In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Ὅσοις μὲν οὗν ἐν τῷ τέλει τὸ πολλαχῶς.
Τὸ λεγόμενον δῆλον ἔσται, εἴπερ ἀναμνησθῶμεν ὧν εἶπεν ἐν τῷ δευτέρῳ τέρῳ τῶν Προτέρων ἀναλυτικῶν ἐν οἷς περὶ τοῦ ἐξ | ἀντικειμένων συλλογίζεσθαι [*](f. 44v) τὸν λόγον ἐποιεῖτο. εἰσὶ δὲ ἅπερ εἶπεν ἐκεῖσε ταῦτα πρὸς τῶ τέλει· “δεῖ δὲ κατανοεῖν ὅτι οὕτως μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ, ὥστ’ εἶναι τὸ συμπέρασμα τὸ μὴ ὂν ἀγαθὸν ἀγαθὸν ἢ ἄλλο τῖ’ καὶ τὰ λοιπά. τούτων οὕτως ἐκεῖ ῥηθέντων δῆλον ὅτι τὸ ὅσοις μὲν οὖν ἐν τῷ τέλει ἴσον ἐστὶ τῷ ‘ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι’· τοῦτο γὰρ εἶπε τέλος. ἐν ὅσοις μὲν οὖν ἐν τῷ τέλει ὁρᾶται τὸ πολλαχῶς λεγόμενον, τουτέστιν ἡ ἀντίφασις, δεῖ εἰδέναι ὅτι ἡ πρότασις ἔχουσα τὴν ἀντίφασιν ἐλήφθη· εἰ γὰρ μὴ προσλάβῃ ἐν τῇ προτάσει τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος ἐξ ἑνὸς συλλογισμοῦ τἀναντία συνάγων. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῶν ἐν τῶ δευτέρω τῶν Προτέρων ἀνα- εἰρημένων ἐπήγαγεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος, ὡς εἰ ἔλεγεν ‘εἴρηται εἴρηται γὰρ καὶ ἐν ἐκείνοις ὅτι ἄνευ τοῦ προσλαβεῖν τὴν ἀντίφασιν οὐ δύναται γενέσθαι ἔλεγχος ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν’· τὰ γὰρ δεύτερα τῶν Προτέρων τὰς ἀρχὰς περιέχει τῶν Σοφιστικῶν ἐλέγχων. ἢ μᾶλλον τὸ λεγόμενόν ἐστιν· ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι ἀμφιβολία ἐστί (ταύτην γὰρ εἶπε πολλαχῶς), ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὔπω δῆλον εἰ ἐλέγχει· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ γίνεται ἔλεγχος. οἷον ἆρ’ ἔστι τυφλὸν ὁρᾶν; οὔ· τί δέ, ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν. τοῦτο ἀμφίβολον· ἢ γὰρ ὅτι ὁ τυφλὸς ὁρᾷ, ἢ ὅτι ὁ βλέπων ὁρᾷ τὸν τυφλόν. ὥστε εἰ μέλλει φανῆναι ἔλεγχος, δεῖ προσλαβεῖν τὴν ἀντίφασιν οὕτως· ἔστιν ἄρα τυφλὸν ὁρᾶν καὶ μὴ ὁρᾶν· ἢ οὕτως· ὁ τυφλὸς ἄρα ὁρᾷ καὶ οὐχ ὁρᾷ. ἐπειδὴ γὰρ ἀμφίβολόν ἐστι διὰ τὸ πολλὰ δηλοῦν τί τούτων συνεπεράνατο, εἰ μὴ προσλάβῃ τὴν ἀντίφασιν, ἄδηλός ἐστιν εἰ εἰς θάτερον τῶν σὴ μαινομένων βλέπων συνεπεράνατο ἀλλὰ μὴ εἰς θάτερον. ἐν γὰρ τῷ ‘ἔστιν ἄρα σιγῶντα λέγειν’ ἄδηλον εἰ ἐλέγχει· ἂν δὲ προσλάβῃ τὴν ἀντίφασιν, λέγων ‘ἔστιν ἄρα σιγῶντα λέγειν καὶ μὴ λέγειν’, δῆλος γίνεται. οὕτω γὰρ εἶπε τὸν ἔλεγχον γίνεσθαι ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν· ὃ καὶ αἰνιττόμενος εἶπεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος.
[*](2 ἔσται I: ἔστιν a 2, 3 ἐν τῷ δευτέρῳ τῶν Προτ. Ἀναλυτ.] c. 15 p. 64b —19 4 τῷ scripsi: τὸ al 5 ἐναντία v Arist. cf. vs. 12: ἐναντίον al 7 ἐκεῖ I: ἐκεῖσε a 15 εἰ ἔλεγεν I: ἔλεγχος a 18. 19 ἐν ὅσοις παραλογισμοῖς ἐν τῶ συμπεράσματι τὸ πολλαχῶς, ἤγουν ἀμφιβολία τίς ἐμφαίνεται, εἰ μὴ Α 19. 20 post ἀντίφασιν add. τὸ συμπέρασμα Α 20 τούτου—τὸ] ἤγουν Α 22 post ὁρᾷς add. ναί Α τοῦτο ἀμφίβολον] ἰδοὺ τὸ συμπέρασμα ἀμφίβολόν ἐστι. δύο γὰρ φαίνεται σημαῖνον Α γὰρ om. Α 23 τὸν om. Α ἔλεγχος γενέσθαι A 25 οὕτως om. Α)Ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη.
’Ev ὅσοις δέ, φησίν, ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφάσκειν, τουτέστιν οὐ δεῖ ἁπλῶς ἀποφάσκειν καὶ λέγειν ὅτι οὔ, ὅταν πῇ μέν ἐστιν ἀληθὲς πῇ δὲ ψευδές. ἐπὶ τούτων δὴ οὗν οὐκ ἀνάγκη προαποφάσκειν· ψευδῶς γὰρ ἀποφάσκοις ἄν. ὅταν δὲ ὅλως ᾖ ψεῦδος, δεῖ ἀποφάσκειν· οἷον ἆρά γε ὁ Αἴας Θερσίτῃ ἐμονομάχησεν; οὔ· ἐνταῦθα γὰρ ἀνάγκη προαποφῆσαι· οὐδεὶς γὰρ τοῖν Αἰάντοιν Θερσίτῃ ἐμονομάχησεν. ἐπὶ δὲ τοὐ ‘ἀρά γε ὁ ἐπιστάμενός τι λέγειν καὶ ἐκεῖνο συνεπίσταται ὃ λέγει;’ οὐκ ἀνάγκη ἀποφῆσαι· ἐπὶ γὰρ τοῦ ἐπιστήμονος ψεῦδος τὸ ἀποφῆσαι· συνεπίσταται γὰρ ὁ ἐπιστήμων ἃ λέγειν ἐπίσταται. ἐπὶ μὲν οὖν τούτων οὐκ ἀνάγκη. ἐπὶ δὲ τοῦ συμπεράσματος ἀνάγκη λέγειν οὔ· οἷον ‘οὐκ ἄρα συνεπίσταται ὃ ἐπίσταται λέγειν’· ῥητέον οὔ· ψεῦδος γὰρ τὸ τοὺς ὡδὶ ἐπισταμένους, οἷον τοὺς ἐπιστήμονας, [τὸ] μὴ συνεπίσταθαι λέγειν ἐπίστανται. εἰπὼν δὲ ὅτι οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν, τὴν αἰτίαν ἐπήγαγε τούτου διὰ τοῦ οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος, τουτέστιν οὐ γὰρ πρὸς τοῦτο τὸ ἐρώτημά ἐστιν ὁ λόγος ἀλλὰ διὰ τοῦτο, ἤτοι τὸ συμπέρασμα· διὰ γὰρ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα. καὶ ἐπεὶ διὰ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα, ἐν δὲ τῷ ἐρωτήματι ἄδηλόν ἐστι τὸ συμβαῖνον (ἀγνοοῦμεν γὰρ εἴτε ἐπὶ τοῦ ἐπιστήμονος εἴτε ἐπὶ τοῦ παιδὸς τὸν λόγον συμπερανεῖ), οὐκ ἀνάγκη προαποφάσκειν, ἀλλὰ λέγειν ὅτι ἴσως ἢ ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ὅπερ αὐτὸς ποίει.