In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Εἰς δὲ τὸ μῆκος στοιχείοις χρηστέον τοῖς προειρημενοις.
Καὶ ὅτι μὲν στοιχεῖον καὶ ἀρχὰς προειρημένας τὰ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἰρημένα λέγει, δῆλον. ταῦτα δὲ ἦσαν τὸ παρεμβάλλειν καὶ ἐρωτᾶν μὴ μόνον τὰ αἴτια τοῦ συμπεράσματος ἀλλὰ καὶ τὰ μὴ τοιαῦτα, παραβολαῖς τε καὶ παραδείγμασι καταποικίλλειν τὸν λόγον. ἔτι γε μὴν δῆλον τοῦτο πεποίηκε διὰ τοῦ μετ’ ὀλίγον ῥηθησομένου τοῦ “ὅλως δὲ πάντα τὰ πρὸς τὴν κρύψιν ῥηθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς [*](1 τοῦ superscr. Α1: om al 3 συλλογίζεσθαι I Arist.: συλλογίσασθαι A: συλλογίσεσθαι a 4 εἴδει a 8. 9 ἀμφίβολον a: ἀμφιβολία I 9 ἕκτην (sic) I 10 δεκατρεῖς I: δέκα καὶ τρεῖς a 13 τάττει om. Α 14 καὶ prius om. Α 17 post ὀγδόω add. δηλαδὴ Α ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 1 p. 155b18 sq. ἔχειν Α 18 οὖν a 21 γάρ ἐστι καὶ δ. Α ἐρωτωμένῳ Α ὡς scripsi cf. n. p. 97.14 107,16: καὶ al: ὥστε Α 21. 22 συγχεθῆναι AI: συγχυθῆναι a 22 αὐτοῦ I et post νοῦν Α: αὐτῶ a 25 προηρημένας a 26 τὸ παρεμβάλλειν κτλ.] cf. Top. VIII 1 p. 157a1 sq. 28 καταποικίλλειν τὸν λόγον ante παραβολαῖς collocat Α 29 μετ’ ὀλίγον] p. 174a26)
Ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι.
Ἔτι, φησί, πρὸς τὸ δύνασθαι ἐλέγχειν συντελεῖ καὶ τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. καὶ εἴρηται περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν. ἔστι δέ, φησί, πρὸς ἔλεγχον συντελοῦν καὶ τὸ πρὸς τὸ αὐτὸ πλείους ἔχειν λόγους, ἤγουν συλλογισμούς· τὴν γὰρ ἡδονὴν δείξει τις ἀγαθὸν ὁτὲ μὲν διὰ τοῦ κατὰ φύσιν, ὁτὲ δὲ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. οὐ μόνον δὲ τοῦτο συντελεῖ πρὸς ἔλεγχον ἀλλὰ καὶ τὸ λόγους ἔχειν δεικνύντας καὶ ὅτι οὕτως καὶ οὐχ οὕτως· οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, διὰ τοῦ κατὰ φύσιν καὶ πάντα αὐτῆς ἐφίεσθαι, καὶ ὅτι οὐκ ἀγαθόν, διὰ τοῦ ‘γένεσίς ἐστιν εἰς φύσιν αἰσθητὴ καὶ ἐμποδιστικὴ τοῦ φρονεῖν’. εἰ οὖν ἔχεις πρὸς τὸ αὐτὸ πλείους λόγους δεικνύντας, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθὸν καὶ ὅτι οὐκ ἀγαθόν, συμβαίνει τὸν ἀποκρινόμενον πρὸς πλείω ποιεῖσθαι τὴν φυλακήν· ὁ δὲ πρὸς πλείω [*](1 post δεύτερος add. δὲ Α φησί om. Α 2 ταχείας om. Α συντόμως τὰς ἐρωτήσεις ποιεῖσθαι Α 2. 3 ἐρωτώμενοι Α 3 post σκοπεῖν add. τὰ ἐρωτώμενα Α 4 δὲ Av: γὰρ al post προσέχειν add. ποῖα τῶν ἐρωτημάτων συμβάλλονται εἰς τὸ προκείμενον, ποῖα δὲ οὔ Α 5 τοῦ ἐλέγχου ἐστὶ τὸ Α τὸν AI: om. a ἐρωτώμενον Α post θυμοῦσθαι add. οὐτῶ δὲ ποιοῦσιν αὐτοὺς ὀργίζεσθαι, ἐν τῶ ἀποκαλεῖν αὐτοὺς χωρικούς Α 6 φησίν om. Α πάντες οἱ ἀποκρινόμενοι ὑπὸ τοῦ θυμοῦ ἧττον Α 7 post φυλάττεσθαι add. ὥστε μὴ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν Α post δὲ add. τῶν ἀντιγράφων Α γράφει Α 7. 8 νοεῖται ὡς Α 8 δύνανται I: δύναται aA οἱ θυμούμενοι, sed post ἐρωτώμενα, Α 13 post δύνασθαι add. καὶ I: om. a 14. 15 ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλυτ.] c. 19 p. 66a33 sq. 15 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. p. 156a23 sp. 16. 17 ἔχειν πολλοὺς συλλογισμοὺς πρὸς τὸ ἓν πρόβλημα· δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθὸν Α 17 post μὲν add. καὶ Α 18 post δὲ pius add. καὶ Α αὐτῆς Α: αὐτοῦ a: compend. I οὐ — τοῦτο al: πρὸς δὲ Α 19 ἀλλὰ om. Α ἔχειν λόγους Α καὶ alt. om. Α post οὕτως add. ἔχει Α 20. 21 οἷον—ἐφίεσθαι al: ἤγουν κατασκευαστικοὺς καὶ ἀνασκευαστικούς· δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθὸν δι’ ὧν εἴπομεν Α 21 post ἐφίεσθαι expunxit οὐ—ἔλεγχον e vs. 18. 19 illata I ὅτι al: αὖθις Α ἐστὶν Α: om. al: ante γέν. add. ὅτι ἐστὶ v αἰσθητὴ a: αἰσθητὴν Α: compend. I 22 καὶ διὰ τοῦ ἐμποδιστικόν ἐστι τοῦ Α εἰ γοῦν πρὸς τὸ αὐτὸ καὶ ἓν πλείους ἔχεις λόγους Α 24 ἐρωτώμενον Α)
Έπεὶ δὲ πολλάκις ὁ ἀποκρινόμενος ἐρωτώμενός τινα καὶ συνιείς, ὅτι ταῦτα συντελοῦσι τῷ ἐρωτῶντι πρὸς κατασκευὴν οὗ βούλεται αὐτὸς ὁ ἐρωτῶν, οὐ δίδωσι ταῦτα ἀλλ’ ἀνανεύει, διδά|σκει καὶ περὶ τούτου, πῶς [*](f. 36r) χρὴ ποιεῖσθαι τὴν ἐρώτησιν. καὶ λέγει δεῖν [εἶναι] τότε κατὰ ἀπόφασιν ἐρωτᾶν· οἷον εἰ βούλοιτο λαβεῖν ὁ ἐρωτῶν ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, μὴ οὕτως ἐρωτάτω ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’, ἀλλ’ οὕτως ‘ἆρά γε οὐ δοκεῖ σοι ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’· καὶ ἐπεὶ ἀνανεύει, δῆλον ὅτι κἀνταῦθα ἀνανεύσας εἴποι ἂν ὅτι οὔ, καὶ ῥητέον ἱεῖ μὴ ἀληθὲς τὸ οὐκ ἔστι κατὰ φύσιν, ἀληθὲς ἄρα τὸ ἔστι κατὰ φύσιν’. ἢ καὶ ἐξ ἴσου ποιητέον τὴν ἐρώτησιν, οἷον ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ οὐκ ἔστι κατὰ φύσιν; ἀδήλου γὰρ ὄντος τί τούτων βουλόμεθα λαβεῖν, πολλάκις συμβαίνει συγχωρεῖν ὃ βουλόμεθα, καὶ ἧττον δυσκολαίνουσιν οἱ ἀποκρινόμενοι περὶ τὴν ἀπόκρισιν διὰ τὸ ἄδηλον εἶναι ὃ βούλεται ὁ ἐρωτῶν.
Ὅται τε ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα.
Καὶ ὅταν, φησίν, ὁ ἐρωτῶν ἐπαγωγὴν ποιούμενος τῶν καθ’ ἕκαστα ἔχῃ καὶ τὸν ἀποκρινόμενον διδόντα τὸ μερικόν, ὁπηνίκα μέλλει ἐρωτῆσαι τὸ καθόλου, οὐ δεῖ κατ’ ἐρώτησιν τοῦτο προάγειν ἀλλὰ ἀποφαντικῶς καὶ ὡς δοθὲν παρ’ αὐτῶν τῶν ἀποκρινομένων. καὶ γὰρ ἐνίοτε καὶ αὐτὸ τὸ καθόλου δεδώκασι καὶ ἀπὸ μόνης τῆς ἐπαγωγῆς καὶ τοὐ καθόλου μὴ μνημονευθέντος, καὶ τοῖς ἀκροαταῖς φαίνονται δεδωκέναι, ὅτι μηδὲ μάτην καὶ χωρίς τινος λόγου ἡ ἐπαγωγὴ ἐγίνετο. οἷον εἰ προκείμενόν ἐστι τὸ πάντα ἄνθρωπον καθ’ ὑπόθεσιν λογικὸν εἶναι, λεκτέον οὕτως· ὁ Σωκρά- [*](1 ὁμοίως ταράττεται καὶ ὁ πρὸς τὰ ἐναντία φυλαττόμενος Α 2 φυλαττόμενος ταράττεται καὶ ἀπατᾶται A 2. 3 ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν] c. 1 p. 155b29 —157a5 4 γὰρ I: om. a 7 παραδεδομένα v 8 ἀποκρινόμενος om. Α 8. 9 συνείς τινα τῶν ἐρωτημάτων συντελοῦντα 9. 10 αὐτὸς ὁ ἐρωτῶν om. Α 11 εἶναι delevi 12 βούλεται ὁ ἐρωτῶν λαβεῖν ὡς Α 14 ὅτι al: ὡς Α 19 συγχωρεῖ oinisso συμβαίνει Α 20 εὔδηλον a 21. 22 τὸ—ἐπάγοντα om. Α 23 ἕκαστα AI: ἕκαστον a 24 τὸν ἐρωτώμενον Α μερικὸν AI: μικρὸν a μέλλει ὁ ἐρωτῶν λαβεῖν Α 25 προ- φέρειν Α ἀποφαντικῶς] ν superscr. I1 26 ἐνίοτε γὰρ καὶ αὐτοὶ A καὶ alt. om. a 27 καὶ τοῦ al: τῶν μερικῶν· καὶ ταῦτα τοῦ Α μὴ falso vult deleii coll. Arist. a37 AVaitz Organ. II p. X 28. 29 διὰ τὸ μάτην καὶ χωρὶς τινὸς λόγου καὶ αἰτίας τὴν ἐπαγωγὴν γενέσθαι Α 29 εἰ πρόκειται τὸ Α 30 λογικὸν εἶναι καθ’ ὑπόθεσιν Α post οὕτως add. ἄρα γε Α ὁ] ὣ (sic) I)
Πρός τε τὸ λαβεῖν τὴν πρότασιν.
Χρήσιμόν ἐστι καὶ συντελοῦν τῷ ἐρωτῶντι εἰς τὸ λαμβάνειν τὴν πρότασιν καὶ τὸ μὴ αὐτὸ ἐκεῖνο μόνον ὃ βούλεται ἐρωτᾶν ἀλλὰ προστιθέναι καὶ τὸ ἐναντίον. οἷον εἰ βούλεται ὁ ἐρωτῶν τοιαύτην λαβεῖν πρότασιν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, οὕτω συζεύξαντα χρὴ προτείνεσθαι τὴν ἐρώτησιν· πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν, ἢ πάντα δεῖ ἀπειθεῖν; καὶ πάλιν, εἰ δέοι λαβεῖν τὸ δεῖ πολλάκις πολλὰ πείθεσθαι τῷ πατρί ἀπὸ κοινοῦ δὲ κἀνταῦθα ληπτέον τὸ οἷον εἰ δέοι λαβεῖν), ἐρωτητέον πότερον πολλάκις πολλὰ δεῖ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα. ἐν τισὶ μὲν οὖν οὐ πρόσκειται τὸ συγχωρητέον, καὶ ἔστι σαφὲς τὸ λεγόμενον. εἰ δὲ καὶ τόδε ἔγκειται, οὕτως ληπτέον· πότερον συγχωρητέον τὸ πολλὰ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα; μᾶλλον γὰρ ἄν δόξειεν εἶναι τὰ πολλὰ συγχωρεῖν, εἴπερ ἀναγκαῖόν ἐστιν, ἢ τὰ ὀλίγα. τοῦτο εἰπὼν καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν λέγει συλλαμβάνειν ἐν τῇ τῆς προτάσεως ἐρωτήσει καὶ τὸ ἐναντίον αὐτῇ· φησὶ γὰρ ὅτι παρατιθεμένων γὰρ τῶν ἐναντίων καὶ μείζω καὶ μεγάλα φαίνεται. ἴσον δέ ἐστι τοῦτο τῷ ‘παρ’ ἄλληλα γὰρ τιθέμενα τὰ ἐναντία μείζω φαίνεται’· τὸ γὰρ λευκὸν παρὰ τὸ μέλαν φαινόμενον μᾶλλον λευκὸν φαίνεται. ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν προειρημένων· μᾶλλον γὰρ πιθανὸν φαίνεται τὸ πάντα πείθεσθαι τῷ πατρὶ παρατιθεμένου τῇ ἐρωτήσει τοῦ ἢ πάντα ἀπειθεῖν, ἤπερ εἰ μόνον ἠρωτήθη τὸ πότερον πάντα δεῖ πείθεσθαι τῷ πατρί.