In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
ταύτης δὲ τῆς πραγματείας.
Πραγματείαν λέγοι ἄν ἢ τὴν τοπικὴν ἢ πᾶσαν τὴν λογικήν. μάλιστα μισθωτοὺς δὲ καλεῖ τοὺς σοφιστὰς ὡς ἀπὸ φαινομένης πλουτοῦντας σοφίας. τίς δὲ ἡ Γοργίου πραγματεία, ᾗ ὁμοίαν λέγει τὴν σοφιστικήν, δήλη τοῖς τὸν Πλάτωνος Γοργίαν ἀνεγνωκόσι. λέγει δὲ τοὺς σοφιστὰς τοιούτους διδάσκειν λόγους εἰς οὓς ἐγίνωσκον τοὺς ἀλλήλων λόγους ἐμπίπτειν· οὗτοι δὲ ἦσαν οἱ ἐκ τῆς ὁμωνυμίας, οἱ ἐκ τῆς ἀμφιβολίας καὶ οἱ λοιποί. τὰ δὲ ἑξῆς δῆλα.
Οὐ γὰρ τέχνην ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης.
Τέχνη ἐστὶ πᾶσα ἡ συλλογιστικὴ μέθοδος, ἐν ᾗ ἐστι καὶ ὁ ἀληθινὸς ἔλεγχος· ὁ δὴ ταύτην παραδοὺς καὶ τέχνην δίδωσι καὶ παιδεύει. αἱ δὲ παραγωγαὶ καὶ οἱ παραλογισμοί, οἱ τρόποι δηλονότι τῆς ἀπάτης, οἷς καὶ ἐχρῶντο καὶ ἐδίδασκον οἱ σοφισταί, οὐ τέχνη ἀλλὰ τὸ ἀπὸ τῆς τέχνης· ὁ γὰρ ἔχων τὴν δύναμιν καὶ ἐπιστήμην τοῦ συλλογίζεσθαι, ἐκεῖνος δῆλον ὅτι δύναται καὶ παραλογίζεσθαι. ὥσπερ γὰρ ὁ ἔχων τὴν τέχνην τοῦ ὀρθογραφεῖν καὶ ὑγιάζειν ἐκεῖνος | οἶδε μάλιστα καὶ μὴ ὀρθογραφεῖν f. 62v [*](1 τούτου ΑI: τοῦ a ἐσύστερον I 2 οὐδ’ al: οὐκ Α 3 ἐν τῷ a ἐν τοῖς Μετὰ τὰ φυσικά] immo Ethic. Nicom. I 7 p. 1098a25 4 πάντων Ι 5 τοσοῦτον A(C) 5. 6 μικρότατον a Arist. 6 ἐστι om. a 7 post μέγα add. ὃν a 8 ταύτην aA: ταῦτα I 9 εἶδεν spripsi: οἶδεν aAI 12 κλάδος a 14 μικροτάτῃ a 17 καλεῖ aA: καλεῖται I 18 ante γοργίου add τοῦ a 19 τὸν πλάτωνος a: τοῦ πλάτωνος I: τοῦ πλάτωνος τὸν Α 23 τὰ Arist., sed cf. vs. 27 et p. 198,3.7 τῆς I Arist.: om. a(D) post τέχνης add. ex Arist. διδόντες παιδεύειν ὑπελάμβανον a 24 ἐστὶ IA: δὲ a 26 τρόποι AI: τόποι a καὶ alt. AI: om. a 27 τῆς AI: om. a 28 συλλογίζεσθαι a: συλλογισμοῦ AI 29 δῆλος a)