In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 174b 8)

Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι.

Τὸ μὲν κατάλληλον τῆς λέξεως τοιοῦτόν ἐστι· σφόδρα δὲ καὶ μάλιστα πολλάκις δοκεῖν ποιεῖ ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· μάλιστα [*](1 τοῦτον om Α 2 ἀμφώδοντα A 3 ἡ alt. AI: om. a 4 ἀμφώδουν Α 7 χρήσιμόν I: χρηστέον a 9. 10 εἰ ὁ ἐρωτῶν ἐθέλει λαβεῖν τὴν πρότασιν τὴν Α 10. 11 συζεύξαντα—ἐρώτησιν aI: δεῖ προτείνειν τὴν πρότασιν συζεύξαντα καὶ τὸ ἐναντίον· οἶον Α 11 προτείνεσθαι I: προτίθεσθαι a 11. 12 τῶ πρὶ ἢ ἅπαντα ἀπειθεῖν 12 δίοι aI: βούλεται Α 14 post λαβεῖν add. οὕτως Α δεῖ AI: om. a 15 ἔν τισι] velut u μὲν οὑν om. Α πρόσκειται Α: πρόκειται I: πρότερον a 16 τὸ λεγόμενον om. Α ἔγκειτο a 20.21 συλλαμβάνειν—προτάσεως—αὐτὴ Α: συμβάλλειν—ἐρωτήσεως—αὐτοῦ al 26 πρὸ εἰ Α 28 et 30 ἐληλέχθαι al 29 μὲν om. Α 30 πολλάκις om. Α δοκεῖν ποιεῖ scripsi (u T): δοκεῖ ποιεῖν aAI 31 τοιοῦτόν ἐστιν ὃ λέγει Α)

114
φαντασίαν ἀποτελεῖ ἐλέγχου, ὅταν μὴ συλλογισαμένου τοῦ ἐρωτῶντος μὴ ἐν ἐρωτήσει τὸ τελευταῖον, ἤγουν τὸ συμπέρασμα, ἐξάγηται ἀλλ’ ἀποφαντικῶν ἐπάγηται· τοῦτο γάρ ἐστι τὸ συμπεραντικῶς. ἀλλὰ διὰ τί οὐκ εἶπε μὴ ἐν ἐρωτήσει τὸ συμπέρασμα ἀλλὰ τὸ τελευταῖον; ἢ ὅτι συμπέρασμα κυρίως λέγεται τὸ συλλογιστικῶς καὶ κατὰ μέθοδον συλλογιστικὴν συναγόμενον. τὸ δὲ μὴ οὕτω πῶς ἂν συμπέρασμα ῥηθείη; τὸ γὰρ λέγον ὅτι τὸ παρὰ τὸ ὂν οὐκ ὄν, τὸ οὐκ ὂν οὐδέν, ἓν ἄρα τὸ ὄν, τοῦτο τελευταῖον μὲν ῥηθήσεται ὡς ὕστερον ἐπαχθέν, συμπέρασμα δὲ οὔ. δεῖ οὖν, φησί, συμπεραντικῶς ἐπάγειν ‘οὐκ ἄρα πολλὰ τὸ ὄν, οὐκ ἄρα πεπερασμένον τὸ ὄν’· φαίνεται γὰρ ὅτι ὡς ἀποδείξας καὶ θαρρῶν τῇ ἀποδείξει οὕτως ἐπάγεις, ὅτι καὶ ἐν τῇ κυρίως ἀποδείξει οὕτως ἐπήγετο τὸ συμπέρασμα ‘οὐκ ἄρα σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ’. εἰ δὲ ἐν ἐρωτήσει ἐπάξεις ‘πότερον οὐ δοκεῖ σοι ἐκ τούτων ὅτι οὐκ ἔστι πολλὰ τὸ ὂν ἀλλ’ ἕν;’, δοκεῖς ὅτι μὴ ἀποδείξας μηδὲ θαρρῶν τῇ ἀποδείξει ἐρωτᾷς· ὁ γὰρ ἀποδεδειχὼς οὐκ ἐρωτᾷ. ἄλλως τε εἰ κατ’ ἐρώτησιν προαχθείη, ἐνσταίη σταίη ἴσως ὁ ἀποκρινόμενος λέγων μὴ καλῶς αὐτὸν συνάξαι τὸν ἐρωτῶντα, καὶ ἀπαιτήσει ὅθεν συνῆκται.

[*](p. 174b 12)

Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου.

Σοφιστικόν ἐστι καὶ τὸ κειμένου παραδόξου τὸ προκείμενον ἀξιοῦν ἀποκρίνεσθαι· τὸ γὰρ φαινόμενον ἀντὶ τοῦ ‘προκείμενον’ εἴληπται. καὶ πῶς τὸ προκείμενον ἀξιοῦται, ἐξηγούμενος ἐπήγαγε προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, δυνάμει λέγων ἱεῖ περιέχει ἐν ἑαυτῇ ἡ ἐρωτωμένη πρότασις τὸ κείμενον ἐξ ἀρχῆς, δῆλον ὅτι τὸ προκείμενον ἀξιοῖ ἀποκρίνεσθαι’. οἷον κείμενον ἄδοξόν ἐστι τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι· τοῦτο οὖν οἱ σοφισταὶ βουλόμενοι κατασκευάσαι ἐρωτῶσι καὶ ἀξιοῦσι τὸν προσδιαλεγόμενον ἀποκρίνασθαι τὸ φαινόμενον ἄδοξον, καὶ τὴν ἐρώτησιν οὕτως πὼς ποιοῦνται· πότερόν σοι δοκεῖ ὁ Ἀρχέλαος βασιλεὺς ὢν εὐδαίμων ἢ οὕ; εἰ γοῦν ὁμολογήσει τὸ φαινόμενον τοῖς f. 37r πᾶσιν ἔνδοξον, τὸ εἶναι τὸν Ἀρχέλαον εὐδαίμονα, ἐνταῦθα περιέχεται τὸ [*](1 ποιεῖ τοῦ ἐλέγχου Α ὅταν AI: ὅτι a 2 ἤγουν aA: ἤτοι I ἐξενέγκῃ, sed post ἐρωτήσει Α 3. 4 ἀλλὰ συμπεραντικῶς, ἤγουν ἀποφαντικῶς. οὐκ εἶπε δὲ συμπέρασμα Α 4. 5 κυρίως γὰρ συμπέρασμα, omisso ἡ ὅτι, Α 6 ἐπαγόμενον, sed post 5 συλλογιστικῶς Α μὴ—ῥηθείη al: ἀσυλλογίστως ἐπαχθέν, οὐδὲ συμπέρασμα ἐρεῖ τις Α λέγειν Α 9 post συμπεραντικῶς add. ἤγουν ἀποφαντικῶς Α τὸ ὃν πολλά Α 10 δοκεῖ γὰρ ἀποδεῖξαι τοῦτο καὶ ὡς θαρρῶν Α 11 ἐπάγει τοῦτο, ἐπεὶ καὶ ἐν Α οὕτως ἐπήγετο al: ἀποφαντικῶς ἐπάγεται Α 12 ἡ διάμετρος σύμμετρος Α 13 post ἐπάξεις add. οὕτω a, οἶον Α ὡς οὐκ ἔστι τὸ ὃν πολλὰ Α 14 δοκεῖς μὴ ἀποδεῖξαι καὶ ὡς μὴ 15 προαχθείη Ι: προσαχθείη a 16 an αὐτὸ? 17 ἀπαρτήσει a 19 τὸ alt. Al: om. a 20 προκειμένου b 22 post δυνάμει add. τοῦτο Α 23 ἐρωτημένη (sic) a 25 οὖν Al: γοῦν a 26 ἀποκρίνασθαι Al: ἀποκρίνεσθαι a ἄδοξον al: ἔνδοξον τοῖς πολλοῖς Α 29 ἐνταῦθα a: ἐν ταύτη Al)

115
ἐξ ἀρχῆς κείμενον ἄδοξον, τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι. οὕτως ἐν τῷ Πλάτωνος Γοργίᾳ ὁ Πῶλος ποιεῖ· ὁ γὰρ Πῶλος εἰπὼν ὅτι τὸ ἀδικεῖν καὶ τὸ φονεύειν ἀγαθόν ἐστι, παράδοξον ὂν πάντως, καὶ δεῖξαι τοῦτο βουλόμενος ἐρωτᾷ τὸν Σωκράτην Ἅρχέλαος Ἀρχέλαος ὁ Περδίκκου ὁ ἄρχων εὐδαίμων σοι δοκεῖ εἶναι ἢ ἄθλιος;’· οὗτος δὲ ὁ Ἀρχέλαος φονεύσας τοὺς ἑαυτοῦ συγγενεῖς καὶ τὰ μέγιστα ἀδικήσας [τῆς] τῶν Μακεδόνων ἦρξεν. ἐν γοῦν τῇ προτάσει ταύτῃ, τῇ ‘Ἀρχέλαος εὐδαίμων σοι δοκεῖ εἶναι;’ περιέχεται ἡ ἐξ ἀρχῆς παράδοξος θέσις, ἣν θέσιν ὁ Ἀριστοτέλης τὸ δοκοῦν ἐξ ἀρχῆς εἶπεν. ὅτι δὲ ἐν τῇ προτάσει ταύτῃ ἡ ἐξ ἀρχῆς περιέχεται θέσις, δῆλον· εἰ γὰρ τὸ εὐδαιμονεῖν ἀγαθόν, ὁ δὲ Ἀρχέλαος ἀδικήσας εὐδαίμων, ὡς ᾤετο Πῶλος, ὁ Ἀρχέλαος, ἤτοι ὁ ἄδικος, καὶ τὸ ἀδικεῖν ἀγαθόν. ὥστε ὁ ἀξιῶν τὸν Ἀρχέλαον εὐδαίμονα εἰπεῖν τὸ προκείμενον ἀξιοῖ· τὸ γὰρ τὸν ἄδικον Ἀρχέλαον εὐδαίμονα λέγειν ταὐτόν ἐστι τῷ τὸ ἀδικεῖν ἀγαθὸν λέγειν. δεῖ οὖν, φησί, καὶ ἐν τούτοις οὕτως ἐρωτᾶν· πότερόν σοι εὐδαίμων δοκεῖ εἶναι ὁ Ἀρχέλαος ἢ ἄθλιος; καὶ εἰ μὲν δοίη ὁ ἀποκρινόμενος ὁ λέγων κακὸν εἶναι τὸ ἀδικεῖν εὐδαίμονα εἶναι τὸν Ἀρχέλαον, ἐλεγχθήσεται ὅτι οὐκ ἔστι κακὸν ἀλλὰ ἀγαθόν. εἰ δὲ μὴ δοίη μηδὲ φάσκει δοκεῖν εὐδαίμονα εἶναι, ἄδοξα καὶ παράδοξα λέγειν δόξει· σχεδὸν γὰρ οἱ πλείους εὐδαίμονα τὸν Ἀρχέλαον εἶναι ἔλεγον. εἰ δὲ μὴ συγχωρεῖ, ὅμως δὲ φάσκει δοκεῖν εὐδαίμονα, ἐλεγχοειδές.

[*](p. 174b 19)

Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς.

Ὥσπερ, φησίν, οἱ ῥήτορες (ῥήτορας δὲ λέγει τοὺς ὑπέρ τινος λόγους ποιουμένους καὶ βοηθοῦντας αὐτῷ) σπουδάζουσι τοὺς ἀντιλέγοντας σφίσιν αὐτοῖς περί τινος δεῖξαι τἀναντία λέγοντας τοῖς ὑπὸ τῶν νόμων λεγομένοις ἢ τοῖς τῆς πόλεως ἔθεσιν, οὕτω καὶ τοῖς ἐλέγξαι βουλομένοις ποιητέον καὶ ἐπιχειρητέον δεῖξαι τὸν ἀποκρινόμενον, ὅτι τἀναντία λέγει τῆς κειμένης θέσεως ὑπ’ αὐτοῦ (τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἡ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα) ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν· οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν, τούτοις εἰ δείξομεν τἀναντία λέγοντα, ἐλέγξομεν. δύναται τὸ οὓς ὁμολογεῖ καλῶς λέγειν τοιοῦτον εἶναι· εἴπερ ὁ ἀποκρινόμενος ὁμολογεῖ τὸν Ζήνωνα (ἔστω γὰρ οὗτος) καλῶς λέγειν μὴ εἶναι κίνησιν μηδὲ δύνασθαι διελθεῖν τὸ στάδιον, πειρᾶσθαι χρὴ δεικνύναι ὅτι ἐξ ὧν λέγει συμβαίνει καὶ κίνησιν εἶναι καὶ διιέναι τὸ στάδιον, ὅπερ ἐναντίον τῷ τοῦ Ζήνωνός ἐστι λόγῳ, ὃν καλῶς λέγειν εἴρηκε. καὶ ἔτι φησὶ πειρᾶσθαι δεικνύναι τὸν ἀποκρινόμενον [*](1.2 ἐν τῷ Πλάτωνος Γοργίᾳ] Γοργίᾳ] c. 26 p. 470 D sq. 3 ἐστι Α: εἶναι τοῦτο aA: inv. ord. I 6 τὰ μάλιστα ἀδικήσας ἐβασίλευσεν ἐν μακεδονία Α τῆς delevi 8 ἥντινα Α 9 post ἐξ ἀρχῆς prius add. ὠνόμασε καὶ A 11 ἤτοι AI: ἤγουν a post ἄδικος addendum videtur ἀγαθός 17 ἐλεληχθήσεται a 30 λέγοντα aA: λέγοντας Ι 35 <δεῖ> δεικνύναι conicio, sed cf. p. 45,19)

116
τἀναντία λέγοντα τῶν δοκούντων τοιούτων, λέγων τοιούτους τοὺς ἀγαθοὺς περὶ ἕκαστα, οἷον ἰατρούς, οἷον ὅτι ἃ φῄς ἐναντία ἐστὶν ὧν δοκεῖ τοῖς ἀγαθοῖς ἰατροῖς ἢ φρονίμοις, ἢ ὧν δοκεῖ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, ὡς καὶ ἐν τῷ Γοργίᾳ Σωκράτης πρὸς Καλλικλέα ποιεῖ. ὁμοίους δὲ αὐτοῦ ἔλεγεν, οἷον εἰ ἰατρὸς εἴη, ἀπελεγκτέον λέγοντα ἐναντία ἰατροῖς, εἰ μουσικός, μουσικοῖς, καὶ εἰ γεωμέτρης, γεωμέτραις.

[*](p. 174b 23)

Ὥσπερ τε ἀποκρινόμενοι πολλάκις.

Τὸ λεγόμενον τοιοῦτόν ἐστι· τὸ ‘ἐπίσταται τοῦτο’ πολλὰ σημαίνει, ἓν μὲν ὅτι ἐπιστήμην ἔχει τοῦτο τὸ ζῷον, οἷον ὁ Σωκράτης, ἕτερον δὲ ὅτι ἐπιστήμῃ χρῆται· ἄλλο γὰρ τὸ ἔχειν ἐπιστήμην καὶ μὴ χρῆσθαι μηδὲ ἐνεργεῖν κατ’ αὐτὴν καὶ ἄλλο τὸ χρῆσθαι καὶ ἐνεργεῖν. τρίτον δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ· τὸ γὰρ λέγειν ὅτι ἐπίσταται τοῦτο, οἷον τὸ τρίγωνον, ταὐτόν ἐστι τῷ ‘ἐπιστήμη ἐστὶν αὐτοῦ, ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει’· διότι οὖν ἔστιν ἐπιστήμη αὐτοῦ καὶ ἔστιν ἐπιστητόν, λέγεται ἐπίστασθαι τοῦτο, οὐχ ὅτι ἐπιστήμην ἔχει τὸ τρίγωνον. τούτου οὕτως ἔχοντος, ἂν ἔροιτό τις ‘ἆρά γε ἐπίσταταί τι; ναί· τί δέ, τὸ ἐπιστάμενον ἐπιστήμην ἔχει; ναί· ἀλλὰ μὴν τὸ τρίγωνον ἐπίσταται· ἐπιστήμην ἄρα ἔχει’, | ῥητέον ὅτι οὐχ ἓν τὸ ‘ἐπίσταται’, καὶ ὡδὶ μὲν συμβαίνει τὸ [έπίστασθαι] [*](f.37v) τοῦτο ἔχειν ἐπιστήμην, εἰ ἐπὶ τοῦ ζῴου τοῦτο ληφθῇ, ἂν δὲ ἐπὶ τοῦ τριγώνου, οὐ συμβαίνει, ἢ μᾶλλον ἄν μὲν τὸ ‘ἐπίσταται τοῦτο’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει, ἂν δὲ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ, οὐ συμβαίνει, καὶ ὅτι ἐπὶ τοῦ ἐπιστήμην ἔχειν τὸ ‘ἐπίσταται τοῦτο’ δέδωκεν, ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ. ἂν δὴ ταῦτα ὁ ἀποκρινόμενος λέγῃ, δεῖν φησι καὶ τὸν ἐρωτῶντα λέγειν ὅτι οὐκ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ τὴν ἐρώτησιν ἐποιησάμην, ἀλλ’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, καὶ τοῦτο ἔλαβον. ῥητέον δὲ καὶ οὕτως· οἱ ἀποκρινόμενοι, φησί, πολλάκις ἐλεγχθέντες οὐχ ὁμολογοῦσιν ἐπὶ τῷ συμπεράσματι, ἀλλὰ διενίστανται ἐπ’ ἄλλου μὲν τὴν πρότασιν αὐτοὶ δοῦναι, ἐπ’ ἄλλου δὲ συμπερᾶναι τὸν ἐρωτῶντα. τῶντα. ὅθεν καὶ ἐλεγχθέντες ποιοῦσι διττόν, ἤγουν διαιροῦσι τὸ ὄνομα ἐκεῖνο ἐφ’ ᾧ ἠλέγχθησαν καὶ λέγουσι τόδε δοῦναι· οἷον εἰ περὶ κυνὸς διαλέγοιντο, εἴπωσι δὲ τὸν κύνα καύματα ποιεῖν, ἐπιχειρεῖ δ’ ἐλέγχειν ὁ ἐρωτῶν ἐπὶ τὸν χερσαῖον μεταφέρων τὸν λόγον, αὐτίκα ὁ ἀποκρινόμενος διαιρεῖ τὰ σὴ μαινόμενα τοῦ κυνός. ὥσπερ οὖν οἱ ἀποκρινόμενοι ποιοῦσιν ἐλεγχθέντες, οὕτω καὶ τοὺς ἐρωτῶντας ποιητέον, καὶ ὅταν ἐλέγξωσι, [*](1 δοκοῦντα a τοιούτους λέγων Α 4 post καὶ add. ὁ 1 τῶ AI: cm. a ἐν τῷ Γοργίᾳ] c. 43 p. 488 Esq. καλλίκλον a ὁμοίως a 5 αὐτοῦ Α: αὐτὸς a: compend. Ι ἀπελεκτέον a 6 εἰ prius AI: καὶ a καὶ aI: om. Α 7 ἀποκρινόμενος a 9 ὅτι alt. I: om. a 12 τὸ alt. I: ὅτι a 14 ἐστὶν prius corr. ex εἶναι I 18. 19 ἐπίστασθαι delevi 23 τοῦ a: τῶ I 24 λέγη I: λέγει a ἐπιστήμην corr. ex ἐπιστητοῦ I1 28 αὐτοὶ τὴν πρότασιν Α 30 κοινὸς I 34 ἐλέγξωσι I: ἐλέγχωσι a)

117
λεκτέον πρὸς τοὺς ἐνισταμένους ὅτι οὕτως εἰλήφασιν· οἷον εἰ διάλεξις εἴη περὶ κυνὸς καὶ ὁ ἀποκρινόμενος ὁμολογήσει τοῦτον καύματα ποιεῖν, εἶτα ἐλέγχειν αὐτὸν μέλλει ὁ ἐρωτῶν, * * * δεῖ ἐνίστασθαι καὶ τὸν ἀποκρινόμενον αὐτὸν οὕτως λαβεῖν καὶ περὶ τοῦ κυνὸς τοῦ χερσαίου λέγειν καύματα ποιεῖν.