Ἑρμηνεία περὶ ἐνεργῶν λίθων
Pseudo-Hippocrates
Hippocrates (Pseudo). Les lapidaires de l'antiquité et du moyen age. Vol 2.1. de Mély, Fernand, editor. Paris: Ernest Leroux, 1898.
Λίθος ὁ χαλκηδόνιος φορούμενος κυριεύει πάντων ἐχθρῶν. Ὁ φορῶν τιθέμενος ἔν τινι ἱματίῳ τὴν ἐπικειμένην ὕλην συλλέγει, καὶ ἐν γυναικείῳ ἀκίνδυνος μένει.
Λίθος ὁ βαβυλώνιος, ὁ καὶ σαρδόνυξ, φορούμενος ἐν μεγάλαις δόξαις τιμᾶσθαι ποιεῖ τὸν φοροῦντα· εἰ δὲ ἐν τραύματι ἐπιτιθῇ, τάχιστα ἰᾶται αὐτό.
Λίθος τοπάζιον ὅμοιός ἐστιν κρυστάλλῳ· φορούμενος δὲ (f. 343 r.) πολλὴν ἀγάπην ποιεῖ ὑπὸ πάντων ἔχειν τὸν φοροῦντα, καὶ πολλῶν ἀγαθῶν κύριον, καὶ ἀκίνδυνος ἀπὸ παντὸς πονηροῦ μένει. Λειούμενος καὶ πινόμενος ὀξὺν τὸν νοῦν ἐμποιεῖ, καὶ εὐμαθῆ καὶ ῥητορικώτατον ἐν λόγοις. Καὶ πινόμενος πάλιν τοὺς μαινομένους καὶ μαινιῶντας σώφρονας καὶ πραεῖς ἐργάζεται.
Λίθος ὀνυχίτης μέλας μὲν ἔξωθεν, ἔσωθεν δὲ λευκός· φορούμενος δὲ εὐεξίαν καὶ εὐτεκνίαν ποιεῖ τοῦ φοροῦντος καὶ ἐνδοξοτάτην εὐημερίαν προξενεῖ, καὶ οὐκ ἐᾷ βλαβῆναι τὸν φοροῦντα αὐτὸν ἔν τινι πάθει.
Λίθος ὁ περιλεύκιος πινόμενος καὶ φορούμενος ἔνδοξον βίον ποιεῖ, καὶ πολλῶν πραγμάτων καὶ χρημάτων κύριος ὑπάρχει.
Λίθος σάμιος πινόμενος στόμαχον ὠφελεῖ, καὶ ὀφθαλμῶν ῥεύματα [τὰ] ἵστησιν σὺν γάλακτι· κρατούμενος δὲ ὠκυτόκιος γίνεται.
Λίθος κρύσταλλος τοὺς νεφραλγοῦντας περιδεθεὶς ἰᾶται.
Λίθος γαλακτίτης, ὁ καὶ ἀνακτίτης καὶ ἄνθεος λέγεται. Οὗτος φορούμενος καὶ ὁμιλῶν τοῖς ἐχθροῖς λήθην λαμβάνοντες τῶν κακῶν καὶ φίλοι ἀποκαθίστανται. Τριβόμενος καὶ ῥαινόμενος ἐν ποιμνίῳ πολὺ γάλα ἐργάζεται, καὶ γυναιξὶν ὁμοίως. Πάλιν ὁ βαστάζων αὐτὸν καὶ βασιλεῖς αἰδοῦνται (f. 343 v.) καὶ δικασταὶ καὶ δῆμοι, καὶ ἁπλῶς ἡδὺς καὶ περίδοξος τοῖς πᾶσι δοκεῖ. Ἁρμόζει δὲ καὶ πρὸς ῥεύματα ὀφθαλμῶν.
Λίθος εὐπέταλος, ὁ καὶ δενδραχάτης, δεσμούμενος ἐν τοῖς κέρασι τῶν βοῶν, τῷ τοῦ σπόρου καιρῷ ἢ καὶ τοῦ ἀροτρέως εὐφορίαν τῇ γῇ ἐκείνῃ ἐργάζεται καὶ πολυκαρπίαν.
Λίθος ἐλαφοκερατίτης, ὃς ὁμοιοῦται ἐλάφου κέρατι· τριβόμενος δὲ καὶ σὺν ἐλαίῳ χρισθεὶς φαλακρὸν κομήτην ἐργάζεται. Τριβόμενος καὶ κατ’ ἀμφοτέρων πινόμενος ὀνομάτων ἔρωτα κατ’ ἀλλήλων ποιεῖ, καὶ ἠγαπημένος διατηρεῖ μέχρι γήρως.
Λίθος ζαμπιλάμπης πινόμενος παρὰ γυναικὶ στείρᾳ εὐθὺς παιδοτόκον ποιεῖ, καὶ ἐν ἀμπέλῳ καὶ δένδρῳ ἀκάρπῳ ῥωννύμενος εὐφορίαν καὶ εὐκαρπίαν ποιεῖ.
Λίθος ἴασπις ἐνσπαρεὶς ταῖς ἀρούραις σὺν τῷ σπόρῳ πολλὴν εὐκαρπίαν
ποιεῖ, καὶ θυμιώμενος δαίμονας ἐξ ἀνθρώπου διώκει, καὶ εὐρωστίαν ποιεῖ τοῦ σώματος.Λίθος ὁ λυχνίτης βασταζόμενος ἀπὸ κινδύνου πολλοῦ ῥύεται τὸν βαστάζοντα.
Λίθος ὀψιανὸς παρατριβόμενος τῇ ὄψει ἀρίστος διατηρεῖ αὐτὴν· ὀφθαλμοὺς καὶ τὸ πρόσωπον εὐειδὲς ποιεῖ καὶ χαλεπὰ τὰ πάθη ἰᾶται ἐπιπασσόμενος.
Λίθος ὁ χρυσόθριξ φορούμενος (f. 344 r.) εὐπρεπεῖς καὶ σεμνοὺς τοὺς φοροῦντας ποιεῖ καὶ πᾶσιν ἡδεῖς καὶ τιμῆς ἀξίους.
Λίθος μαγνίτης ὁ καὶ μαγνῆτις λέγεται· οὗτος ἐνέργειαν ἔχει διὰ τοῦ ἀέρος ἕλκειν τὸν σίδηρον πρὸς αὑτόν· εἰ γάρ τις αὐτὸν λάθρα ὑπὸ τὴν κλίνην θήσει, εἰ μέν ἐστιν γυνὴ καθαρὰ καὶ ῥυπαρίας ἀμέτοχος, εἰς ὕπνον τρέπεται καὶ τὰς χεῖρας ἁπλοῖ πρὸς τὸν ἄνδρα καὶ περιφύεται. Εἰ δὲ πόθοις ῥυπαροῖς καὶ ἀλλοτρίοις κατεχομένη, ἀφυπνώσασα καταπίπτει τῆς κλίνης. Ἀλλὰ καὶ δύο ταύτην ἀδελφῶν φορούντων πάσης ἔριδος αὐτοὺς ἀπαλλάττει καὶ φιλονεικίας, καὶ ὁμόνοιαν ἐμποιεῖ. Φερομένη δὲ καὶ ‹κατὰ〉 τοῦ στήθους μετὰ μεμυκότος καρποῦ παιονίας ἐπιτηδειοτάτη ἐστὶν πρὸς τὸ θέλξαι καὶ πεῖσαι λαόν.
Λίθος ὁ σίδηρίτης τριβόμενος καὶ ἐπιπασσόμενος ἑρπετῶν δήγματα ὀνίνησι. Φασὶ δέ τινες 〈ὅτι〉 ὁ φορῶν αὐτὸν κἂν πάντα τὰ ἑρπετὰ καὶ τὰ θηρία κατ’ αὐτοῦ κινήσουσιν, ἀβλαβὴς μένει. Φασὶν δὲ καὶ 〈ὅτι〉 πινόμενος οὗτος μαντικὸν τὸν ἄνθρωπον ἐργάζεται· περιδεσμούμενος δὲ στεῖραν γυναῖκα παιδοτόκον ποιεῖ.
Λίθος ὀφίτης ἀντιφάρμακον ἦν σκορπίων καὶ ὄφεων καὶ ὀξυδερκίαν ποιεῖ καὶ κεφαλαλγίαν παύει καὶ βαρυηκοΐαν (f. 344 v.) καθαίρει· καὶ πινόμενος ἀφροδίσια παρορμᾷ· καὶ θυμιώμενος ἑρπετὰ διώκει.
Λίθος ὁ κορσίτης πινόμενος μετὰ μέλιτος καθαίρει τὰ ἐντὸς καὶ ὑδεριῶντας ὠφελεῖ καὶ φαρμακευομένους καὶ ἑρπετῶν καὶ κυνῶν δήγματα.
Λίθος γαγάτης. Οὗτος καπνιζόμενος ἑρπετὰ διώκει· τοὺς ὑπὸ τὴν ἱερὰν νόσον δαμαζομένους ὀσφραινόμενος ὠφελεῖ. Γυναῖκας αἱμορροούσας θυμιώμενος ὠφελεῖ. Ἰχῶρας καὶ πτύαλα πινόμενος ὠφελεῖ. Κεφαλαργίαν θεραπεύει καταπλασσόμενος. Πρὸς πόνον πινόμενος ὠφελεῖ. Εἰς πόνον ὀδόντων διαλυόμενος μετ’ οἴνου ὠφελεῖ. Εἰς πόνον ὀφθαλμῶν μετ’ οἴνου ὁμοίως. Εἰς ἀπόστημα μετ’ οἴνου θετούμενος· εἰς ῥίγη περιαπτόμενος καὶ πινόμενος καὶ θυμιώμενος ὠφελεῖ. Ἑρπετὰ καὶ παντοῖαι ἐπιβουλαί... Πινόμενος παρὰ τῆς γυναικὸς ἐν τῇ καθάρσει σύλληψιν
ἐνεργεῖ· καὶ δένδρα ἄκαρπα καὶ ἄμπελον ἐπιπάσσομενος ἐνεργεῖ. Πινόμενος μετ’ οἴνου καθαίρει τὰ ἐντὸς ἀπὸ παντὸς ῥύπου καὶ πόνου. 〈 Πρὸς 〉 πᾶσαν αἱμορραγίαν. Καύσας τὸν λίθον ἀνάδευε ἐλαίῳ, καὶ ἐπίθες, καὶ ἰαθήσεται. Λέγουσίν τινες ὅτι οὗτός ἐστιν ὁ κοράλλιος λίθος.