In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 172a 18)

Εἰ δὲ ἐδείκνυεν, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα.

Εἰπὼν ὅτι ἡ διαλεκτικὴ ἐρωτητική ἐστι καὶ διὰ τοῦτο οὐκ ἀποδεικτική (ὁ γὰρ ἀποδεικνὺς οὐκ ἐρωτᾷ, ὅτι μηδὲ τὴν ἀντίφασιν ἀλλὰ λαμβάνει τὸ ἀληθές), νῦν αὐτὸ τοῦτο πάλιν κατασκευάζει, ὅτι οὐκ ἀποδεικνύει ὁ διαλεκτικός. φησὶ γὰρ εἰ δὲ ἐδείκνυεν, οὐκ ἄν ἠρώτα, εἰ καὶ μὴ πάντα, ἀλλὰ τά γε πρῶτα καὶ τὰς οἰκείας ἀρχάς. τὸ γὰρ ἑξῆς τῆς λέξεως, ἄν πλῆρες, τοιοῦτον. εἰ ἐδείκνυε, φησίν, ὁ διαλεκτικός, οὐκ ἄν ἠρώτα. διὰ τί; ὅτι “οὐκ ἐρωτᾷ ἀλλὰ λαμβάνει ὁ ἀποδεικνύων”, ὡς ἐν τοῖς Ἀναλυτικοῖς εἴρηται. ὥστε ἢ περὶ οὐδενὸς ἂν ἠρώτα ὅλως, ἀλλὰ τὰ οἰκεῖα τοῦ δεικνυμένου λαμβάνων συνεπέραινεν ἄν τὸ προκείμενον, ἢ εἴπερ ὅλως ἠρώτα, ἀλλ’ οὖν περὶ τῶν πρώτων καὶ τῶν οἰκείων ἀρχῶν οὐκ ἄν ἠρώτα καὶ ἀπό τινων ἐνδόξων συνελογίζετο καὶ ῥοπὴν ἐδίδου πρὸς συγκατάθεσιν αὐτῶν· οὐδεμία γὰρ ἐπιστήμη περὶ [*](3. 4 συγχωρῆσαι a1AI: συγχωρηθῆναι a2 4 ἀληθὲς Α ὃν Av: ἓν al 5 ἔξεστι AI: ἐστιν a 6 ἀληθῶς a 8 οὐ γὰρ AI: οὐκ a 10 οἷον ἄν μόριον a1AI: τὸ μόριον οἷον ἄν a2 12. 13 ἀμφότερον a 14 δύο Α 15 συναγάγηται omisso τὸ a 16 δυσὶ v 19 ἀληθὲς Av: ἀληθῶς al αἱ Av: om. al 21 ἔξεστιν A 22 ἀλλὰ τά γε πρῶτα I: om. a 26 ἐδείκνυεν I Arist.: ἐδείκνυεν ὁ διαλεκτικὸς a: ὁ διαλεκτικὸς ἀπεδείκνυεν Α 28.21) ὁ διαλεκτικὸς Α: om. al oO ἐν τοῖς Ἀναλυτικοῖς] Anal. Pr. I1 p. 24a24 31 συνεπέραινεν AI: συνεπέρανεν a 34 πρὸς AI: πρὸς τὴν a)

96
τῶν οἰκείων διαλέγεται ἀρχῶν, ἀλλ’ ὡς οὕτως ἐχούσαις χρωμένη τὸ ἑξῆς συμπεραίνεται. ὅτι δὲ καὶ τὰς ἀρχὰς ὁ διαλεκτικὸς συλλογίζεται, δῆλον· λαμβάνει γὰρ οὕτως· πᾶν πέρας μιᾷ διαστάσει λείπεται οὗ ἐστι πέρας, ὥστε καὶ ἡ στιγμὴ πέρας οὖσα γραμμῆς μιᾷ διαστάσει ἀπολειφθήσεται τῆς γραμμῆς· ἐπεὶ δὲ ἡ γραμμὴ ἐφ’ ἓν διαστάτη, ἡ στιγμὴ ἔστι ἀδιάστατος καὶ ἀμερής. τὸ δὲ μὴ διδόντος γὰρ οὐκέτ’ ἄν εἶχεν ἐξ ὧν διαλέξεται τοιοῦτόν ἐστιν· εἰ γὰρ ἀποδεικνύουσα μὴ ὡς ἀληθέσιν οὔσαις ἐχρῆτο ταῖς ἀρχαῖς, ἀλλ’ ἠρώτα, οἷον, εἰ οὕτως ἔτυχεν, ἆρά γε αἱ ἀπὸ τοῦ κέντρου ἴσαι ἀλλήλαις εἰσίν, ὁ δὲ ἀποκρινόμενος ἀπέφησεν, οὐκ ἄν εἶχεν ἐξ ὧν ἔτι διαλέξεται καὶ δείξει ὅτι εἰσὶν ἴσαι· εἰ γὰρ αἱ δείξεις ἐκ τῶν προτέρων καὶ αἰτίων, τῶν δὲ ἀρχῶν οὐδέν ἐστι πρότερον, οὐκ ἄν εἶχε δεῖξαι ὅτι ἴσαι εἰσίν. ὥστε διὰ ταῦτα οὐκ ἐρωτῶσιν οἱ ἀποδεικνύντες. ἐπεὶ οὖν ὁ μὲν δεικνύων οὐκ ἐρωτᾷ, ὁ δὲ διαλεκτικὸς ἐρωτᾷ, ὁ διαλεκτικὸς οὐ δεικνύει. ὁ συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὐδεὶς δεικνύων ἐρωτᾷ, πᾶς διαλεκτικὸς ἐρωτᾷ, καὶ τὸ συμπέρασμα δῆλον.

[*](p. 172a 21)

῾Η δ’ αὐτὴ καὶ πειραστική.

Εἰπὼν τὴν διαλεκτικὴν περὶ πολλὰ καταγίνεσθαι, νῦν φησιν ὅτι ἡ αὐτὴ δέ ἐστι I τῇ διαλεκτικῇ καὶ ἡ πειραστική· περὶ πολλὰ γὰρ καὶ [*](f. 32r) αὕτη καταγίνεται. πειραστικὴν δὲ ἐνταῦθα λέγει οὐχὶ τὴν ἐν τοῖς μαθήμασι γινομένην (αὕτη γὰρ ἐν μόνοις τούτοις ἐστίν) ἀλλά τινα ἄλλην καὶ ἐν μαθήμασι καὶ ἐν ταῖς ἄλλαις τέχναις εὑρισκομένην καὶ τὸ προσωπεῖον τῆς διαλεκτικῆς ὑποδυομένην καὶ ἐπιχειροῦσαν περὶ παντὸς τοῦ προτεθέντος, ὡς καὶ ἡ διαλεκτική, πλὴν οὐκ ἐπιστημόνως καὶ αὕτη ἐπιχειρεῖ, ὡς ἡ ἐν τοῖς μαθήμασι πειραστική, ἀλλὰ φαινομένως τε καὶ τὸ ὅλον ὡς ἔτυχε. καὶ ὅτι τοιαύτη ἐστί, φησίν, ἡ πειραστική, πρόδηλον ἐξ ὧν ἐπάγει· οὐ γὰρ ἡ πειραστική, φησί, περὶ ἕν τι καταγίνεται, ὡς ἡ γεωμετρία, ἀλλὰ τοιαύτη ἐστὶν ἣν ἄν ἔχοι καὶ μὴ εἰδώς τις, ὅπερ τοιοῦτόν ἐστι· πολλάκις τινὲς ἀλλήλους πειράζοντες ἐρωτῶσιν, ὁ ἀδικηθεὶς τὸν ἀδικήσαντα, ῾δέδωκά σοι τόδε ἢ οὔ; ἐποίησας τοῦτο ἡ οὔ;’· ἰδοὺ οὖν ἐνταῦθα μὴ εἰδώς τις τὴν ἀντίφασιν διὰ ταύτης πειράζει.

[*](1 ἀρχῶν διαλέγεται Α 3 λαμβάνει γὰρ οὕτως Av: om. al 5 τῆς γραμμῆς om. Α γραμὴ I ἐφ’ AI: ὑφ’ a post διαστατή add. καὶ Α ἔσται AI: ἐστὶν a 7 ἀποδεικνύουσα μὴ AI: μὴ ἀποδεικνῦσα μὴ a1: ἀποδείκνυσε (sic) μὴ a2 8 ἀλλ’ al: οὐκ ἄν Α 9 post κέντρου add. εὐθεῖαι A 10 —12 ἐξ ὧν—εἶχε aA: om. I 10 ἴσαι a2A: ἶσα a1 12 ταῦτα AI: τοῦτο a 15 πῶς a1 16 post αὐτὴ add. ἤγουν διαλεκτικὴ a 21 ἐν μαθήμασι AI: ἐνθυμήμασι a1: ἐν τοῖς μαθήμασι a2 23 ἐπιστήμονος a 25 φησὶν ἡ A: φησὶ aI 27 —30 ἀλλὰ—πειράζει al: καὶ τὰ ἑξῆς Α 29 τοῦτο I: τόδε a 30 τις I: τι a)
97
[*](p. 172a 23)

Ἔξεστι γὰρ πεῖραν λαβεῖν καὶ τὸν μὴ εἰδότα τὸ πρᾶγμα τοῦ μὴ εἰδότος, εἴπερ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν οὐδὲ ἐκ τῶν ἰδίων ἀλλ’ ἐκ τῶν ἑπομένων, ὅσα τοιαῦτά ἐστι.

Τὸ προειρημένον κατασκευάζει τὸ ὅτι “καὶ μὴ εἰδώς” τίς ἐστι πειραστικός. στικός. ὥσπερ γὰρ δικάζονταί τινες ἀτέχνως καὶ δίχα τῆς τῶν νόμων γνώσεως καὶ πεῖραν λαμβάνουσιν ἀλλήλων περὶ οὗ δικάζονται, πῶς ἔχουσι πιθανότητα πρὸς τὸ πρᾶγμα, καὶ λόγους ἐκφέρουσι μηδὲ ὄναρ γευσάμενοι ῥητορικῆς, οὕτω καὶ συλλογίζονται· καὶ γὰρ καὶ ὁ μὴ εἰδὼς παρὰ τοῦ μὴ εἰδότος ἐρωτῶν καὶ λαμβάνων συλλογίζεται καίπερ ἀγνοῶν τί ἐστι συλλογισμός. συλλογίζεται οὖν καὶ πεῖραν λαμβάνει ὁ μὴ εἰδὼς [παρὰ] τοῦ ὁμοίως αὐτῷ μὴ εἰδότος· ἐκείνου γὰρ διδόντος συνάγει τι οὗτος ἐκ τῶν δοθέντων· τοῦτο δὲ τρόπον τινὰ συλλογίζεσθαί ἐστιν. εἰσὶ γάρ τινα λίαν ἐναργῶς ἑπόμενά τισιν, ὧν διδομένων μὲν παρὰ τοῦ ἀποκρινομένου λαμβανομένων δὲ παρὰ τοῦ ἐρωτῶντος ἐπάγεταί τι ὕστερον ὡς συμπέρασμα. καὶ ἔξεστι τούτου πίστιν λαβεῖν τῷ προσέχοντι τοῖς πολλοῖς, καὶ μάλιστα τοῖς κοινωνοῦσί τινων καὶ λόγους διδόντων καὶ λαμβανόντων τῆς κοινωνίας. ἔστιν οὖν ὁ πᾶς τοῦ λεγομένου σκοπὸς τοιοῦτος, ὅτι ἔξεστι καὶ τῷ μὴ εἰδότι τὴν ἀντίφασιν (ταύτην γὰρ πρᾶγμα λέγει) ἀπόπειραν λαβεῖν μὴ εἰδότος αὐτήν, ἐπεὶ καὶ δίδωσιν οὐκ ἐξ ὧν οἶδεν ὡς ἐπιστήμην ἔχων καὶ τῶν οἰκείων τῇ ἐπιστήμῃ, ἀλλ’ ἐκ τῶν κοινῶν καὶ συνήθων τοῖς πᾶσιν, ἃ εἰδώς τις οὐκ οἶδε τὴν τέχνην. ἔστι δὲ καὶ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον· οὐδὲν κωλύει τὸν εἰδότα τὰ ἑπόμενα τῷ πράγματι, περὶ οὗ τὴν πεῖραν λαμβάνει, τὴν τέχνην ἀγνοεῖν, ὥσπερ καὶ οἱ ἐμπειρικοὶ κοὶ τῶν ἰατρῶν. οὐδὲν οὖν κωλύει τὴν τέχνην ἀγνοεῖν, ἀλλ’ ἐνδέχεται καὶ γινώσκειν καὶ ἀγνοεῖν· ὁ δὲ μὴ εἰδὼς τὰ ἑπόμενα ἐξ ἀνάγκης ἀγνοεῖ καὶ τὴν τέχνην. ἔστι δὲ ὁ μὲν τὰ ἑπόμενα θεωρῶν καὶ τὴν τέχνην εἰδὼς ὁ διαλεκτικός· ὁ γὰρ μετὰ τέχνης πειράζων ὁ διαλεκτικός· ὁ δὲ τὴν τέχνην μὲν ἀγνοῶν τὰ δὲ ἑπόμενα εἰδὼς ὁ ἐριστικός.

[*](p. 172a 27)

Ὥστε φανερὸν ὅτι οὐδενὸς ὡρισμένου ἡ πειραστικὴ ἐπιστήμη ἐστί.

Τὸν περὶ πειραστικοῦ καὶ διαλεκτικοῦ λόγον συμπεραινόμενος φησὶν ὅτι ὥσπερ ἡ διαλεκτικὴ οὐχ ὡρισμένα ἔχει τὰ ὑποκείμενα, οὕτως οὐδ’ ἡ [*](4 τὸ prills a2I: τί a1 5 ὥσπερ a1I: εἴπερ a2 τῆς om. a1 7 πιθανότερον a1: πιθανότητος fort, recte v post λόγους expunxit ἔχουσι I 10 παρὰ ut e vs. 8 illatum delevi 13 post ὧν add. καὶ Α 14 ὕστερον a2AI: ἕτερον a1 ὡς al: καὶ Α 15 τοῖς προσέχουσι Α καὶ alt. era. A 16 λόγους a2I corr.: λόγοι I pr.: λογισμοὺς a1A λαμβανομένων a1 17 ἔστιν οὑν al: ἔξεστι γὰρ πεῖραν λαβεῖν A post τοιοῦτος add. ἐστίν Α 20 ἔχων Al: ἔχει a 23. 24 πειραστικοὶ Α 24 ἰατρῶν Abv: ἰατρικῶν al 25 καὶ prius om. Α 27 ὁ γὰρ al: ὃς καὶ Α πειράζει Α ὁ διαλεκτικός alt. om. Α 31 πειραστικῆς καὶ διαλεκτικῆς v)

98
ταύτην ὑποδυομένη πειραστική· διὸ καὶ περὶ πάντα ἐστίν. ἔπειτα καὶ τὴν αἰτίαν ἀποδίδωσι δι’ ἣν περὶ πάντων θεωρεῖ ὁ πειραστικός. καὶ φησὶν ὅτι εἰσί τινα κοινὰ καὶ πᾶσι γνώριμα, ἃ οὐδὲ ἀφωρισμένης μιᾶς τινός ἐστιν ἐπιστήμης, οἷον τὸ ‘ὕβρισας τὸν δεῖνα ἢ οὔ;’ καὶ ῾συνεγένου τῇ τούτου φίλῃ ἢ οὔ;’ καὶ ἱεῖ μὲν ἐμοίχευσας, ἕπεται τόδε, εἰ δὲ μή, τόδε.’ ὅτι δ’ ἅπαντες μετέχουσι τῶν κοινῶν, σημεῖόν φησιν εἶναι τὸ πάντας μέχρι τινὸς καὶ ὑπέχειν λόγον καὶ ἀπολογεῖσθαι ἐπιχειρεῖν. τὸ δὲ τρόπον τιν’ ἁ προσέθηκε δεικνύων ὅτι τὰ κοινὰ ταῦτα, κἄν εἰ ἅπαντες γινώσκωσιν, ἀλλ’ οὖν οὐχ ὁμοίως· ὁ μὲν γὰρ διαλεκτικὸς οἶδεν ὅτι τὸ ἐρωτώμενον ἀντίφασις, καὶ ὡς ἀνάγκη θάτερον εἶναι ἀληθές· ὁ δὲ πολὺς [*](f. 32v) ὄχλος ἀτέχνως προίσχεται τὴν ἐρώτησιν. περὶ δὲ τῆς ἀτέχνου ταύτης πειραστικῆς καὶ ἐν τοῖς εἰς τὴν ῾Ρητορικὴν πονηθεῖσι διειλήφειμεν. τὰ γοῦν κοινὰ ὄνια, εἰ καὶ ἀνεπιστήμονές εἰσι καὶ δοκοῦσιν ἔξω λέγειν τῆς ἐπιστήμης, ἀλλ’ οὖν ἴσασιν οἱ πολλοί, [καὶ] κἄν ἀτέχνως μετέχωσι λέγουσι γάρ, ὡς πολλάκις εἰρήκαμεν, τὴν ἀντίφασιν, ἧς ἐντέχνως μετέχει ὁ διαλεκτικός.