In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 177a 6)

Διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον.

Ἶσον ἐστὶ τὸ προκείμενον τῷ ‘πολὺ διαφέρει τὸ ὁρᾶν τὴν τοῦ λόγου ἁμαρτίαν (τοῦτο γάρ ἐστιν ἡ λύσις, ἡ εὕρεσις τῆς ἁμαρτίας τοῦ λόγου), ὅτε κατὰ σχολὴν καὶ καθ’ ἑαυτοὺς λαμβάνοντες τὸν συλλογισμὸν σκοποῦμεν, πῶς συλλελόγισται καὶ πῶς αἱ προτάσεις ἐλήφθησαν, καὶ ὅτε ἐρωτώμεθα’· ἐργῶδες γάρ ἐστι καὶ πολλῆς τῷ ὄντι ἕξεως ἅμα τῇ ἐρωτήσει τὸ συμαβαῖνον ἐκ τοῦ λόγου δύνασθαι συνορᾶν.

[*](p. 177a 9)

Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχων.

Τέσσαρές εἰσι τρόποι ἐξ ὧν τὰ δύο εἴδη, τό τε καθ’ ὁμωνυμίαν καὶ τὸ κατ’ ἀμφιβολίαν, εἴωθε συνίστασθαι. πρῶτος μέν, ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινὸς ἐστιν ἐπίσης τοῦ τε ἀπὸ τῆς ὁμωνυμίας νυμίας γινομένου ἐλέγχου καὶ τῆς ἀμφιβολίας. δεύτερος δέ, ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· ἔστι δὲ καὶ οὗτος κοινός. τρίτος δέ, ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὡς τὸ ‘ἐπίσταται γράμματα’· οὔτε γὰρ τὸ ‘ἐπίσταται’ πλείω σημαίνει οὕτε τὸ ‘γράμματα’, συντεθὲν δὲ διττόν ἐστιν· ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ὅταν τὸ μὲν σύνθετον ἓν σημαίνῃ, ὡς τὸ ‘ὁ ἄνθρωπος νεκρός ἐστι’, κεχωρισμένον δὲ πολλά, ὥσπερ καὶ τὸ ‘Ὅμηρος ποιητής ἐστιν’ ἓν δηλοῖ, χωρισθὲν δέ, οἷον ‘Ὅμηρός ἐστι’, πολλά· ἢ γὰρ ὅτι ποιητής ἐστιν, ἢ ὅτι ζῇ καὶ ἔστι. τούτων οὕτως ἐχόντων λέγει ὅτι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἁμφιβολίαν ἐλέγχων οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔλεγχοι ἕν τι τῶν ἐρωτημάτων ἔχουσι πολλὰ [*](2 ἐν ταῖς AI: ἡ ἐν ταῖς a 10. 11 λύειν λόγον om. I 14 λαμβάνοντες scripsi: λαμβάνονται al 15 ἐρωτώμεθα Α: ἐρωτῶνται al 18 post καὶ add. τὴν Α Arist. (om. D) cf. vs. 32 19 ἐλέγχων om Α 20.21 δὐο—συνίστασθαι al: πολλαχῶς λεγόμενα συνίστασθαι εἴωθε Α 22 σημαίνει a 23 δὲ A: om. al 25 σημαίνει a 28 τούτου Α σημαίνει a 29 post τὸ alt. add. ὁ a 30 κεχωρισθὲν a 31 ἢ prius AI: εἰ a 32 τῶν παρὰ Al: περὶ τῶν a 33 post ἔχουσι erasit 1 litt.)

138
σημαῖνον, τὸ ὄνομα δηλαδή· ἐπεὶ δὲ τοῦτο ἔχουσι πολλὰ σημαῖνον, καὶ ὁ λόγος διττὸς ἔσται ᾧ συνεπλάκη τὸ ὄνομα. προσυπακουστέον οὖν τὸ καὶ τὸν λόγον‘, ἵν’ ᾖ τὸ πλῆρες οὕτως· οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔχουσι καὶ τὸ ὄνομα καὶ τὸν λόγον πλείω σημαίνοντα. ἐν γὰρ τῷ ‘ὁ κύων πορεύεται’ καὶ τὰ ὀνόματα πλείω σημαίνει καὶ ὁ λόγος· ἡ γὰρ πορεία καὶ ἐπὶ ἕρψεως καὶ βαδίσεως καὶ νεύσεως λέγεται. εἰ οὖν τὸ κύων ὄνομα πολλὰ σημαίνει, ἔσται καὶ ὁ λόγος ᾧ συντεθήσεται τοῦτο διττός [οἱ δὲ τὸ συμπέρασμα]. οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ἐν λόγῳ διττὸν ἔχουσιν, ὃν συμπέρασμα ὠνόμασε διὰ τὸ καὶ αὐτὸ λόγον εἶναι· ἡ γὰρ ἀμφιβολία καὶ ὡς πρότασις προβάλλεται καὶ προτείνεται, γίνεται δὲ καὶ συμπέρασμα. οἱ οὖν παρὰ τὴν ἀμφιβολίαν τὸν λόγον ἔχουσι πλείω σημαίνοντα, τὰ δὲ ὀνόματα οὐχί, οἷον ‘‘γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, αὐτὸς δὲ ὁ λόγος σφάς αὐτοὺς σημαίνων ἑλεῖν τε καὶ αἱρεθῆναι. καὶ τάχα τις εἴποι ὡς καὶ ἐν τῷ κατ’ ἀμφιβολίαν ἐλέγχῳ καὶ ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχουσιν· ἐν γὰρ τῷ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ καὶ ὁ λόγος διττὸς καὶ τὸ σιγῶντα. καὶ πρῶτα μὲν λεκτέον ὅτι τὸ σιγῶντα οὐκ ὄνομα ἀλλὰ μετοχή· ὁμοίως καὶ τὸ ὁρῶντα. ἄλλως τε δὲ ἐπὶ μὲν τῶν παρὰ τὴν ὁμωνυμίαν ἀεὶ τὸ διττὸν καὶ ἐν ὀνόμασίν ἐστι καὶ ἐν λόγοις· ἐν δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς | οἰκεῖον μὲν ἐν τῷ λόγῳ τὸ διττόν, ὡς εὑρήσεις [*](f. 44r) τὸν φιλόσοφον κατ’ ἀρχὰς τοῦτο αὐτὸ λέγοντα· ὁτὲ δὲ ἔχουσι τὸ διττὸν καὶ ἐν ὀνόματι, ὁτὲ δὲ οὐκ ἔχουσι. ζητήσειε δ’ ἄν τις πῶς πρότερον ἔλεγεν ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν “ἐν τῇ ἀντιφάσει” ἐστὶ τὸ αἴτιον τοῦ παραλογισμοῦ, οὐκ ἐν τῷ συλλογισμῷ, ἤτοι τῷ συμπεράσματι, νῦν δὲ λέγει ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέρασμα διττόν. ἢ ἐπειδὴ ἔν τισι τῶν σοφισμάτων τὸ συμπέρασμα τὸ αὐτό ἐστι μιᾷ τῶν προτάσεων, διὰ τοῦτο ὁτὲ μὲν ὡς παράδειγμα τοῦ ἔχοντος τὸ διττὸν ἐν ταῖς προτάσεσι λαμβάνει αὐτό, ὁτὲ δὲ ὡς παράδειγμα τοῦ ἔχοντος τὸ συμπέρασμα διττόν· ὅτι δὲ ἐν τῷ ‘ἆρ’ ἆρ’ ἔστι σιγῶντα λέγειν;’ τὸ συμπέρασμα καὶ ἡ πρότασις τὸ διττὸν ἔχουσιν, οὐκ ἄδηλον. ὅταν δὲ ἕτερόν τι τὸ συμπέρασμα τῶν προτάσεων, οὐδέποτε ἔλαβε τὸ συμπέρασμα καὶ ὡς παράδειγμα προτάσεως ἐχούσης τὸ διττόν, ἀλλὰ μόνον ὡς συμπέρασμα. τὸ δὲ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον παράδειγμά ἐστι τοῦ κατὰ ἀμφιβολίαν ἐλέγχου· οὐδὲν δὲ τῶν ὀνομάτων τὸ ἐρώτημα ἔχει διττὸν ἀλλὰ τὸν λόγον. ἔστι δὲ τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὁ ἐπιστάμενος λέγειν ἢ πράττειν ἐκεῖνο συνεπίσταται ὃ λέγει ἢ πράττει; [*](3 τὸ AI: om. a post μὲν add. οὖν Α ἐν γὰρ—8 ἀμφιβολίαν praeterea alii scholio inseruit Α (= A b) 5 τὸ ὄνομα πολλὰ A b 6 ἐπὶ τῆς, omisso καὶ, A b πλεύσεως A b 8 οἱ δὲ τὸ σ. om. A b post ἀμφιβολίαν add. δηλαδὴ Α 12 τὸν ὗν Ι: τὸ νῦν a: τὸν σῦν Α 13.14 σφᾶς—αἱρεθῆναι] διττός Α 14 τάχα δὲ, omisso καὶ, Α 15 καὶ prius om. Α 17 πρῶτα AI: πρῶτον a 19 ἐν alt. Α: om. al 21 κατ’ ἀρχὰς] c. 4 p. 166a6 sq. 22 ὀνόματι AI: ὀνόμασι a 23 πρότερον] c. 10 p. 171a8 24 ἤτοι AI: ἤγουν a 33 μὴ om. a 34 an οὐδὲν γὰρ?)
139
ναί· οὗτος δὲ ἐπίσταται λέγειν ἰαμβεῖα· οὗτος ἄρα συνεπίσταται (καὶ τὰ ἰαμβεῖα· ἀλλὰ μὴν ἀγνοεῖ τὰ παρ’ αὐτῶν δηλούμενα (ὁ γὰρ παιδὸς ἢ ἰδιώτου ἠρωτᾶτο)· εἰ οὖν οὗτος [μὲν] ἐπίσταται μὲν λέγειν οὐ συνεπίσταται δὲ καὶ τὰ δι’ αὐτῶν δηλούμενα (οὐδὲν γὰρ κωλύει ἀποστοματίσαντα ἐπίστασθαι δίχα βιβλίου προφέρειν τε καὶ ἐπαγγέλλειν, ἀγνοεῖν δὲ τὰ δηλούμενια δι’ αὐτῶν), ψεῦδος ὅτι συνεπίσταται. εἰπὼν δὲ τοὺς μὲν ἀπὸ τῆς ὁμωνυμίας καὶ τὸ ὄνομα καὶ τὸν λόγον ἔχειν πλείω σημαίνοντα, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν [τὸ μὲν συμπέρασμα καὶ] τὸν [πλείω σημαίνειν], εἴτε πρότασίς ἐστιν ὁ λόγος εἴτε συμπέρασμα, τῶν ἀπὸ τῆς ὁμωνυμίας οὐκ ἔθηκε παράδειγμα· τῶν δὲ παρὰ τὴν ἀμφιβολίαν δύο τέθεικε παραδείγματα, τὸ μὲν ἔχον διττὸν καὶ τὰς προτάσεις καὶ τὸ συμπέρασμα, τὸ δὲ τὴν πρότασιν μόνον. εἰδέναι γὰρ δεῖ ὅτι τοῦ μὲν σιγῶντα λέγειν διττὸν μὲν τὸ συμπέρασμα καὶ ἡ πρότασις, τοὐ δὲ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον ἡ μὲν πρότασις διττή, τὸ δὲ συμπέρασμα οὐχί· τὸ γὰρ συμπέρασμα τὸ ‘οὗτος ἄρα συνεπίσταται καὶ τὰ ἰαμβεῖα᾿ οὐ διττόν. ἦν δ’ ἄν σαφεστέρα ἡ λέξις ἡ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπίστα μένον, εἰ οὕτω πὼς εἶχεν· ἐν δὲ τῷ ἐλέγχῳ τῷ λέγοντι ‘οὐκ ἄρα συνεπίσταται ὁ ἐπιστάμενος’ τὸ ἐρώτημα διττὸν καὶ ἀμφίβολον, τὸ δὲ συμπέρασμα ἀπλοῦν. τὸ δὲ καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν, ὁτὲ δὲ οὐκ ἔστιν εἶπε περὶ τῶν δύο τρόπων τῶν τὰ πολλαχῶς λεγόμενα συνιστώντων, τοῦ τε χωρὶς μὲν ἕκαστον ἔχοντος ἁπλοῦν, συντεθέντος δὲ οὐχ ἁπλοῦν, καὶ περὶ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος. καὶ ἔστιν ὃ λέγει τοιοῦτον, ὅτι τὸ διττὸν ὁτὲ μέν, χωρισθέντος τοῦ ‘ἐπίσταται’ τῶν γραμμάτων, οὐκ ἔστι, συντεθέντων δὲ ἔστι· ποτὲ μὲν γὰρ τὸ διττὸν ἐν συνθέσει ἐστίν, ἐν διαιρέσει δὲ οὐκ ἔστιν, ἢ καὶ ἀνάπαλιν. ἔστι δὲ καὶ οὕτως· τὸ διττὸν ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς ποτὲ μέν ἐστι καὶ ἐν τοῖς ἐρωτήμασι καὶ ἐν ταῖς προτάσεσι, ὁτὲ δὲ οὐκ ἔστιν· εἴρηται γὰρ διαφέρειν ἀλλήλων τὰ δύο ταύτα ειοη τῳ τοὺς μὲν ἀπὸ της ομωνυμιας αει εχειν καὶ ἐν ονομασι καὶ ἐν ἐρωτήμασι τὸ διττόν, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν οὐκ ἀεί, ἀλλὰ ἔχειν οὕτως τὸ διττὸν ποτὲ μέν, ποτὲ δ’ οὔ. τὸ δὲ ἀλλὰ σὴ μαίνει τὸ διττὸν ὁτὲ μὲν ὂν ὁτὲ δὲ οὐκ ὄν ἴσον ἐστὶ τῷ ‘τὶ μὲν τοῦ διττοῦ ἐστιν ὂν καὶ ἀληθές, τὶ δὲ μὴ ὂν καὶ ψεῦδος. ἐπὶ γὰρ τοῦ ἀρ’ ὁ ἐπιστάμενος λέγειν καὶ ἐκεῖνο συνεπίσταται <ὃ> λέγει πῇ μὲν ἀληθὲς πῇ δὲ ψεῦδος· ἐπὶ μὲν γὰρ τοῦ ἐπιστήμονος ἀληθές· οὗτος γὰρ συνεπίσταται· ἐπὶ δὲ τοῦ παιδὸς ἢ τοῦ ἰδιώτου ψεῦδος.

[*](3 μὲν prius delevi μὲν alt. I: om. a 8. 9 τὸ—καὶ et πλείω σημαίνειν delevi 10 τῶν Α: τοῖς aI 14 τὸν aV: τὸ I ἐπιστάμενον A Arist.: συνεπιστάμενον al 15 τὸ alt. om. Α 17 εἰ poriisse videtur in A δὲ Al: om. a 21 περὶ om. Α 22 post ἀντιστρόφως add. τοῦτο a τούτου Α 23 ἐπίσταται Al: ἐπίστασθαι a γραμμάτων aA: γραφέντων I 25 post ἐν induxit μέν Α 30 οὕτως scripsi: αὐτοὺς aAI 31 ὁτέ—ὁτὲ I: ὅτε—ὅτε a(T): ποτὲ—ποτὲ Α: τὸ—τὸ Arist. 33 ὃ λέγει scripsi cf. p. 138,36: λέγειν aAI 35 παιδὸς Al: παιδίου a)
140