[*](p. 183a 7)Τῶν δὲ ἐριστικῶν δριμύτατος μὲν ὁ πρῶτον εὐθὺς ἄδηλος.
Εἰπὼν τίνες τῶν διαλεκτικῶν λόγων εἰσὶ δριμεῖ, νῦν λέγει καὶ τίνες τῶν σοφιστικῶν. καὶ φησὶ πρῶτον αὐτῶν εἶναι τὸν πρῶτον εὐθὺς ἄδηλον ὄντα εἰ συλλελόγισται ἢ οὔ· οἷος ὁ Παρμενίδου λόγος ὁ λέγων ἓν εἶναι τὸ ὄν· ἔστι δὲ τοιοῦτος· τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν· οὗτος γάρ, εἰ καὶ ἀσυλλόγιστός ἐστιν, ἀλλ’ οὐ πάντῃ δῆλος. ἔστι δὲ ἀσυλλόγιστος, διότι οὐ συνάγεται ἐκ τῶν κειμένων ‘ἓν ἄρα τὸ ὄν’, ἀλλ’ ὅτι τὸ ἓν ὄν ἐστιν. ὅτι δὲ σοφιστικὸς καὶ ἀσυλλόγιστος, εἴρηκεν ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως· “ἀμφότεροι γάρ’’, φησὶν ἐκεῖσε, “ἐριστικοί, καὶ ὁ Μελίσσου καὶ ὁ Παρμενίδου· μᾶλλον δὲ ὁ Μελίσσου φορτικὸς καὶ οὐδεμίαν ἔχων ἀπορίαν”, ὡς δηλονότι τοῦ Παρμενίδου λόγου ἀπορίαν ἔχοντος. πρῶτος μὲν οὖν ἐν τοῖς ἐριστικοῖς δριμύς ἐστι λόγος οὗτος, ὁ ἔχων ἄδηλον τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθὲν ἄτοπον, πότερον τοῦ συμπεράσματος ἤ τινος τῶν προτάσεων. τὸ γὰρ καὶ πότερον παρὰ ψεῦδος ἡ λύσις ἢ παρὰ διαίρεσιν ἴσον ἐστὶ τῷ ‘πότερον ἡ λύσις παρὰ τὸ συμπέρασμα τὸ συνάξαν τὸ φεῦδος‘, ὅπερ εἶπεν αὐτὸς παρὰ ψεῦδος, ‘ἢ παρὰ ἀναίρεσίν ἐστί τινος τῶν προτάσεων’, ὅπερ εἶπεν αὐτὸς διαίρεσιν. δεύτερος δὲ ὁ δῆλον μὲν ἔχων τὸ παρὰ ἀναίρεσιν εἶναι τὴν λύσιν, μὴ φανερὸν δὲ ἔχων διὰ τίνος ἀναίρεσιν τῶν ἠρωτημένων, τουτέστι ποῖον τῶν ἠρωτημένων ἀναιρήσαντες τὸν λόγον λύσομεν, ἀλλὰ ἀμφίβολον τὸ πότερον αὕτη, τουτέστιν ἡ ἀπάτη, παρὰ τὸ συμπέρασμά ἐστιν ἢ παρά τι τῶν ἠρωτημένων. τὸ δὲ ὁ δῆλος μὲν ὅτι παρὰ τὴν διαίρεσιν ἢ ἀναίρεσίν ἐστιν ἴσον ἐστὶ τῷ ‘ὁ δῆλος μὲν ὅτι παρὰ ἀναίρεσίν ἐστι’· τοῦ γὰρ παρὰ διαίρεσιν τὸ ἀναίρεσίν ἐστιν ἐφερμηνευτικόν. διαφέρει δὲ ὁ δεύτερος τρόπος τοῦ προτέρου, ὅτι ὁ μὲν δεύτερος φανερὸν ἔχων ἐστὶ τὸ συναχθέν, εἰ καὶ μὴ καὶ τοῦτο φανερὸν ἔχει, τὸ τίνος ἀναιρεθέντος ἀναιρεθήσεται καὶ τὸ συναχθέν, πότερον τοῦ συμπεράσματος ἤ τινος τῶν προτάσεων, ὁ δὲ πρῶτος ἄδηλον εὐθὺς ἦν ἔχων τὸ εἴτε συλλογισμός ἐστιν ἢ οὔ. καὶ τοῦ μὲν ἀπάτας γίνεσθαι παρὰ τὰ ἠρωτημένα πλῆρες τὸ παρὸν βιβλίον. παρὰ δὲ τὸ συμπέρασμα γίνεται ἀπάτη, ὅταν μὴ ὅπερ ἐκ τῶν ἠρωτημένων συμβαίνει ἐπάξωμεν, ἀλλὰ τοῦτο μὲν ἐῶμεν, ἄλλο δέ τι ὃ βουλόμεθα ἐπιφέρωμεν, ὥσπερ ἔχει καὶ ὁ [*](1 et 4 ᾱ a 4 αὐτῶν I: μέν a 6 δὲ corr. non liquet unde I1 9. 10 τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως] c. 2 p. 185a8 —11 10 ἐκεῖσε Ι: ἐκεῖ a 14 καὶ om. Α 16 ante ψεῦδος add. τὸ a post ψεῦδος add. ἐστὶν Α: post διαίρεσιν Arist. (om. D) 18 ante ψεῦδος add. τὸ a 20 μήτε a 21 ἀναιρήσαιες (sic) I 23 τινος Α δῆλος AI (ῆ ex ει corr. I1): δῆλον a 24 τὴν om. Α Arist. (habet D) ἐστὶ aA: om. Ι 25 ante ἀναίρεσίν add. τὴν a 26 προτέρου Al: ᾱ a 27 καὶ om. Α 29 ἄδηλον a: ἄδηλος AI 30 ἀπάτας al ἁ ex ἁ corr. I1): ἅπαντας Α 31 post πλῆρες add. ἣν a 32 ante ἀπάτη add. ἡ a ὃ μὴ ὅταν ἐκ Α)
194
Παρμενίδου λόγος καὶ ἐκεῖνος, οὗ πρότερον ὁ Ἀριστοτέλης ἐμνημόνευσεν, ὁ λέγων “ὧν αἱ ἐπίστη ’μαι σπουδαῖαι, σπουδαῖα τὰ μαθήματα, τοῦ δὲ κακοῦ σπουδαῖον τὸ μάθημα, σπουδαῖον ἄρα μάθημα τὸ κακόν”· οὐ γὰρ τοῦτο συμβαίνει ἐκ τῶν κειμένων, ἀλλ’ ὅτι τοῦ κακοῦ σπουδαία ἡ ἐπιστήμη. Λέγει δὲ καὶ εὐήθη συλλογισμὸν εἶναι, ὅταν τις μὴ προσλάβοι τὸ ἐλλεῖπον καὶ δι’ οὗ τὸ προκείμενον μέλλει συνάγειν, ἀλλὰ τοῦτο μὲν μεθῇ, χωρὶς δὲ αὐτοῦ συμπεραίνηται, ὥσπερ ἔχει ὁ Μελίσσου ὁ δεικνὺς ἓν τὸ ὂν καὶ ἄπειρον καὶ ἄλλοι πολλοί, καθάπερ καὶ ὁ λέγων “μὴ οὐσίας ἀναιρουμένης μὴ ἀναιρεῖσθαι οὐσίαν, ἐξ ὧν δέ ἐστιν ἀναιρουμένων καὶ τὸ ἐκ τούτων φθείρεσθαι”· ἐλλείπουσι γὰρ ἐνταῦθα προτάσεις, ὡς ἐν τῷ Περὶ ἀναλύσεως συλλογισμῶν μεμαθήκαμεν. ἔξωθεν δὲ ἐλλείπειν λέγει προτάσεις. τὰς δεικτικάς τινος τῶν πρὸς κατασκευὴν τοῦ προκειμένου εἰλημμένων· ταύτας γὰρ εἰ μὴ παραμυθίας τις ἀξιώσας δεομένας συστάσεως λαβὼν συμπεραίνεται, ἐλλείπειν ἄν τι τῶν ἔξωθεν ἐν τῷ συλλογισμῷ λέγοιτο. καὶ μὴ εἴπῃς ὡς οὐ δεῖ τοὺς σοφιστὰς τὰς προτάσεις δεικνύναι· κοινὰ γὰρ ταῦτα, καθάπερ εἴρηται, λέγεται καὶ πρὸς τοὺς διαλεγομένους. ἢ δεῖ καὶ τοὺς σοφιστικῶς ἐρωτῶντας τὰ ὑπ’ αὐτῶν ἐρωτώμενα δεικνύναι, εἴπερ ἀληθῶς ἐλέγχειν μέλλοιεν, ὥσπερ καὶ φασίν· οὐ γὰρ φαι|νομένως φασὶν ἐλέγχειν ἀλλ’ ἀληθῶς. ἔτι σαφέστερον εἰπεῖν τὸ διὰ τοῦ
[*](f. 61v) ἐνίοτε μὲν ὁ μὴ συλλογισθεὶς λόγος δηλούμενον τοιοῦτόν ἐστιν· ἐνίοτε μὲν τὸν μὴ συλλελογισμένον λόγον ἔστι καλεῖν εὐήθη καὶ ἄξιον ἡγεῖσθαι καταφρονήσεως, ἐνίοτε δὲ οὐκ ἔστι ποιεῖν τοῦτο· οὔτε γὰρ εὐήθη ἔστι τοῦτον λέγειν, οὔτε μὴν ἄξιον καταφρονήσεως. εἰ μὲν γάρ ἐστιν ὁ τοιοῦτος λόγος ἐξ ἀδόξων ἢ ψευδῶν λημμάτων συγκείμενος, εὐήθης ἐστὶ καὶ καταφρονήσεως ἄξιος, ἢ ὅταν ἐλλείπῃ τι τῶν τοιούτων ἐρωτημάτων, τῶν τῷ πράγματι οἰκείων περὶ οὗ ὁ λόγος καὶ δι’ οὗ συνάγεται, τοῦ λόγου μὴ προσλαβόντος τοῦτο μηδὲ συλλογισαμένου. ὅταν δέ τι ἐλλείπῃ τῶν ἔξωθεν ὄντων, ἤγουν τῶν πρὸς κατασκευὴν ὄντων τῶν δύο προτάσεων τῶν παραληφθεισῶν ἐν τῷ λόγῳ, οὐκ ἔστιν εὐκαταφρόνητος, ἀλλ’ ὁ μὲν λόγος ἐστὶ καλός, ὁ δὲ ἐρωτῶν ἠρώτηκεν οὐ καλῶς. οὔτε δὲ πρὸς τὴν θέσιν οὔτε πρὸς τὸν ἀποκρινόμενον ἀλλὰ πρὸς τὸν χρόνον ἐρωτῶσιν, ὅσοι τοιαῦτα προτείνουσιν, ἃ πλείονος δεῖται καὶ μακροῦ χρόνου εἰς τὸ φανῆναι εἰ οὕτως ἔχει ὥσπερ προτείνεται. διὸ δεῖ καὶ τὸν ἀποκρινόμενον πρὸς τοῖν χρόνον λύειν. λύσει δὲ
[*](1 παρμενίδου λόγος] οὐ λόγο corr. non liquet unde I οὐ I πρότερον] c. 20 p. 177b16 5 εὐήθη δέ συλλογισμὸν λέγει Α προσλάβοι I: προλάβοι a: προσλάβη Α 7 post ἔχει add. καὶ a 8 ὁ λέγω (sic) I 10 ὡς AI: ὥσπερ a 10. 11 ἐν τῷ Περὶ ἀναλ. συλλ.] Anal. Pr. I 32 p. 47a24 —26 11 ἀναλύσεων a συλλογισμῶ I 15 καὶ Α: κἄν al εἴποις a τὰς σοφιστικὰς a δεικνύεινΑ 16 εἴρηται] p.191,6 προσδιαλεγομένους Α 17 τοὺς AI: πρὸς a 19 ἔτι al: ἔστι δὲ Α 21 μὲν ex δὲ corr. Ι1 μὴ Α· om. al 23 μὴν om. Α 24 ἀδόξων Α: ἐνδόξων al 25 ἄξιος καταφρονήσεως Α ἐλλίπῃ Α(Α) 26 τῷ om. Α 27 προλαβόντος a 28 ἐλλίπῃ Α 29 περιλειφθεισῶν Α 30 ἐστὶ Α: ἐστὶν οὐ al ἠρώτηκεν aI(Ccu): ἠρώτησεν Α Arist. 32 ὅσοι AI: ὅσα a) 195
πρὸς τὸν χρόνον, ἢ ἄν ἐνστάσεις κομίζῃ χρόνου πολλοῦ δεομένας ὀφθῆναι ἄν ἀληθεῖς ὦσι (καὶ γὰρ τῶν ἐνστάσεων αἱ μὲν εἰσίν, αἱ δὲ δοκοῦσι μέν, οὐκ εἰσὶ δέ, ὡς ἐν τῷ ὀγδόῳ εἴρηται τῶν τοπικῶν), ἢ λύσει πρὸς τὸν χρόνον καὶ ἐὰν οὕτω πὼς εἴποι· οὐ δίδωμι ταύτην οὐδὲ συγχωρῶ διὰ τὸ μὴ δοκεῖν καὶ πλείονος χρόνου δεῖσθαι πρὸς κατανόησιν εἰ ἀληθής ἐστι. τὰ δὲ ἑξῆς σαφῶς καταλέγει.
[*](p. 183a 37)Προειλόμεθα μὲν οὖν εὑρεῖν τινα δύναμιν συλλο- γιστικήν.
Δύναμιν συλλογιστικὴν τὴν τῶν τόπων λέγει πραγματείαν, καὶ εἴρηται ἐν ἐκείνοις, διὰ τί λέγεται δύναμις. εἰπὼν δὲ ἐν τοῖς τόποις “ἡ μὲν πρόθεσις τῆς πραγματείας μέθοδον εὑρεῖν, δι’ ἧς δυνησόμεθα συλλογίζεσθαι περὶ παντὸς τοῦ προτεθέντος’’, τοῦτο εἰπὼν καὶ ἐπενεγκὼν τὸ “καὶ αὐτοὶ λόγον ὑπέχοντες”, νῦν τὴν αἰτίαν τοῦ διὰ τί ἔργον ἐστὶ τῆς διαλεκτικῆς μὴ μόνον τὸ δύνασθαι λόγον λαβεῖν καὶ ἐρωτᾶν ἀλλὰ καὶ λόγον ὑπέχειν καὶ διδόναι εἶπε διὰ τοῦ ἐπεὶ δὲ προσκατασκευάζεται πρὸς αὐτὴν διὰ τὴν τῆς σοφιστικῆς γειτνίασιν. δεῖ δὲ πρότερον ἀναμνῆσαι τῶν πρότερον εἰρημένων καὶ οὕτω τὴν λέξιν ἐπελθεῖν. εἴρηται δὲ ὅτι, ὡς ἔχει ἡ ψευδογραφικὴ πρὸς τὴν γεωμετρίαν, οὕτως ἡ σοφιστικὴ πρὸς τὴν διαλεκτικήν· ὥσπερ γὰρ ἐκείνη ἐκ τῶν ἀρχῶν μὲν τῶν γεωμετρικῶν ὥρμηται, τὰς δὲ καταγραφὰς ψευδεῖς ποιεῖται καὶ μὴ δεούσας, οὕτως καὶ αὕτη ἡ σοφιστικὴ ἐκ τῶν δοκούντων μὲν ἐνδόξων, ἅπερ ἔνδοξα ἀρχαὶ τῆς διαλεκτικῆς εἰσιν, ὥρμηται, τούτων δὲ οἷς χρῆται ἢ μὴ ὄντων ἐνδόξων ἀλλὰ φαινομένων μόνον, ἢ ὄντων μὲν ἐνδόξων τὸ σχῆμα δὲ ἡμαρτημένων, ὅταν ἢ ἐκ δύο μερικῶν ἢ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συμπεραίνηται. εἰ οὖν ταῦτα ἀληθῆ, καλῶς τὴν σοφιστικὴν εἴρηκε τῇ διαλεκτικῇ γειτνιάζειν· ἀμφότεραι γὰρ περὶ παντὸς ἐπιχειροῦσιν, εἰ καὶ διαφέρουσι, καθάπερ εἴρηται. τούτων οὕτως ἐχόντων τὸ λεγόμενόν ἐστιν· ἐπειδὴ γειτνιάζει ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, ἡ δὲ σοφιστικὴ ἐπαγγέλλεται μὴ μόνον δύνασθαι λόγον λαβεῖν ἀλλὰ καὶ ὡς εἰδυῖα (ὁ γὰρ δία λεκτικὸς ὥσπερ μὴ εἰδὼς ἐρωτᾷ ἅπερ ἄν ἐρωτᾷ· ὁ δὲ σοφιστὴς πάντα εἰ [*](I κολάζη Α 3 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 10 p. 161a1sq. 4 ἄν Α εἴποι AI: εἴπῃ a 7 μὲν om. I 9 λέγει AI: λέγων a 9. 10 εἴρηται δὲ ἐκεῖ διὰ τί Α 10 δύναμιν a ἐν τοῖς τόποις] I1 —20 11 δι’ ἣν a: ἀφ’ ἧς Arist. 12 περὶ τοῦ προτεθέντος ἐξ ἐνδόξων Α 13 ὑπέχοντες οὐδὲν ἐροῦμεν ὑπεναντίον, ταῦτα οὑν εἰπὼν, νῦν λέγει τὴν αἰτίαν ἐνταῦθα. διά τί Α 14 τὸ AI: om. a καὶ (ante ἐρωτᾶν) al: ἤγουν Α 14. 15 ὑπέχειν, τουτέστιν ἀποκρίνεσθαι διὰ τοῦ Α 15 προκατασκευάζεται a(u) αὐτὸ I 17 πρότερον AI: τρόπων a εἴρηται] c. 1 1 p. 171b35sq. δὴ A 18 ἡ prius AI: om. a 20 οὔσας Α 23 μέν Α: om. al 25. 26 γειτνιάζειν τῆ διαλεκτικὴ Α 26 πάντα a 26. 27 διαφέρουσι aA: διαφόροις I 30 σοφιστικὸς Α)
196
δέναι ἐπαγγέλλεται καὶ οὐδὲν εἶναι ὃ μὴ οἶδεν· εἰ δὲ πάντα οἶδεν, ἐκ δὲ τῶν πάντων καὶ ἅπερ ἐρωτᾷ ἐστι, δῆλον ἄρα ὡς οἶδε καὶ ὅσα ἄν καὶ οἷα ἐρωτᾷ· τοῦτο γὰρ καὶ ὁ ἐν τῷ Πλάτωνι Γοργίας ἐδήλωσεν εἰπὼν “οὐδεὶς οὐδέπω πολλῶν ἐτῶν καινόν τί με ἠρώτησε”, μόνον οὐχὶ λέγων ὅσα ἄν μέ τις ἐρωτᾷ, οἶδα, καὶ οὐδέν ἐστιν ὅ με διέλαθεν’), ἐπειδὴ τοίνυν ἡ σοφιστικὴ πάντα εἰδέναι ἐπαγγέλλεται, τὸν δὲ λέγοντα πάντα γινώσκειν μᾶλλον προσήκει ἐρωτᾶσθαι καὶ φανερὰ ποιεῖν ἅπερ ἐπίσταται ἤπερ ἐρωτᾶν, φαίνεται ὅτι καὶ τῆς διαλεκτικῆς ἔργον ἐστὶν οὐ μόνον τὸ ἐ|ρωτᾶν
[*](f. 62r) ἀλλὰ καὶ τὸ ἐρωτᾶσθαι καὶ λόγον ὑπέχειν, καὶ μᾶλλον τοῦτο· εἰ γὰρ τῆς σοφιστικῆς μᾶλλόν ἐστι τὸ λόγον διδόναι ὡς λεγούσης πάντα εἰδέναι, γειτνιάζει δὲ καὶ ἡ σοφιστικὴ τῇ διαλεκτικῇ, εἴη ἂν καὶ τῆς διαλεκτικῆς ἔργον τὸ ὑπέχειν λόγον. διὰ ταύτην οὖν, φησί, τὴν αἰτίαν εἶπον ἐκεῖ ἔργον εἶναι τῆς διαλεκτικῆς μὴ μόνον λαμβάνειν δύνασθαι λόγον ἀλλὰ καὶ διδόναι. ἐν δὲ τῇ λέξει τῇ τὴν δὲ αἰτίαν εἰρήκαμεν τούτου ἐλλείπει τὸ νῦν· εἴρηκε γὰρ οὐκ ἐκεῖ ἀλλὰ νῦν δι’ ὅ τι ἔργον ἐστὶ τῆς διαλεκτικῆς καὶ τὸ λόγον ὑπέχειν. ὅτι δ’ οὐκ αὐτόθεν οὐδὲ προηγουμένως τῆς διαλεκτικῆς ἐστι καὶ τὸ λόγον ὑπέχειν ἀλλὰ διὰ τὴν τῆς σοφιστικῆς πρὸς αὐτὴν γειτνίασιν, παρέθετο τὸν Σωκράτην λέγοντα μηδὲν εἰδέναι, ὡς τοῦ διαλεκτικοῦ δῆθεν ἀγνοοῦντος ἅπερ ἂν ἐρωτᾷ· τὸν δὲ ὡς ἀγνοοῦντα ἐρωτῶντα οὐκ ἀνάγκη λόγον ὑπέχειν ἀλλὰ μᾶλλον λαμβάνειν. λέγει δὲ δεδηλῶσθαι αὐτῷ ἐν τοῖς τοπικοῖς (ταῦτα γὰρ εἶπε πρόσθεν) καὶ ἐκ τίνων καὶ πρὸς πόσα ἐστὶ τό τε ἐρωτᾶν καὶ λόγον ὑπέχειν. ἡ λέγοι ἂν πρόσθεν καὶ τὰ ἐνταῦθα εἰρημένα· εἴρηκε γὰρ ἐκ τίνων οἱ παραλογισμοὶ γίνονται καὶ πρὸς πόσα δεῖ βλέποντα τόν τε ἐρωτῶντα ἐρωτᾶν καὶ τὸν ἀποκρινόμενον ὑπέχειν λόγον. δῆλα δὲ καὶ τὰ ἑξῆς. ἐν δὲ τῇ λέξει τῇ τὰ μὲν παρ’ ἑτέρων ληφθέντα πρότερον πεπονημένα ὑποστικτέον εἰς τὸ πρότερον, εἶτα ἐπακτέον τὸ πεπονημένα καὶ τὰ συνεχῆ τούτων. ὃ δὲ λέγει ἐστὶν ὅτι τὰ μὲν ὑπό τινων εὑρεθέντα πρότερον παραλαβόντες οἱ ἀπ’ ἐκείνων ἐφεξῆς ἅπαντες κατὰ βραχὺ ταῖς καθ’ ἕκαστον προσθήκαις ἐπὶ μέγα ἤυξησαν· τοῦτο δὲ εἶπε καὶ ἐν τῷ ἐλάττονι ἄλφα τῶν Μετὰ τὰ φυσικά. τὸ δὲ χρησιμωτέραν μέντοι πολλῷ τῆς ὕστερον ἐκ τούτων αὐξήσεως ταὐτόν ἐστι τῷ ‘ἡ ἐξ ἀρχῆς τινος εὕρεσις, κἄν ἀτελές ἐστι τὸ εὑρε-
[*](1 post μὴ add. εἶναι al; om. Α 3 πλάτωνος γοργίᾳ a εἰπὼν] Gorg. c. 2 p. 448 Α memoriter citat cf. p. 15,14 —16 4 post πολλῶν add. καὶ al: om. Α 5 τις ἐρωτᾷ aA: ἐρωτῶσιν I 7 ἧπερ Α 8 ἐστὶν ἔργον a 10 ἐστι μᾶλλον Α 10. 11 γειτνιάσει a 12 ἐκεῖ aA: ἐκείνην Ι 14 τῆς pro altero τῆ Α εἰρήκειγεν I λείπει Α τὸν νῦν a 15 διατί Α 17 καὶ om. Α 19 post ἀγνοοῦντα add. τὰ ἐρωτώμενα Α 20. 21 δηλῶσαι αὐτὸ Α 21 ἐν τοῖς Τοπ.] VIII 24 δεῖ Α: δὴ al 25 λόγον Α: λόγους al 27 ἐπανακτέον a 28 πρότερον εὑρεθέντα a παραλαβόντες aA: λαβόντες I 28.29 ἀπ’ ἐκείνους (sic) Α 29 post βραχὺ add. μετὰ πόνων καὶ φροντίδων a καθέκαστον Ι: καθ’ ἑκάστην a Α 30 καὶ om. a ἐν τῷ ἐλάττονι ἄλφα (ᾱ a) τῶν Μετὰ τὰ φῦσ’.] c. 1 p. 993b18 31 χρησιμωτέραν Arist.: χρησιμώτερον AI(u) post πολλῷ add. καὶ Α 32 ἡ om. a τινὸς corr. ex τινῶν I1) 197
θέν, ὅμως ἡ τούτου εὕρεσις χρησιμωτέρα ἐστὶ πολλῷ τῆς ὕστερον τοῦ εὑρεθέντος ἐπιδόσεως τε καὶ τελειώσεως’· εἰ γὰρ μὴ ὅλως εὑρέθη, οὐδ’ ἄν ἐπίδοσιν ἔσχε. “παντὸς γάρ”, φησὶν ἐν τοῖς Μετὰ τὰ φυσικά, “τὸ ἐλλεῖπον προσθεῖναι” τοῦ εὑρεθέντος· τὸ δὲ τὴν ἀρχὴν εὑρεῖν οὐ παντός· πᾶσα γὰρ ἀρχὴ ὅσῳ κράτιστόν ἐστι τῇ δυνάμει, τοσούτῳ σμικρότατον τῷ μεγέθει. καὶ πολλὰ ἡμῖν ἐστι δῆλα οὕτως ἔχοντα· καὶ γὰρ ἡ κεγχραμὶς καίτοι σμικρότατον ὂν τῷ μεγέθει μέγα τῇ δυνάμει τυγχάνει, εἴ γε ἐξ αὐτῆς ἡ συκῆ τοσοῦτον τῷ μεγέθει δένδρον. ταύτην οὖν εἴ τις εἶδεν ἐξ ἀρχῆς, οὐδ’ ὄναρ ἄν ἤλπισεν ὅτι τηλικοῦτον ἐξ αὐτῆς γενήσεται δένδρον· ὅμως ταύτης εὑρεθείσης ὡς ἀρχῆς πολλὰ ἡμῖν ἐκ τούτου γέγονε δῆλα κατὰ βραχὺ πονήσασιν, οἷον ὅτι ἐν αὐτῇ δυνάμει ἦσαν στέλεχός τε καὶ κλάδοι καὶ φύλλα καὶ ὄζοι, καὶ ὅτι οἱ φυσικοὶ καὶ σπερματικοὶ ἐν αὐτῇ λόγοι ἀσώματοί εἰσιν· οὐ γὰρ ἄν τοσοῦτοι ὄντες τῷ πλήθει ἐχώρησαν ἐν αὐτῇ οὕτως οὔσῃ σμικροτάτῃ τὸ μέγεθος.