνεύματος καταναγκασάτω τοὺς τότε παρόντας· εἰς τὸ δοκιμάσαι καὶ διαλεχθῆναι τῷ πνεύματι λαλοῦντι, ἄνδρας δοκίμους καὶ ἐπισκόπους, Ζωτικὸν ἀπὸ Κομάνης κώμης, καὶ Ἰουλιανὸν ἀπὸ Ἀπαμείας. ὧν οἱ περὶ Θεμίσωνα τὰ στόματα φιμώσαντες, οὐκ εἴασαν τὸ ψευδὲς καὶ λαοπλάνον πνεῦμα ὑπ’ αὐτῶν ἐλεγχθῆναι. ἐν ταυτῷ δὲ πάλιν ἕτερα μεταξὺ πρὸς ἔλεγχον τῶν τῆς Μαξιμίλλης ψυδοπροφητειῶν εἰπὼν, ὁμοῦ τόν τε χρόνον καθ’ ὃν ταῦτ’ ἔγραφε σημαίνει,

καὶ τῶν προῤῥήσεων αὐτῆς μέμνηται, δι’ ὧν πολέμους ἔσεσθαι καὶ ἀκαταστασίας προεμαντεύσατο· ὧν καὶ τὴν ψευδολογίαν εὐθύνει ὧδε λέγων.

Καὶ πῶς οὐ καταφανὲς ἤδη γέγονε καὶ τοῦτο τὸ ψεῦδος; πλείω γὰρ ἢ τρισκαίδεκα ἔτη εἰς ταύτην τὴν ἡμέραν, ἐξ οὗ τετελεύτηκεν ἡ γυνή· καὶ οὔτε μερικὸς, οὔτε καθολικὸς κόσμῳ γέγονε πόλεμος· ἀλλὰ καὶ Χριστιανοῖς μᾶλλον εἰρήνη διάμονος ἐξ ἐλέους Θεοῦ.