In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 170a 8)

Ἔτι παρὰ τὸ τὸ ἐν ἀρχῇ μὴ ἐναριθμουμένου.

Τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ συλλογισμοῦ καὶ διὰ ἔλλειψιν τοῦ ἀληθοῦς γίνεται ἐλέγχου, πολλάκις εἴρηται. οὕτως οὖν δείξας διὰ τῆς ἐπαγωγῆς ὅτι παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ συλλογισμοῦ τὸ ψεῦδος καὶ οἱ φαινόμενοι ἔλεγχοι γίνονται, συμπεραίνεται λέγων ὥστε ἔχομεν παρ’ ὅσα γίνονται οἱ παραλογισμοί· παρὰ πλείονα μὲν γὰρ τῶν τρόπων τούτων οὐδεὶς ἂν γένοιτο, παρὰ δὲ τὰ εἰρημένα ἔσονται πάντες.

[*](p. 170a 12)

Ἔστι δὲ ὁ σοφιστικὸς ἔλεγχος.

Τοὺς σοφιστικοὺς ἅπαντας καὶ φαινομένους συλλογισμοὺς ἀναγαγὼν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, ἔτι γε μὴν διδάξας ὡς οἱ σοφιστικοὶ ἔλεγχοι διὰ ἔλλειψιν τοῦ κυρίως καὶ ἄλη ἀληθοῦς ἐλέγχου γίνονται, καὶ διὰ τῆς ἐπαγωγῆς τὸ λεγόμενον πιστωσάμενος, ἐφιστάνει λέγων ὅτι ὁ σοφιστικὸς ἔλεγχος οὐχ ἀπλῶς ἐστιν ἔλεγχος, ἀλλὰ πρὸς τὸν ἀποκρινόμενον δοκεῖ εἶναι ἔλεγχος. εἰ μὲν γὰρ τύχῃ οὗτος εἶναι τῶν ἀμαθῶν, συγχωρήσει τε τὰ λεγόμενα, οἷα ἄν ὦσι, καὶ ἀπατηθήσεται, καὶ δοκήσει ἐλεγχθῆναι. εἰ μέντοι γε τῶν συνιέντων τις εἴη, οὐκ εὐθὺς ὁμολογήσει τὰ ἐρωτώμενα, κἀντεῦθεν ἐπίσχει καὶ τὸν δοκοῦντα ἐλέγχειν καὶ συλλογίζεσθαι. ὡσαύτως δὲ καὶ ὁ σοφιστικὸς συλλογισμὸς οὐχ ἁπλῶς ἐστι συλλογισμὸς ἀλλὰ πρός τινα, ἤγουν τὸν ἀγνοοῦντα τὰς δυνάμεις τῶν λέξεων καὶ πρὸς τὸν συγχωροῦντα τὸ μὴ ἀπλῶς λεγόμενον ὡς ἁπλῶς λέγεσθαι καὶ τὰ λοιπὰ πάντα. [*](1 ἄρα v: ἔτι Ι: ἐπὶ a: om b 4 τοῦτον I: τοῦτο a 8 ἐπιορκήσειν I: ἐπιορκίζειν a ἐπιώρκη a1: ἐπιόρκησεν a2 10 εἰσι a2I: ᾖ a1 12 τὸ τὸ I: τὸ μὴ τοῦ a 15 πολλάκις] velut p. 61,24 sq. 16 ante φαινόμενοι add. λεγόμενοι Α 18 πλείονας A 19 πάντα a 23 ἀληθῶς v 26 τύχοι Α 27 post οἷα add. δ’ al: om. Α δόξει Α 28 γε AI: om. a 29 ἐπίσχει a: ἐπίσχῃ AI: fortasse ἐπισχήσει 30 post συλλογισμὸς prius add. ὁ Α 31 ἤγουν iteratum delevit Α post ἤγουν add. πρὸς Α)

75
ὅτι δὲ πρός τινά ἐστιν ὁ σοφιστικὸς ἔλεγχος, κατασκευάζει ἀπὸ τοῦ μὴ δύνασθαι τὸν σοφιστὴν ποιῆσαι τὸν ἔλεγχον, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου τὸ ὁμώνυμον ὡς ἓν σημαῖνον. ὁμοίως καὶ ὁ παρὰ τὴν ὁμοιοσχημοσύνην συλλογισμός, ἐὰν μὴ λάβῃ παρὰ τοῦ ἀποκρινομένου τὸ σημαίνειν τὸ ἐρωτώμενον πρᾶγμα μόνον τόδε τι, | ἤτοι τὸ ἐνεργητικὸν [*](f. 25v) ῥῆμα ἐνεργείας μόνης δηλωτικόν, οὐδ’ οὗτος ἀπατήσει. εἰ μὲν οὖν μὴ λάβῃ ὁ σοφιστής, οὔτε ἁπλῶς συλλογισμὸν ποιεῖ οὔτε πρὸς τὸν ἐρωτώμενον. ἐὰν δὲ λάβῃ τὸ ὁμώνυμον ὡς μὴ ὁμώνυμον, πρὸς μὲν τὸν ἐρωτώμενον πεποίηκε τὸν ἔλεγχον, ἀληθῶς δὲ καὶ κυρίως ἔλεγχον οὐ πεποίηκε, διότι οὐχ ἓν εἴληφε, τουτέστι μὴ ὁμώνυμον, ἀλλὰ φαινόμενον, καὶ παρὰ ἀνεπιστήμονος ἀκροατοῦ. ὥστε οὐχ ἁπλῶς ἐστιν ἔλεγχος ὁ σοφιστικὸς ἔλεγχος ἀλλὰ πρός τινα.

[*](p. 170a 20)

Παρὰ πόσα δὲ ἐλέγχονται οἱ ἐλεγχόμενοι.

Πάρ’ ὅσα μέν, φησί, φαινομένως ἐλέγχεσθαί τινες δοκοῦσιν, εἴρηται, καὶ ὡρίσθησαν οἱ φαινόμενοι ἔλεγχοι, καὶ δέκα καὶ τρεῖς εἰσιν οἱ πάντες· ὧν πάντων ἢ ἐνίων παραλαμβανομένων ὁ παραλογισμὸς καὶ ὁ φαινόμενος ἔλεγχος γίνεται. παρ’ ὅσα δὲ ἄλη θὼς ἐλέγχονται οἱ ἐλεγχόμενοι, οὐδεὶς ἀριθμῆσαι ἢ παραδοῦναι δύναται οὐδὲ εἰς ἀριθμόν τινα θεῖναι ὡρισμένον τοὺς τρόπους δι’ ὧν ἐλέγχονται οἱ ἀληθῶς ἐλεγχόμενοι· ὅσαι γὰρ ἀποδείξεις, τοσοῦτοι δύνανται καὶ ἔλεγχοι γίνεσθαι πρὸς τοὺς μὴ τιθεμένους τὸ συναχθὲν ἐκ τῶν δοθέντων συμπέρασμα λαβοῦσι τὴν ἀντίφασιν. οὐ δεῖ οὖν, φησί, πειρᾶσθαι λαμβάνειν δι’ ὅσων καὶ οἵων τοὺς ἀληθεῖς ἐλέγχους ποιοῦσιν οἱ ἀληθινῶς ἐλέγχοντες, εἰ μή τις εἴη τὰς ἐπιστήμας πάσας εἰδὼς καὶ ἐν πάσαις ἔχων τὸ ἀκρότατον· εἰ γὰρ μὴ τοιοῦτός ἐστι, πῶς ἄν δυνηθείη ἀληθῶς ἀπελέγχειν τὸν ἔν τινι ἐπιστήμῃ σφαλλόμενον; τοῦτο δέ, τὸ πάσας εἰδέναι, οὐ μιᾶς ἐστι τέχνης καὶ ἀδύνατον· ἄπειρα γὰρ τὰ ἀληθῶς δεικνύμενα· ἄπειροι ἄρα καὶ οἱ ἀληθεῖς ἔλεγχοι. ἐν δὲ τῷ ἄπειροι γὰρ ἴσως αἱ ἐπιστῆμαι τὸ ἴσως εἶπε κατὰ τὴν ἑαυτοῦ δόξαν· ἀιδίου γὰρ ὄντος κατ’ αὐτὸν τοῦ κόσμου, ὡς ἐν τῷ Περὶ οὐρανοῦ αὐτῷ δέδεικται, ἐπ’ ἄπειρον καὶ αἱ ἐπιστῆμαι αὐξηθήσονται. οὐ δεῖ μὲν οὖν ζητεῖν κατὰ πόσους τρόπους οἱ ἀληθεῖς ἔλεγχοι γίνονται. ὅτι δὲ ὅλως εἰσὶν ἀληθεῖς ἔλεγχοι ὥσπερ καὶ φαινόμενοι, δῆλον. ὅσα γάρ, φησίν, ἔστ’ ἱν ἀποδεῖξαι τῇ καλουμένῃ ἐπ’ εὐθείας δείξει, ἔστι καὶ δι’ αὐτῆς καὶ διὰ τῆς ἀδυνάτου δείξεως ταῦτα συστῆσαι καὶ ἐλέγξαι τὸν μὴ συγχωροῦντα τὸ συνηγμένον ἐκ τῶν τεθέντων ἀλλὰ τὸ ἐναντίον τιθέντα τῷ ἀληθεῖ· [*](3 σημαίνει a 4 παρὰ AI: om. a 5 post πρᾶγμα add. τὸ a τόδε τι μόνον Α ἤτοι AI: ἤγουν a 6 οὐδ’ AI: οὐχ a οὑν AI: om. a 13 ἐλεγχόμενοι om. I 15 εἰσιν a2I: ᾖ a 19 ὅσα a1 20 τοιοῦτοι Α δύναται a γίνεσθαι γίνεσθαι aI: δείκνυσθαι A 24 post γάρ add. καὶ a 26 τὸ om. a1 οὐδεμιᾶς Arist. v ἐστι I: om. a 29 τῷ al: τοῖς A v ἐν τῷ Περὶ οὐρανοῦ] I 10 —11 1 30 αὐτῷ om. Α αἱ om. a μὲν om. Α 34 ἀδυνάτου iteratum a 35 θῶ a)

76
ὁ δὲ τοῦτον ἐλέγχων καὶ ἀποδεικνὺς ψευδόμενον συλλογισμὸς ἀληθής ἐστιν ἔλεγχος. ὥστε τὸν μέλλοντα ἀληθῶς ἐλέγχειν δεῖ πάντων ἐπιστήμονα τυγχάνειν· τοιοῦτος γὰρ ὢν ῥᾳδίως ἄν ἐλέγξῃ τὸν μὴ συγχωροῦντα τὴν θέσιν ἢ τὸ συμπέρασμα λαβὼν τὴν ἀντίφασιν. εἰπὼν δὲ ὅτι δεήσει πάντων ἐπιστήμονα εἶναι, ἐπήγαγεν οἱ μὲν γὰρ ἔσονται παρὰ τὰς ἐν γεωμετρίᾳ ἀρχάς, ὥστε γεωμετρικὸν εἶναι δεῖ τὸν μέλλοντα ἐλέγχειν τοὺς παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας συλλογιζομένουν́ καὶ ἰατρικὸν τοὺς παρὰ τὰς τῆς ἰατρικῆς καὶ μουσικὸν ὡσαύτως τοὺς παρὰ (xac) τῆς μου- μουσικῆς, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως· ὥστε εἴ τις ἅπαντας ἐλέγχειν μέλλει, δεῖ τοῦτον ἐπιστήμονα πάντων εἶναι.

[*](p. 170a 30)

Ἀλλὰ μὴν καὶ οἱ ψευδεῖς ἔλεγχοι ὁμοίως ἐν ἀπείροις.

Ἄπειροι μέν εἰσι, φησίν, οἱ ἀληθεῖς ἔλεγχοι, ἄπειροι δὲ καὶ οἱ ψευ- δεῖς. ψευδεῖς δὲ ἐλέγχους οὐ τοὺς σοφιστικούς φησιν ἐνταῦθα ἀλλὰ τοὺς δοκοῦντας μὲν εἶναι ἀπὸ τῶν οἰκείων ἀρχῶν τῆς ἐπιστήμης, περὶ ἧς τὸν λόγον ποιοῦνται, μὴ ὄντας δέ. ὥστε ἐπειδὴ ἄπειροι οἱ ἀληθεῖς εἰσιν ἔλεγχοι, ἄπειροι ἄν εἶεν καὶ οἱ ψευδεῖς. καὶ τὰ μὲν λεγόμενα δῆλα. ἡ δὲ λέξις ἡ οἷον κατὰ γεωμετρίαν ὁ γεωμετρικὸς ἐλλιπῶς εἴρηται. εἴη δ’ ἂν τὸ πλῆρες τοιοῦτον· ὁ γεωμετρικὸς ψευδὴς ἔλεγχος κατὰ γεωμετρίαν ἐστὶν ὁ παρὰ τὰς ἀρχὰς τῆς γεωμετρίας γινόμενος, ὁποῖος ἦν ὁ τοῦ Βρύ- σωνος τετραγωνισμός. οὐ μόνον δὲ τοὺς μὴ ἀπὸ τῶν ἀρχῶν ὡρμημένους τῆς ἐπιστήμης, ὑφ’ ἥν ἐστι τὸ πρόβλημα, δοκοῦντας δὲ εἶναι ψευδεῖς ἐλέγχους φησὶν ἀλλὰ καὶ τοὺς ἐκ τῶν οἰκείων μὲν τῆς ἐπιστήμης ἀρχῶν κατά τι δὲ παραλογιζομένους, οἷά εἰσι τὰ τοῦ Εὐκλείδου [ ψευδογραφή- [*](f. 26r) μάτα.

[*](p. 170a 34)

Δῆλον οὖν ὅτι οὐ πάντων τῶν ἐλέγχων.

Εἰπὼν ὅτι ἄπειροί εἰσιν οἱ ἀληθεῖς ἔλεγχοι καὶ ἐν πάσαις ταῖς ἐπι- στήμαις δυνάμενοι γίνεσθαι, ὁμοίως δὲ ἄπειροι καὶ οἱ ἐναντίοι τούτοις ψευδεῖς συλλογισμοί (κατὰ πᾶσαν γὰρ τέχνην ἐγχωρεῖ γίνεσθαι καὶ τούτους), φησὶν ὅτι τὸ παραδοῦναι ἐλέγχους καθολικοὺς πάντων τῶν ψευδῶν συλλο- γισμῶν οὐ τῆς παρούσης ἐστὶ σκέψεως. νῦν γάρ, φησίν, οὐ ληπτέον τόπους καὶ ἀρχὰς πάντων τῶν ἀληθῶν ἐλέγχων ἀλλὰ τῶν παρὰ τὴν διαλεκτικήν· τοῦτο δέ ἐστιν, ἤτοι τὸ τοῦτο ποιῆσαι, οἰκεῖόν ἐστι [*](1 συλλογισμὸς scripsi: συλλογισμὸν al 2 ἐπιστήμονα Ι: ἐπιστήμης a 8 τὰς prius a2: om. al τὰς alt. addicJi 9 μέλλει I: μέλλοι a 11 ὁμοίως ἐν ἀπείροις om. I 12 μέν om. Α 13 ἐνταῦθα φησὶν Α 11 ἐλλείπως a 18 τὸ δὲ πλῆρες, omisso εἴη ἄν, Α 19 ἔστι δὲ ὁ Α τὰς γεωμετρικὰς Α 23 post τὰ add. παρὰ a^ 26 καὶ om. Α 27 post δὲ add. καὶ a οἱ Al: om. a 28 γενέσθαι Α 29 ὅτι περὶ τὸ δοῦναι a* 32 δέ om. Α ἤτοι Al: ἤγουν a)

77
τῇ διαλεκτικῇ καὶ τοῖς ἐν ἐκείνῃ παραδιδομένοις τόποις. καὶ προστίθησιν ἐφεξῆς τὴν αἰτίαν τοῦ τὴν διαλεκτικὴν δύναμιν [ἐν] πᾶσιν ἐπιχειρεῖν οὗτοι γὰρ κοινοὶ πρὸς ἅπασαν τέχνην καὶ δύναμιν· ἐν ἁπάσῃ γὰρ τέχνῃ δύναται ὁ διαλεκτικὸς συλλογίζεσθαι ἐκ κοινῶν καὶ ἐνδόξων. ἀλλὰ καὶ τὸν ἐλέγχοντά τινα κατά τινα ἐπιστήμην, εἴτε ἀληθῶς ἐλέγχει εἴτε φαινομένως, οὐ παντός ἐστι διαγνῶναι ἀλλὰ τοῦ ἐπιστήμονος μόνου· ὁ τοιοῦτος γὰρ δυνήσεται γνῶναι εἰ ἐκ τῶν οἰκείων τῇ ἐπιστήμῃ λημμάτων ὁ ἐλέγχων ἐλέγχει. τὸν δὲ ἐλέγχοντα ἀπό τινων κοινῶν καὶ ἐνδόξων διαγνώσεται ὁ διαλεκτικός. καὶ ὅπως προστίθησι δυνάμει λέγων ῾ὡς ἤδη φθάσαντες παραδεδώκαμεν ἐν τοῖς Τοπικοῖς, ἐξ ὧν ἄν τις περὶ παντὸς τοῦ προτεθέντος συλλογίσαιτο᾿. ἐκ τούτων οὖν τις ὁρμώμενος δύναται καὶ ἐλέγχειν· ὅ τε γὰρ διαλεκτικὸς ἀντίφασιν πειρᾶται συλλογίζεσθαι· τὸ δ’ αὐτὸ τοῦτο καὶ ὁ ἔλεγχος. πλὴν ποτὲ μὲν δι’ ἑνὸς συλλογισμοῦ τὴν ἀντίφασιν συμπεραίνει, ποτὲ δὲ διὰ δύο. περὶ δὲ τοῦ πότε μὲν ἐν ἑνί, πότε δὲ ἐν δυσίν, εἴρηκεν ἐν τῷ περὶ τοῦ ἐξ ἀντικειμένων συλλογίζεσθαι, ὅτι εἰ μὲν ἐν ἑνὶ βουλόμεθα συλλογίσασθαι τὴν ἀντίφασιν, χρὴ ταύτην καὶ ἐν μιᾷ τῶν προτάσεων λαβεῖν, οἷον ὅτι ἡ ἰατρικὴ ἐπιστήμη, πᾶσα ἐπιστήμη ὑπόληψις καὶ οὐχ ὑπόληψις, ἡ ἰατρικὴ ἄρα ὑπόληψις καὶ οὐχ ὑπόληψις. ἀλλ’ ἐπειδὴ ὡς φανερὸν τοῦτο οὐκ ἄν τις συγχωρήσειε πώποτε, χρὴ ἐν δυσὶ πειρᾶσθαι συνάγειν τὴν ἀντίφασιν καὶ δεικνύναι τὴν ἰατρικὴν ποτὲ μὲν ὑπόληψιν ποτὲ δὲ μὴ τοῦτο διῃρημένως καὶ ἐν δυσὶ συλλογισμοῖς. ἐροῦμεν δὲ περὶ τούτου καὶ ἐν τοῖς ἑξῆς τὰς λύσεις τῶν σοφισμάτων κατασκεπτόμενοι.

Ἔχομεν ἄρα παρ’ ὅσα πάντες εἰσὶν οἱ ψευδεῖς ἔλεγχοι, ἤτοι οἱ σοφιστικοί. εἰ δὲ γινώσκομεν ὅπως γίνονται καὶ διὰ ποίας αἰτίας, εὔδηλον ὡς καὶ τὰς λύσεις τούτων ἔχομεν· ἃ γὰρ ἐνιστάμενοι προφέρομεν τοῖς συλλογιζομένοις παρ’ ὁμωνυμίαν ἢ ἀμφιβολίαν ἢ κατά τινα τῶν λοιπῶν τρόπων, ταῦτα ἂν εἶεν καὶ λύσεις αὐτῶν. ὅταν γὰρ ὁ σοφιστὴς ἐλέγχῃ τὸν λέγοντα τὸν κύνα μὴ ὑλακτεῖν, ὡς ὑλακτοῦντος δηλονότι τοῦ χερσαίου, αὐτοὶ ἐνιστάμενοι ὡς περὶ ἄλλου τὴν ἀπόκρισιν δόντες εἴημεν ἄν ἐκ ταύτης τῆς ἐνστάσεως λύοντες καὶ τὸν φαινόμενον ἔλεγχον. ἐπειδὴ δέ, φησίν, ἔχομεν παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ ἔλεγχοι, ἔχομεν ἄρα καὶ παρ’ ὁπόσα γίνονται οἱ φαινόμενοι. τοῦτο δὲ καὶ ἐν τοῖς ἄνωθεν [*](1 τῆς διαλεκτικῆς Α παραδιδομένοις AI: παραδεδομένοις a τρόποις Α 2 ἐν ut e vs. 3 illatum delevi 3 ἁπάσῃ AI: πάση a 5 καὶ AI: om. a ἐλέγχοντα AI: ἔλεγχον a 6 πάντως a 7 ὁ AI: om. a τοιοῦτο I 9 ὅπερ a1 11 συλλογίζαιτο (sic) a 14 ἐν om. a 15 εἴρηκεν] Anal. Pr. II 15 p. 64b17sq. παρὰ I post τοῦ delevit πῆ I 16 ἐν aA: om. I βουλόμενος A 17 λαμβάνειν Α 18. 19 ὑπόληψιν ubique I 19 συγχωρήσειε a2A: συγχωρήση a1I 21 ὑπόληψις a1 24 ἤτοι I: ἤγουν a 25 οἱ a: ἡ I 27 κατὰ τὴν ὁμωνυμίαν ἡ τὴν Α 28 ἄν om. Α 30 αὐτοὶ a: αὐτὸς AI ἐνιστάμενοι a: ἐνιστάμενος I: ἐνίσταται Α ὡς om. Α post ἄλλου add. κυνὸς λέγων Α 30. 31 δόντες—ἔλεγχον al: δοῦναι, εἴη ἄν ἡ τοιαύτη ἔνστασις λύσις τοῦ φαινομένου ἐλέγχου Α 32 παρὰ πόσα a1)

78
εἰρημένοις εἶπε. φαινομένους δὲ λέγει ἐλέγχους οὐχὶ τοὺς τυχοῦσι δοκοῦντας καὶ ἰδιώταις (οἰ γὰρ μὴ εἰδότες ἐξ οἱωνδήποτε ὥστε καὶ ἄπειρα ἔσονται τὰ τοὺς τοιούτους ἀπατῶντα), ἀλλὰ τοὺς [φαινομένους ἐλέγχους λέγω] τοῖς εἰδόσι καὶ ἐπιστήμοσιν. ἀλλὰ καὶ ὁ διαλεκτικὸς μόνος, φησί, δύναται γνῶναι παρ’ ὅσα διὰ τῶν κοινῶν γίνεται ἀληθὴς ἔλεγχος ἢ φαινόμενος. τίς δὲ ὁ ἀληθὴς ἔλεγχος καὶ τίς ὁ φαινόμενος καὶ τίς ὁ διαλεκτικὸς καὶ ὁ φαινόμενος διαλεκτικός, ἐπὶ δὲ τούτοις καὶ ὁ πειραστικός, εἴρηται πολλάκις, καὶ περιττὸν αὖθις λέγειν περὶ αὐτῶν.

[*](p. 170b 12)

Οὐκ ἔστι δὲ διαφορὰ τῶν λόγων ἣν λέγουσί τινες.

Διελὼν τοὺς τρόπους, καθ’ οὓς οἱ παραλογισμοὶ γίνονται, εἰς δύο τοὺς ἀνωτάτω | καὶ τοὺς μὲν αὐτῶν παρὰ τὴν λέξιν φήσας εἶναι τοὺς δὲ ἔξω [*](f. 26v) τῆς λέξεως, νῦν εὐθύνει τοὺς μὴ οὕτως λέγοντας ἀνάγοντας δὲ πάντα τὰ σοφίσματα εἰς τοὺς πρὸς τοὔνομα λόγους καὶ εἰς τοὺς παρὰ τὴν διάνοιαν· τὸ γὰρ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ῾παρὰ τὴν διάνοιαν᾿ εἴληπται, καὶ δῆλον αὐτὸς τοῦτο ποιεῖ διὰ τοῦ μετ’ ὀλίγον ἐπαχθέντος τοῦ τί γάρ ἐστι τὸ μὴ πρὸς τὴν διάνοιαν. ἀνατρέπων <οὖν> τοὺς μὴ οὑτωσὶ πάντας τοὺς παραλογισμούς, ὡς αὐτὸς ἐδίδαξεν, ἀλλὰ λέγοντας, ὅτι οἱ μέν εἰσι πρὸς τοὔνομα οἱ δὲ παρὰ τὴν διάνοιαν, λέγει καὶ δείκνυσι μὴ ἄλλους εἶναι καὶ ἄλλους ἀλλὰ τοὺς αὐτούς· οἵ τε γὰρ παρὰ τὴν διάνοιαν πρὸς τοὔνομα, καὶ οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιαν, ὥστε οὐ δύο τρόποι εἰσὶν ἀλλ’ εἷς. τὸ γὰρ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι τί, φησίν, ἄλλο ἐστὶν ἢ ὅταν μὴ χρῆται ὁ ἐρωτῶν τῷ ὀνόματι, ἐφ’ ᾧ οἰόμενος ἐρωτᾶσθαι ὁ ἐρωτώμενος ἔδωκε τὴν ἀπόκρισιν; τοῦτο γάρ ἐστι τὸ τῆς λέξεως κατάλληλον. εἰ γάρ τις ἐρωτηθῇ ῾ἆρά γε ὁ κύων ὑλακτεῖ;᾿, ὁ δὲ τὸν χερσαῖον οἰόμενος ἐρωτᾶσθαι δοίη ὑλακτεῖν, ὁ δὲ ἐρωτῶν τὸ κύων ὄνομα ἐπὶ τὸν ἰχθὺν μεταφέρων λέγει ῾ἀλλὰ μὴν ὁ ἰχθὺς κύων ὢν οὐχ ὑλακτεῖ᾿, οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου τῷ ὀνόματι κέχρηται· τὸ δὲ τοιοῦτον σόφισμα καὶ πρὸς τοὔνομά ἐστιν. ὥστε ὥσπερ οὐ πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος ὁ μὴ χρώμενος τῷ κύων ὀνόματι πρὸς τὸν χερσαῖον, ὃν καὶ διανοούμενος ὁ ἀποκρινόμενος ὑλακτεῖν ἔφησεν, οὕτως ἔμπαλιν πρὸς τὴν διάνοιάν ἐστι συλλογιζόμενος, ὅταν χρῆται τῷ ὀνόματι κατὰ τοῦ πράγματος, ὃ διανοούμενος κατέφησεν ὁ ἐρωτη- [*](1 εἶπε] c. 8 p. 169b18 —20 λέγει a: λέγω I 3. 4 φαινομένους—λέγω 11 τοὺς μὼν—ἔξω al: εἰπὼν τὰ σοφίσματα γίνεσθαι ἡ παρὰ τὴν λέξιν ἡ ἐκτὸς Α 12. 13 νῦν δείκνυσι καὶ εὐθύνει μὴ καλῶς λέγοντας τοὺς ἀνάγοντας ταῦτα εἰς Α 13 παρὰ I: περὶ ut solet a: πρὸς A 14 —16 τὸ γὰρ—διάνοιαν al: τὸ πρὸς δέ ἀντὶ τῆς παρὰ ληπτέον· ἤγουν παρὰ τὸ ὄνομα καὶ παρὰ τὴν διάνοιαν· τὸ δὲ παρὰ τὸ ὄνομα καὶ τὴν διάνοιαν ταὐτά ἐστι καὶ οὐχ ἕτερα· ὅθεν καὶ Α 14 τοῦ I: om. a 15 αὐτὸς v: αὐτὸ al 16 οὖν addidi οὕτω a 18 παρὰ Α: περὶ a: πρὸς I 21 post εἰσὶν add. εἰς οὓς ἀνῆγον τὰ σοφίσματα Α 24 κύω I 26 post ἰχθὺν expunxit καταφεύγει I λέγει om. Α ἰχθὺς om. Α 27 ὢν om. Α τοῦ ἐρωτωμένου Α 32 τῶ a2: τὸ a1I)

79
θείς (ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ τὸ δὲ πρὸς τὴν διάνοιαν, ἐφ’ ᾧ δέδωκε διανοηθείς· διανοηθέντα δὲ λέγει τὸν ἀποκρινόμενον)· εἰ γὰρ μὴ πρὸς τὴν διάνοιάν ἐστι τὸ μὴ χρῆσθαι ἐφ’ ᾧ δέδωκε, τὸ χρῆσθαι ἐφ’ ᾧ δέδωκε πρὸς τὴν διάνοιαν εἴη ἄν. εἰ δὲ ταῦτα ἀληθῆ, ἄτοπον τὸ ὑπολαμβάνειν ἄλλους μὲν εἶναι πρὸς τοὔνομα λόγους, ἑτέρους δὲ πα ῥὰ τὴν διάνοιαν· ὅπου γὰρ τὸ κατὰ διάνοιαν, ἐκεῖ καὶ τὸ κατ’ ὄνομα, καὶ τὸ ἀνάπαλιν καὶ ὅπου τὸ παρὰ τοὔνομα, ἐκεῖ καὶ τὸ παρὰ τὴν διάνοιαν.

[*](p. 170b 20)

Εἰ δή τις πλείω σημαίνοντος τοῦ ὀνόματος.

Εἰπὼν καὶ συστήσας ταὐτὸν εἶναι τὸ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διαλέγεσθαι ἐπάγει· ὅταν μὲν γὰρ πλείω σημαίνοντος τοῦ ὀνόματος οἴοιτο καὶ ὁ ἐρωτῶν καὶ ὁ ἐρωτώμενος μὴ πλείω σημαίνειν, οὗτος καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου (ἐρωτώμενον γὰρ τὸν ἀποκρινόμενον ὥσπερ καὶ τὸ ἢ πρὸς τὴν διάνοιαν ἀντὶ τοῦ ῾καὶ πρὸς τὴν διάνοιαν᾿)· ἐπεὶ γὰρ ἐφ’ ᾧ ἔδωκεν ὁ ἀποκρινόμενος, πρὸς τοῦτο καὶ ὁ ἐρωτῶν ἐχρήσατο τῷ ὀνόματι, ἀμφοτέρων οἰομένων καθ’ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματος λέγεσθαι τοῦ ὀνόματος δῆλον ὅτι καὶ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα διείλεκται. ὑπόθου γὰρ τὸν Παρμενίδην ἓν ἡγούμενον σημαίνειν τὸ ὂν καὶ τὸ ἕν, ὁμοίως δ’ ἔχειν τούτῳ καὶ τὸν αὐτοῦ ζηλωτὴν Ζήνωνα· ὁ οὖν Παρμενίδης ἐρωτῶν τὸν Ζήνωνα, εἰ ἓν τὸ ὄν, τούτου καταφήσαντος καὶ ὁμολογήσαντος οὐκ ἄν ἐπ’ ἄλλου τινὸς ἐκεῖνος μεταγάγοι, ἀλλὰ καὶ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου ἔσται διειλεγμένος. εἰ δέ γε ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν, ἢ καὶ ὁ ἐρωτῶν, καὶ ὁ μὲν πρὸς ἄλλο δέδωκεν, ὁ δὲ πρὸς ἄλλο κέχρηται τῷ ὀνόματι, ὡς ἐπὶ τοῦ κυνὸς ἄνωθεν εἴρηται, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα (τοῦτο γὰρ λείπει) διείλεκται· τὸ πλῆρες τοιοῦτόν ἐστι· δῆλον ὅτι οὐ πρὸς τὴν διάνοιαν ἀλλὰ πρὸς τοὔνομα διείλεκται. τοῦτο εἰπὼν ἐπιφέρει τὸ γὰρ πρὸς τοὔνομα καὶ μὴ πρὸς τὴν διάνοιαν διειλέχθαι πρῶτον μὲν περὶ τοὺς τοιούτους ἐστὶ λόγους, δυνάμει τάδε λέγων, ὡς ψεῦδός ἐστι τὸ λέγειν ὅτι πάντες οἱ παραλογισμοὶ εἰς τὸ | πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν f. 27r ἀνάγονται· πρῶτον μὲν γὰρ περὶ τοὺς τοιούτους ἐστὶ λόγους ὅσοι πλείω σημαίνουσιν· οὗτοι δ’ ἄν εἶεν οἱ ὁμώνυμοι καὶ ἀμφίβολοι, οἱ δ’ ἄλλοι οὐχί· εἶτα περὶ ὁντινοῦν ἐστι, λέγων ὁντινοῦν τὸν ἐρωτῶντα καὶ ἀποκρινόμενον· ἐνδέχεται γὰρ τοῦ λόγου ἢ τῆς λέξεως μὴ [*](10 μὴ al: τὸ A 12 post μὴ expunxit πρὸς I 16 ὁ alt. om. a1 17 τὸ (ante ὄν.) a1 19 ὑπόθεσις a1 post σημαίνειν add. καὶ Α 21 post ὄν add. ἐστι a: om. AI 22 μεταγάγοι AI: μετάγοι a 23 ἔσται AT: ἐστὶ a 26 εἴρηται] p. 78,24sq. 31 λόγους a2AI: ὁ λόγος a1 33 μὲν γὰρ om. Α 34 ὅσω—σημαίνει Α 35 ὁντινοῦν utrobique a Arist.: ὁτινοῦν I: ὁντιναοῦν Α (C u T))

80
πλείω σημαίνοντος τὸν ἐρωτῶντα ἢ τὸν ἀποκρινόμενον οἴεσθαι πλείω σημαίνειν, καὶ ἔσται τότε οὐκ ἐν τῷ λόγῳ τὸ παρὰ τὴν διάνοιαν καὶ πρὸς τοὔνομα ἀλλ’ ἐν τῷ τὸν ἀποκρινόμενον ἔχειν πὼς πρὸς τὰ δεδομένα. ὅτι δὲ τὸ περὶ ὁντινοῦν τοῦτο σημαίνει, δῆλον ἐκ τοῦ ἐπαγομένου· φησὶ γὰρ οὐ γὰρ ἐν τῷ λόγῳ ἐστὶ τὸ παρὰ τὴν διάνοιαν εἶναι ἀλλ’ ἐν τῷ ἀμαθῶς ἔχειν τὸν ἀποκρινόμενον πρὸς τὰ ἠρωτημένα καὶ τὰ μοναχῶς λεγόμενα ὁμώνυμα νομίζειν. εἰ δὴ καί, ὡς εἴρηται, οἱ πρὸς τοὔνομα παρὰ τὴν διάνοιάν εἰσιν, ἐνδέχεται πάντας τοὺς παραλογισμούς, καὶ τοὺς ἐκ τῶν λόγων καὶ ὀνομάτων τῶν πλείω σημαινόντων ὄντας καὶ τοὺς ἐκ τῶν ἀποκρινομένων καὶ ἐρωτώντων τῶν ἐχόντων πὼς πρὸς τὰ δεδομένα καὶ ἁπλῶς τοὺς τρισκαίδεκα τρόπους πάντας, πρὸς τοὔνομα λέγειν. εἰ γὰρ εἰς δύο ταῦτα πάντες ἀνάγονται, ὡς αὐτοῖς ἀρέσκει, τόν τε πρὸς τοὔνομα καὶ τὸν παρὰ τὴν διάνοιαν, οὗτοι δὲ μηδέν, ὡς δέδεικται, διαφέρουσιν ἀλλήλων ἀλλ’ εἰσὶν οἱ αὐτοί, δῆλον ὅτι ἐνδέχεται πάντας πρὸς τοὔνομα λέγειν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ εἶτα πρὸς τοὔνομα ἐνδέχεται πάντας αὐτοὺς εἶναι. εἰ δὲ εὑρεθῶσί τινες, ὡς δειχθήσεται, μὴ ὄντες πρὸς τοὔνομα, οὗτοι οὐδὲ πρὸς τὴν διάνοιαν ἔσονται, καὶ ἔσονταί τινες παραλογισμοὶ τῆς παρούσης ἔξω πίπτοντες μεθόδου. τὸ γὰρ ῾Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει᾿ οὔτε πρὸς τοὔνομα οὔτε πρὸς τὴν διάνοιάν ἐστιν· οὐδὲν γὰρ τῶν εἰλημμένων πολλαχῶς λέγεται. εἰπὼν δὲ ὅτι ἐνταῦθα, ἤγουν ἐν τῇ παρούσῃ μεθόδῳ, τὸ πρὸς τοὔνομα λέγειν ταὐτόν ἐστὶ τῷ παρὰ τὴν διάνοιαν, ἐπήγαγεν εἰ γὰρ μὴ πάντες, ἔσονταί τινες ἕτεροι. ἐλλιπέστερον δὲ εἴρηται· τὸ γὰρ πλῆρές ἐστιν ἱεῖ γὰρ μὴ πάντες πρὸς τοὔνομά εἰσιν, ἔσονταί τινες ἕτεροι᾿. ὃ δὲ λέγει δυνάμει, τοιοῦτόν ἐστιν· εἰ γάρ, ὡς δέδεικται, πᾶν τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα ὄντες ἀλλὰ παρ’ ἄλλο τι, οὐκ ἄν εἴη κοινή τις ἡ διαίρεσις αὐτῶν καὶ καθόλου, εἰς ἣν ἅπαντα ἀνάγεσθαι βούλονται, ἀλλ’ ἐλλιπὴς καὶ διὰ τοῦτο ἀδόκιμος.

[*](p. 170b 35)

Ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς.

Εἰπὼν ὅτι, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα λέγεσθαι δυνάμενοι, ἔξω πεσοῦνται τῆς διαιρέσεως, ἐπάγει ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. ἔστι δὲ ὃ λέγει τοιοῦτον· εἴπερ φαμὲν συλλογίζεσθαι πρὸς τοὔνομα καὶ τὸν λόγον, ἤτοι τὴν ἀμφιβολίαν, ὅσοι περὶ τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας διατρίβουσιν, ἐν οἷς μή εἰσιν [*](1 σημαίνοντα Α 2 ἔστω a1 3 πρὸς alt. om. a1 4 post δὲ add, πρός a2 ὁντινοῦν a: ὁτινοῦν Ι: ὁντιναοῦν Α cf. ad p. 79,35 7 καί alt. om. Α 11 δεδομένα (sic) a, I pr. τρεισκαίδεκα a 12 post εἰ eras. 1 lit. Α 13 τό τε A τὸν alt. a: om. AI 21 εἰλημμένων AI: εἰρημένων a πολλαχῶς aA: πολλαχοῦ I 22 λέγει a1 23 ἔσονται iterat a 34 ἤτοι AI: ἤγουν a)

81
ὁμώνυμα ἢ ἀμφίβολα τὰ λεγόμενα, οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων, ἀλλ’ ἐκτός εἰσι τούτων, ὡς ἐπὶ τοῦ ῾Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει, οὗτοι οὐκ ἐκ τῶν πλεοναχῶς ἀλλ’ ἐκ τῶν πα ῥὰ τὸ πλεοναχῶς, ὥστε οὐδὲ πρὸς τοὔνομα ἔσονται οὐδὲ πρὸς τὴν διάνοιαν. τὸ δὲ τούτων εἰσί τινες οὐ παρὰ τοὔνομα ταὐτόν ἐστι τῷ ῾τούτων εἰσί τινες οἱ μὴ πρὸς τοὔνομα ὄντες᾿. πῶς οὖν ἀναχθήσονται οὗτοι εἰς τοὺς παρὰ τὴν διάνοιαν; οὐ μόνον γάρ, φησίν, ἄτοπόν ἐστι τὸ τοὺς τρισκαίδεκα τρόπους λέγειν πρὸς τοὔνομα, ἀλλ’ οὐδὲ αὐτοὺς τοὺς παρὰ τὴν λέξιν ἓξ εἰς τοὺς παρὰ τοὔνομα ἀνάγειν χρεών. εἰ γοῦν καὶ μὴ πάντες οἱ φαινόμενοι ἔλεγχοι εἰς τοὺς παρὰ τοὔνομα ἀνάγονται, ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ ἐν οἷς οὐ γίνεται ἡ ἀπάτη διὰ τὸ τὴν ἀπό|κρισιν σφαλερὰν γενέσθαι, ἀλλὰ [*](f. 27v) διὰ τὸ τὸν προταθέντα λόγον ὁμώνυμον εἶναι ἢ ἀμφίβολον. εἰ γάρ τις, εἰ τύχῃ, τοιαύτην προενέγκοι ἐρώτησιν ὡς ‘ἆρά γε ὁ κύων ὑλακτεῖ ἢ καὶ τοῦ ἀποκρινομένου οἰομένου μοναχῶς τὸν κύνα λέγεσθαι, οἷον, εἰ τύχῃ, τὸν χερσαῖον, ὁ ἐρωτῶν ἐπὶ τοῦ ἀστρῴου ἐπαγάγῃ τὸ συμπέρασμα, οὐ γέγονεν ἡ ἀπάτη διὰ τὸ κακῶς ἐξενεχθῆναι τὴν ἀπόκρισιν (καλῶς ὅσον πρὸς τὴν τοῦ ἀποκρινομένου διάνοιαν), ἀλλὰ διὰ τὸ τὸν ἐρωτηθέντα λόγον ἔχειν τὸ διττόν.

[*](p. 171a 1)

Ὅλως τε ἄτοπον τὸ περὶ ἐλέγχου διαλέγεσθαι.

Δείξας τοὺς πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἅπαντα τὰ σοφίσματα ἀνάγοντας μὴ καλῶς διαιροῦντας μέμφεται τούτους καὶ ἄλλως λέγων· ὅλως τε ἄτοπόν τι ποιοῦσιν οἱ οὑτωσὶ διαιροῦντες τὰ σοφίσματα περὶ ἐλέγχου διαλεγόμενοι μὴ πρότερον περὶ συλλογισμοῦ διαλαβόντες. ὁ γὰρ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως· ἔδει οὖν ζητῆσαι τί ποτέ ἐστι συλλογισμός, καὶ τούτου εὑρεθέντος εὑρεῖν τί ἐστιν ἔλεγχος, εὑρόντας δὲ τί ἐστιν ἔλεγχος ἢ τρισκαίδεκα λέγειν καὶ αὐτοὺς τῶν σοφισμάτων τρόπους, ὥσπερ καὶ ἡμεῖς λέγομεν, ἢ πάντας εἰς τὴν τοῦ ἐλέγχου ἀνάγειν ἄγνοιαν. ὥστε ἐχρῆν πρότερον περὶ συλλογισμοῦ εἰπεῖν· ἔστι γὰρ ὁ σοφιστικὸς ἔλεγχος φαινόμενος συλλογισμὸς ἀντιφάσεως. διὸ ἂν ᾖ φαινόμενος ἔλεγχος (οὔτω γὰρ συντακτέον τὸ χωρίον), τουτέστιν εἰ φαινόμενος ἔλεγχος καὶ σοφιστικὸς συλλογισμὸς γενήσεσθαι, δεῖ τὸ αἴτιον τῆς ἀπάτης καὶ τοῦ ψεύδους ἢ ἐν τῷ συλλογισμῷ, τουτέστι τῷ συμπεράσματι, εἶναι ἢ ἐν τῇ ἀντιφάσει, τουτέστι τῇ κατ’ ἀντίφασιν ἐρωτήσει [*](2 τῆς λέξεως AT: λεγόμενον a 7 οὐ aAI (T, corr. Ac): οἱ Arist. 8 τοὺς a2I: τὸ a1A 9 τρεισκαίδεκα a 10 et 12 εἰς τοὺς al: εἰς τὸ A 14 προταθέντα v: προτεθέντα AI: προστεθέντα a 15 τύχοι Α 16 καὶ om. Α τύχοι a A 18 κακῶς AI: καλῶς a 23 ἄλλους a2 24 οἱ οὑτωσὶ om. Α 25 διαλεγόμενος I 34 καὶ τοῦ ψεύδους om. Α 34 et 35 τουτέστι al: ἤγουν Α 34 ante τῷ alt. add. ἐν a2A 35 εἶναι al: κεῖσθαι Α ante τῇ alt. add. ἐν A κατ’ ἀντίφασιν I: τῆς ἀντιφάσεως a: τῆ κατὰ ἀντίφασιν προτεινομένη post ἐρωτήσει Α)

82
(προσκεῖσθαι γὰρ δεῖ ἐν τῇ ἐρωτήσει τὴν ἀντίφασιν· οἷον ἆρ’ σιγῶντα λέγειν ἢ οὔ;), ποτὲ δὲ ἐν ἀμφοῖν, καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ἐν μὲν οὖν τῇ ἀντιφάσει καὶ οὐκ ἐν τῷ συμπεράσματι τὸ τῆς ἀπάτης αἴτιόν ἐστιν ὡς ἐπὶ τοῦδε· ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὔ; οὐδαμῶς· τί δέ, ὅταν ξύλα λέγῃς καὶ λίθους καὶ σιδήρια, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα ξύλα καὶ λίθους καὶ σιδήρια λέγειν, τουτέστιν ἔστιν ἄρα τὰ σιγῶντα λέγειν. τὸ μὲν οὖν σόφισμα τοιοῦτον. τὸ δὲ αἴτιον τῆς ἀπάτης οὐκ ἐν τῷ συμπεράσματι (ἀληθὲς γάρ ἐστι· λέγομεν γὰρ καὶ καὶ λίθους, ἅπερ ἐστὶ σιγῶντα) ἀλλ’ ἐν τῇ ἀντιφάσει, τῇ τῆς ἀντιφάσεως φημι ἐρωτήσει, ἥτις εἶχε τὸ διττόν· τὸ γὰρ ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν;’ δηλοῖ καὶ τὸν σιγῶντα καὶ τὰ σιγώμενα. ἢ οὕτως· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐ δῆτα· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἐκ τῶν πάντων γάρ εἰσιν· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ λέγοντα τὰ λεγόμενα ἔλαβεν ὁ ἐρωτῶν· ὁ δὲ ἀποκρινόμενος ἐπὶ τοῦ λέγοντος ἔδωκε. καὶ οὗτος μὲν ὁ παραλογισμὸς ὡς καὶ ὁ πρὸ αὐτοῦ ἐν τῇ ἀντιφάσει ἔχει τὸ αἴτιον. ὁ δὲ ἃ μὴ ἔχει τις, δοίη ἂν ἐν ἀμφοῖν, καὶ ἐν ἰῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματι. ὅπως δέ, δῆλον ἔσται καὶ τοῦτο θεμένοις τὸ σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὃ μὴ ἔχει τις, δοίη ἄν; οὐδαμῶς· τί δέ, ὃ μὴ ἔχει τις ταχέως, δοίη ἂν ταχέως; ναί· ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν. ἐνταῦθα καὶ ἐν τῇ ἀντιφάσει καὶ ἐν τῷ συμπεράσματί ἐστι τὸ αἴτιον τοῦ ψεύδους. καὶ ἐν μὲν τῷ συμπεράσματι δῆλον· ἔδει γὰρ μὴ συμπεράνασθαι ῾ὃ ἄρα μὴ ἔχει τις, δοίη ἄν’, ἀλλ’ ὅτι ὃ μὴ ἔχει τις ταχέως, δοίη ἄν ταχέως· τοῦτο γὰρ ἦν ἀκόλουθον. ἀλλὰ μὴν καὶ ἐν τῇ ἀντιφάσει ἐνορᾶται τὸ αἴτιον τοῦ ψεύδους· οὕτως γὰρ ἐχρῆν εἰπεῖν ἀρ’ ὃ ἔχει τις, δοίη ἂν ὡς οὐκ ἔχει ἢ οὔ;, ἀλλ’ οὐχὶ ὃ μὴ ἔχει τις, δοίη ἄν;’. ἐν δὲ τῷ συμπεράσματι μόνῳ ἔχων τὸ ψεῦδος παραλογισμὸς οὗτος· ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ καθήμενος ἄρα βαδίζει. ἐνταῦθα αἱ μὲν προτάσεις ἀληθεῖς, ἐν δὲ τῷ συμπεράσματι γέγονεν ἡ ἀπάτη. ἀλλὰ καὶ ὁ λέγων ‘τὰ ἔπη κύκλος, ὁ κύκλος σχῆμα, τὰ ἔπη σχῆμα᾿ ἐν τῷ συμπερά|σματι μόνῳ ἔχει τὸ αἴτιον, διότι ὁ [*](f. 28r) μέσος ὅρος ὡς πλειόνων δηλωτικὸς ἐν μὲν ταῖς διαλεκτικαῖς συνουσίαις λαμβάνεται, ἐν δὲ ταῖς ἐπιστημονικαῖς οὐκέτι, ὡς καὶ ἐν τῇ Ἀποδεικτικῇ ἐπεσημήνατο· ἐκεῖνα γὰρ μόνα οἶδε καὶ λέγεσθαι συγχωρεῖ ὁ γεωμέτρης κύκλους, ὅσοις ὁ τοὐ κύκλου ἐφαρμόζει ὁρισμός, οἷς δὲ μή, οὐκέτι. ὁ μὲν οὖν φαινόμενος ἔλεγχος ἢ ἐν τῇ ἀντιφάσει ἢ ἐν τῷ συμπεράσματι ἢ [*](1 δεῖ γὰρ τὴν ἀντίφασιν ὅλην προσκεῖσθαι τῆ ἐρωτήσει. ὥστε ἐρωτᾶν οὕτως. ἆρ’ ἔστι Α 5 ξύλον λέγεις a λίθους λέγης καὶ ξύλα Α Plato 1. c. p. 27,22 sq., sed cf. vs. 6 5 et 6 σιδήρια Α Plato: σίδηρα al 6 ἐστιν alt. I: om. Α 7 τὰ AI: om. a τὸ—τοιοῦτον om. A 11 post δηλοῖ add. δὲ a 12 καὶ AI: om. a λεγόμενα a1 13 τῶν om. Α 14 τοῦ a2I: om. a1 16 ἔχει aI (CcT): ἔχοι Arist. post ἄν add. καὶ a2 17 ἔσται I: ἐστὶ a 22 el 23 ἔχοι a 22 an ἀλλ’ ὃ ἄρα? ὃ alt. Ι: om. a 26. 27 ψεῦδος παραλογισμὸς al: αἴτιον τῆς ἀπάτης Α 29 καὶ a2AI: om. a1 32 ἐν τῇ Ἀποδεικτικῇ] I 11 p. 77a9 33 post μόνα add. καὶ Α 34 οὐκέτι al: οὔ Α)
83
πολλάκις καὶ ἐν ἀμφοῖν τὸ αἴτιον φέρει τοῦ ψεύδους. ὅστις δὲ μηδαμοῦ ἔχει ποισπῦν τὴν ἀπάτην, οὖτος ἀληθής ἐστι συλλογισμός· ἀληθῶν οὐσῶν τῶν προτάσεων ἐξ ἀνάγκης καὶ τὸ συμπέρασμα ἔσται ἀληθές.

[*](p. 171a 12)

Ἀλλὰ δὴ ὅθεν ὁ λόγος ἦλθεν.

Πάλιν ἐπὶ τὸ προκείμενον ἐπανῆλθε, καὶ δείκνυσι μὴ ἕτερον εἶναι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν συλλογίζεσθαι ἀλλ’, ὡς δέδεικται, ταὐτόν. καὶ φησὶν ἐρωτῶν πότερον οἱ ἐν τοῖς μαθήμασι σοφιστικοὶ λόγοι καὶ ἀπατητικοί, μαθήματα λέγων ἀριθμητικήν, γεωμετρίαν καὶ τὰ συγγενῆ ταύταις, πότερον οἱ ἐν τοῖς μαθήμασι πρὸς τὴν διάνοιάν εἰσι, τουτέστι κατὰ <τὴν> διάνοιάν εἰσι τοῦ ἐρωτωμένου; καὶ ἐρωτήσας λέγων ἢ οὔ, δηλῶν διὰ τούτου ὅτι οὐ κατὰ τὴν ἐκείνου διάνοιαν, ὡς ἴσου ὄντος τοῦ ἢ οὔ τῷ ῾ἢ δηλονότι παρὰ τὴν διάνοιάν εἰσι τοῦ ἀποκρινομένου῾. εἰ γὰρ ὁ ἀποκρινόμενος οἴεται πολλὰ σημαίνειν τὸ τοῦ τριγώνου ὄνομα, τό τε σκαληνὸν καὶ τὸ ἰσοσκελές, καὶ ἐρωτηθεὶς ῾ἆρα παντὸς τριγώνου αἱ πρὸς τῇ βάσει γωνίαι ἴσαι ἀλλήλαις εἰσίν;’ ἔδωκεν, ὅτι ἴσαι ἀλλήλαις ἐπὶ τοῦ ἰσοσκελοῦς, ὁ δὲ σοφιστὴς ἐλέγχει αὐτόν, ἆρα κατὰ τὴν διάνοιαν διείλεκται οὗτος τοῦ ἐρωτωμένου; καὶ ἐπάγει τὴν λύσιν λέγων ἢ οὔ· οὐ γὰρ πρὸς τὴν διάνοιαν διείλεκται τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν, εἴπερ ὁ μὲν ἀποκρινόμενος, εἰ οὕτως ἔτυχε, τὸ σχῆμα ἢ τὸν κύνα δέδωκεν ἐπὶ τοῦ χερσαίου ἢ τοῦ ἐπιπέδου σχήματος, ἐκεῖνος δ’ ἐπὶ τὸν ἀστρῷον μετήνεγκεν ἢ τὰ ἔπη. δῆλον ἄρα ὡς πρὸς τὸ ὄνομα διείλεκται καὶ οὐ πρὸς τὴν διάνοιαν τοῦ ἀποκρινομένου· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιάν ἐστιν. ἰστέον δέ ὅτι ἐφ’ ἑκάστης τῶν αὐτοῦ ἐρωτήσεων τὸ ἢ οὕ ὡς ἀπόκρισίς ἐστι καὶ οἱονεὶ ἀπόφασις καὶ ἀπάρνησις ἀντὶ τοῦ ῾φανερὸν ὅτι οὐκ ἔστι πρὸς τὴν διάνοιαν᾿.

[*](p. 171a 17)

Ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα.

Ἔτι τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ταὐτὸν εἶναι δείκνυσι, καὶ φησίν· εἰ πολλὰ σημαίνοντός τινος ὀνόματος μὴ νοεῖ τοῦτο οὕτως ἔχειν ὁ ἀποκρινόμενος ἀλλὰ μοναχῶς λέγεσθαι νομίζει, εἶτα ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ, πάντως οὐ κατὰ τὴν οἰκείαν διάνοιαν ἠλέγχθη. ταὐτὸν οὖν ἄρα τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν. τὴν δὲ λέξιν τὴν ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδ’ οἴεται, [*](1 καὶ om. a1 φέρει τὸ αἴτιον Α 1. 2 ὅστις—ἀπάτην aI: ὁ δὲ ἐν μηδετέρω, ἤγουν μήτε ἐν τῶ συμπεράσματι μήτε ἐν τῆ ἐρωτήσει ἔχων τὸ αἴτιον τῆς ἀπάτης A 2 ποιοῦν I: ποιεῖν a ἐστι om. Α 3 ἔσται AI: ἐστὶν a 6 παρὰ scripsi cf. vs. 22. 23: πρὸς aI 7 post μαθήμασι expunxit πρὸς τὴν διανοίαν ἐστὶ (sic) τουτέστι (cf. vs. 9. 10) I 10 τὴν v: om. al 12 ἢ alterum a2I: om. a1 13 πολλοὺς a2 15 ἀλλήλαις a2: ἀλλήλοις a1I 17. 18 οὗτος—διείλεκται om. a1 21 ἀστρῷον a cf. p. 81,17: ἀστέρα I τοὔνομα a 26 μὲν a Arist.: om. I 27 τὸ om. Α παρὰ om. A)

84
πῶς οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται; τριχῶς ἔστιν ἐκλαβεῖν. καθ’ ἕνα μὲν τρόπον οὕτως· εἰ τοῦ ὀνόματος διττοῦ ὄντος μὴ νοεῖ τοῦτο ὁ ἀποκρινόμενος, πῶς οὗτος ἠπάτηται, κατὰ διάνοιαν ἢ οὔ; καὶ πρὸς τοῦτο λύσις οὐ πρὸς τὴν διάνοιαν, ἤγουν οὐ κατὰ τὴν διάνοιαν. ἢ κατ’ ἐρώτησιν ἀναγνωστέον καὶ ὑπερβατῶς οὕτως· ἆρά γε οὗτος πρὸς τὴν διάνοιαν διείλεκται; καὶ οὕτως ἐπακτέον ὡς ἀρνητικόν τε καὶ ἀποφατικὸν τὸ οὔ· σύνηθες γὰρ αὐτῷ τοῦτο, ὡς καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει εἶπεν ‘ἀλλ’ ἐπειδὴ περὶ φύσεως μὲν οὔ, φυσικὰς δὲ ἀπορίας συμβαίνει λέγειν αὐτοῖς”. ἢ οὖν οὕτω τὴν λέξιν ἀναγνωστέον, ἢ ἀποφατικῶς ὧδε· ἔτι εἰ πολλὰ μὲν σημαίνει τοὔνομα, ὁ δὲ μὴ νοεῖ μηδὲ οἴεταί πὼς· καὶ στίξαντας ἐπαγαγεῖν οὗτος οὐ πρὸς τὴν διάνοιαν διείλεκται ὡς ἴσον τῷ ῾πάντως ὁ τοιοῦτος δῆλός ἐστιν ὅτι οὐ πρὸς τὴν διάνοιαν διείλεκται ἀλλὰ παρὰ τὴν διάνοιαν᾿. ἀλλὰ μὴν τοῦτο καὶ πρὸς τοὔνομά ἐστι· ταὐτὸν ἄρα τὸ πρὸς τοὔνομα καὶ τὸ παρὰ τὴν διάνοιαν.

[*](p. 171a 18)

Ἢ πῶς δεῖ ἐρωτᾶν, πλὴν διδόντα διαίρεσιν.

Ἀποδείξας διὰ τῶν εἰρημένων ταὐτὸν εἶναι τὸ πρὸς τὴν διάνοιαν καὶ πρὸς τοὔνομα, ἔτι | δὲ καὶ ὅτι οὐ πάντες οἱ ψευδεῖς συλλογισμοὶ καὶ [*](f. 28v) ἔλεγχοι εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἀνάγονται διὰ τὸ μὴ δυνατὸν εἶναι τοὺς ἔξω τῆς λέξεως ἀναχθῆναι εἰς ταῦτα, νῦν ὡς τινὸς εἰπόντος ὡς δύνατόν ἐστι πάντας τοὺς ἐλέγχους ἀναχθῆναι εἰς ταῦτα, εἰ κατὰ διαίρεσιν ἡ ἐρώτησις γίνοιτο, φησὶν ὡς πῶς οὖν δεῖ ἐρωτᾶν; ἢ καθ’ ὑμᾶς διὰ διαιρέσεως· εἰ γὰρ μὴ οὕτως αἱ ἐρωτήσεις προάγονται, ὥσπερ δὴ καὶ ἐλέχθησαν, οἷον ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν; ἆρ’ ὁ κύκλος σχῆμα;’, πάντως κατὰ διαίρεσιν λοιπὸν προαχθήσονται, ὅπερ ἐστὶ τὸ πλὴν διδόντα διαίρεσιν. εἶτα καὶ τὴν κατὰ διαίρεσιν ἐρώτησιν τίθησιν· οἱ γὰρ λέγοντες ἀνάγεσθαι πάντας τοὺς ἐλέγχους εἰς τὸ πρὸς τοὔνομα καὶ παρὰ τὴν διάνοιαν ἴσως ἄν εἴποιεν, ὅτι ἀπὸ τοῦ μὴ κατὰ διαίρεσιν τὰς ἐρωτήσεις γίνεσθαι συμβαίνει μηδὲ τοὺς ἐλέγχους εἰς τὰ εἰρημένα ἀνάγεσθαι. τίς δὲ ἡ κατὰ διαίρεσιν ἐρώτησις καὶ πῶς εἰσαχθήσεται, σαφῶς παριστῶν φησιν εἶτ’ ἐρωτήσειέ τις εἰ ἔστι σιγῶντα λέγειν ἢ οὔ, ἢ ἔστι μὲν ὡς οὔ, ἔστι δ’ ὡς ναί, τοιοῦτόν τι διὰ τούτων παριστῶν, ὡς ὁ διαιρετικῶς ἐρωτῶν οὐ προάγει τὴν ἐρώτησιν οὕτως, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὗ, ἀλλὰ κατὰ τόνδε τὸν τρόπον· ἆρ’ ἔστι σιγῶντα [*](1 οὐ πρὸς a Arist. cf. vs. 4: παρὰ AI 5 ante καὶ add. ἢ a ὑπερβατῶς ΑΙ: ὑπερβατικῶς a 7 καὶ om. Α ἐν τῆ Φυσικῇ ἀκροάσει] I 2 p. 185a18 9 ἀποφαντικῶς Α 11 στίξαντες a1 14 τὸ alterum om. Α 15 διδόντα a1I(C): διδόναι a2 Arist. 16 ταύτην Α 17 δέ om. Α 18 παρὰ om. Α 21 γίνοιτο AI: γένοιτο a ὡς al: ὅτι A 22 ὑμᾶς] ὒ ex ἡ, ut videtur, corr. Α προσάγονται a 23 ἐλέγχθησαν a 25 τὴν κατὰ AI: κατὰ τὴν a1 τὴν κατὰ τὴν a2 29 ἐρώτησις om. Α 32 διαλεκτικῶς a1 33 τὸν om. a1)

85
λέγειν ἢ οὐκ ἔστιν, ἀλλ’ ἔστι μὲν ὡς ἔστιν, ἔστι δ’ ὡς οὐκ ἔστι; τουτέστιν ἆρ’ ἔστι λέγειν σιγῶντα, ἢ ἀπλῶς μὲν ὁ σιγῶν οὐ λέγει, τρόπον δέ τινα ἔστι λέγειν τὸν σιγῶντα, τρόπον δέ τινα οὔ; τουτέστι κατὰ τὶ μὲν λέγει ὁ σιγῶν, κατὰ τὶ δ’ οὔ; φησὶν οὖν πρὸς τοῦτο ὁ Ἀριστοτέλης, ὡς κἂν κατὰ διαίρεσιν ἡ ἐρώτησις γένηται, οἱ συναχθησόμενοι πάλιν λόγοι, εἰς ἃ καὶ πρώην ἀνήγοντο, καὶ πάλιν εἰς ταὐτὰ ἀναχθήσονται, εἴς τε τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, ὅπερ ἐδείχθη ταὐτόν. εἰ γὰρ ἐκ διαιρέσεως προβαίη ἡ ἐρώτησις καὶ ὁ μὲν ἀποκρινόμενος ἀποφήσει μὴ δυνατὸν εἶναι λέγειν τὸν σιγῶντα, ὁ δ’ ἐρωτῶν ἐπαγάγῃ συμπέρασμα ὡς δύναται λέγειν ὁ σιγῶν, δῆλον ὡς οὐ πρὸς τὴν διάνοιαν, τουτέστιν οὐ κατὰ τὴν διάνοιαν διειλέχθη τοῦ ἀποκρινομένου ὁ ἐρωτῶν ἀλλὰ πρὸς τὸ ὄνομα. οἷον ὁ ἐρωτῶν οὕτως προήγαγε τὴν ἐρώτησιν, ὡς ἆρ’ ἔστι σιγῶντα λέγειν ἢ οὑκ ἔστιν, ἀλλὰ τρόπον μέν τινα ἔστι, τρόπον δέ τινα οὐκ ἔστιν; ὁ δὲ ἀποκρινόμενος τὸ ‘οὐκ ῾οὐκ ἔστιν᾿ ἔφησε· δῆλός ἐστι διὰ τοῦ ‘οὐκ ἔστι᾿ τοῦτο εἰπών, ὡς οὐκ ἔστι λέγειν τὸν σιγῶντα· τὸ γὰρ ῾οὐκ ἔστι᾿ τοῦτο δηλοῖ, τὸ ‘οὐκ ἐνδέχεται κατὰ τὶ μὲν λέγειν τὸν σιγῶντα κατὰ τὶ δὲ μή, ἀλλ’ ἁπλῶς μὴ λέγειν᾿. ἄν οὖν ὁ ἀποκρινόμενος οὕτως εἴπῃ, τουτέσιν ‘οὐκ ἔστι λέγειν τὸν σιγῶντα᾿, ὁ δ’ ἐρωτῶν ὅτι ἔστι συλλογίσεται, φανερόν ἐστιν ὡς ἀπ’ ἄλλου μὲν σιγῶντος τὸ λέγειν ἀπέφησεν ὁ ἀποκρινόμενος, κατ’ ἄλλου δὲ ὁ ἐρωτῶν συνεπέρανε. τὴν <δὲ> λέξιν τὴν ἄρ’ οὐ πρὸς τὴν διείλεκται ὀξυτόνως ἀναγινώσκειν δεῖ καὶ κατὰ ἀπόφασιν, ἀλλ’ οὐχὶ κατὰ ἐρώτησιν. ἵν’ οὖν συντόμως ἐροῦμεν, τοῦτό ἐστιν ὅ φησιν, ὡς εἰ καὶ κατὰ διαίρεσιν καθ’ ὑμᾶς ἡ ἐρώτησις γίνοιτο, ἣν δὴ καὶ προλαβόντες εἰρήκαμεν, καὶ τῆς διαιρέσεως γενομένης ὁ μὲν ἀποκρινόμενος εἴπῃ μηδαμῶς λέγειν τὸν σιγῶντα, ἤτοι οὐδ’ ὅλως, ὁ δ’ ἐρωτῶν συμπερανεῖ λέγειν αὐτόν, ἄρ’ οὐ κατὰ τὴν διάνοιαν τοῦ ἀποκρινομένου διείλεκται, ἵν’ ᾖ τὸ ῾ἄρα᾿ συμπερασματικόν. καίτοι οὗτος ὁ λόγος, τουτέστιν ὁ παρὰ τὴν διάνοιαν, καὶ παρὰ τὸ ὄνομά ἐστιν· οὔτε γὰρ ἡ αὐτὴ διάνοια τοῦ ἐρωτῶντος καὶ τοῦ ἀποκρινομένου, οὔτε πρὸς τὸ αὐτὸ πρᾶγμα, πρὸς ὃ ἡ τοῦ ἀποκρινομένου ἀπόκρισις γέγονε, πρὸς ἐκεῖνο καὶ τὸ συμπέρασμα ἐξενήνεκται, κἀν τὸ αὐτὸ ὄνομα ἦν. ὥστε τὸ αὐτό ἐστι τό τε πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν. τὸ δὲ οὐκ ἄρα ἐστὶ γένος τι λόγων τὸ πρὸς τὴν διάνοιαν τοιοῦτόν ἐστιν, ἵνα καὶ τὸ πλῆρες τῇ λέξει προσθήσομεν· ἐπεὶ ἀπεδείχθη τὸ αὐτὸ εἶναι τὸ πρὸς τοὔνομα καὶ πρὸς τὴν διάνοιαν, οὐκ ἔστι λοιπὸν τὸ γένος τῶν παρὰ τὴν διάνοιαν λόγων ἄλλο τῶν παρὰ τοὔνομα ἀλλὰ ταὐτό. ὁμοίως καὶ τὸ ἀλλ’ [*](2 ante σιγῶντα add. τὸν A 4 τούτους Α 5 γένηται al: ἐστὶν Α 6 πρόην a1I ἀνήγοντο al: ἀνάγοντι Α ταῦτα a2 εἴτε a1 7 γοῦν Α 8 ἡ om. Α 11 fort, οἷον #x003E; ὁ 17 εἴπῃ I: εἴποι a 18 συλλογίζεται a 19 σιγῶντα a1 20 δὲ prius om. a1 δὲ alt. v: om. al 23 γίνοιτο Al: γένοιτο a 24 post εἴπῃ add. ὅτι I: 0111. aA 25 ἤγουν a συμπεράνει (sic) I 26 τὴν ΑΙ: om. a post τοῦ add. δ’ a 27 τουτέστιν om. Α 30 ἐξήνεκται a1 32 post τι add. τῶν A καὶ om. Α 33 προσεπιθήσομεν A τὸ τὸ αὐτὸ a 34 τὸ ὄνομα καὶ τὸ Α 35 τῶν AI: om. a ταὐτόν Α)
86
οἱ μὲν πρὸς τοὔνομά εἰσι τοιοῦτον, ὅτι ἀλλ’ οἱ μέν, ἤτοι τινὲς τῶν ψευδῶν συλλογισμῶν, πρὸς | τοὔνομα καὶ παρὰ τὴν διάνοιάν εἰσι, πλὴν [*](f. 29r) οὐ πάντες εἰς ταῦτα ἔχουσι τὴν ἀναγωγήν. τὸ δὲ καὶ τοιοῦτοι οὐ πάντες τοιοῦτόν ἐστιν, οὐχ ὅτι οὐ πάντες οἱ ἔλεγχοι τοιοῦτοι, ἤτοι εἰς τὰ πολλάκις εἰρημένα ἀναγόμενοι, ἁ ἀλλ᾿ οὐδ’ οἱ φαινόμενοι ἔλεγχοι εἰς ταῦτα ἀνάγονται, τουτέστιν οὐ μόνον τοῦτό φημι, ὡς οὐκ ἀνάγονται πάντες ἁπλῶς οἱ ἔλεγχοι εἰς ταῦτα, ἀλλ’ οὐδ’ οἱ φαινόμενοι· τῶν γὰρ φαινομένων ἐλέγχων οἱ μὴ παρὰ τὴν λέξιν, τουτέστιν οἱ ἐκτὸς τῆς λέξεως, οἷον οἱ παρὰ τὸ συμβεβηκὸς καὶ οἱ λοιποὶ ἕξ, οὐκ εἰς τὴν διαίρεσιν ταύτην ἀνάγονται. ὥστε ματαία ἡ εἰσαγομένη διαίρεσις, ὡς τῶν αὐτῶν καὶ πάλιν ἀπ’ αὐτῆς ἀτόπων συναγομένων.

[*](p. 171a 28)

Εἰ δέ τις ἀξιοῖ διαιρεῖν ὅτι λέγω δέ.

Εἰπὼν ὡς οὐκ ἐγχωρεῖ τὰ σοφίσματα πάντα εἰς τὸ πρὸς τοὔνομα ἀνάγεσθαι καὶ παρὰ τὴν διάνοιαν, ἀπαντήσας δὲ καὶ πρὸς τοὺς ἴσως ἀντιπεσόντας καὶ φήσαντας δυνατὸν εἶναι διὰ τῆς διαιρέσεως ἀνάγεσθαι εἰς αὐτὰ καὶ δείξας, ὅτι κἂν δώσομεν πάντα εἰς ταῦτα ἀνάγεσθαι, ἀλλ’ οὖν πάλιν καὶ οὕτως οἱ παρὰ τὴν διάνοιαν καὶ οἱ πρὸς τοὔνομα οἱ αὐτοί εἰσι, νῦν εὐθύνει καὶ τὸν ἀξιοῦντα λόγον κατὰ διαίρεσιν ἐρωτᾶν. καὶ πειρᾶται ἀνατρέπειν αὐτὸν λέγων ὡς εἴ τις οὕτως ἀξιοῖ λέγων οὕτω καὶ ἐρωτῶν ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν; ἔστι δὲ σιγῶντα ὅ τε μὴ λαλῶν ἄνθρωπος καὶ τὰ σιγώμενα᾿ (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ τὰ μὲν ὡδί, τὰ δ’ ὡδί· τὰ γὰρ οὕτως εἰσὶ σιγῶντα ὡς δύναμιν μὲν ἔχοντα τοῦ λαλεῖν, νῦν δὲ σιγῶντα, τὰ δὲ οὕτως ὡς μὴ πεφυκότα λαλεῖν), εἴ τις οὕτως ἐρωτᾷ, οὐ καλῶς ἀξιοῖ, ὅτι καίπερ τῆς ἀξιώσεως ἀπρεποῦς οὔσης ἐπὶ μὲν τῶν πολλαχῶς λεγομένων ἴσως ἄν τις κατὰ διαίρεσιν ἐρωτήσῃ, ἐπὶ δὲ τῶν μὴ πολλαχῶς πῶς ἐνδέχεται διαιρεῖν; ὃ γὰρ μὴ οἴεται πολλάκις αὐτὸς ὁ ἐρωτῶν ὁμώνυμον εἶναι ἀλλ’ ἀγνοεῖ, μάταιόν ἐστι διαιρεῖν αὐτὸν τοῦτο, μᾶλλον δὲ ἀδύνατον. ἄλλως τε καὶ παρὰ τὴν διαλεκτικὴν μέθοδον τὴν ἀξίωσιν ποιεῖται ὁ οὕτως ἐρωτῶν· διδασκόντων γάρ ἐστι τὸ διαιρεῖν ποσαχῶς λέγεται τὸ πρᾶγμα, οἷον ὀξὺ φέρε εἰπεῖν λέγεται καὶ ἡ φωνὴ καὶ ὁ ὄγκος, καὶ ὀξεῖα μὲν φωνή ἐστι τόδε, ὄγκος δὲ τόδε. τῶν διδασκόντων [*](1 post τοιοῦτον add. ἐστὶν Α ἤγουν a 3 ταὐτὰ Α καίτοι οὗτοι a 4 τοιοῦτόν a2AI: τοιοῦτος a1 ἤγουν a 5 τὸ a εἰρημένον a2: εἰρήκαμεν a1 7 post ἔλεγχοι add. οἱ διαλεκτικοὶ a 8 οἱ alteram AI: om. a 9 ὁ (post οἷον) Α 10. 11 ὡς—συναγομένων postea add., lit videtur, A1 14 παρὰ I: πρὸς a διαίρεσιν a1 δὲ Ι: τὲ a ἴσων a1 16 αὐτὰ v: αὐτὸ a: compend. I 17 πάντες καὶ οὗτοι a2 διάνοιαν I: διαίρεσιν a 18 λόγων a1 19 αὐτὸν a1: αὐτὴν a2I 21. 22 τὰ μὲν γὰρ—νῦν δὲ σιγῶντα om. a1 22 γὰρ Ι: om. a2 ἔχοντα τοῦ a2: ἔχοντες Ι 23 τις a: τι I 24 μὲν vb: δὲ (ex versu sequenti illatum) al 26 αὐτὸς aA; αὐτὸ I 27 αὐτὸν Α: αὐτὸ al 28 ἄλλως τε al: ἔπειτα Α 29 ὁ om, Α διδάσκων a1 ποσαχῶς—p. 87, 1 διαιρεῖν a: ποσαχῶς—πρᾶγμα Α: om. I πολλαχῶς a1)

87
οὖν ἐστι τὸ διαιρεῖν. ἔπειτα ἐπεὶ πρὸς νίκην ἢ ἀπάτην τοῦ ἀποκρινο- μένου ὁρᾷ ὁ τὰς ἐρωτήσεις ποιούμενος, εἰ διαίρεσιν ποιησάμενος ἔροιτο, γνώριμον ποιήσει τῷ ἀποκρινομένῳ ποσαχῶς λέγεται μὴ εἰδότι μηδ’ ἐπεσκεμμένῳ ὅτι τοσαυταχῶς καὶ κατὰ τοσούτων καὶ τοιούτων λέγεται· γνωρίμου δὲ γενομένου ποσαχῶς τὰ σιγῶντα λέγεται καὶ τοῦ ἀποκρινο- μένου, εἰ τύχῃ, ἐπὶ τοῦ σιγῶντος ἀποφήσαντος, ἄν ὁ ἐρωτῶν ἐπὶ τὰ σιγώ- σιγώμενα μετενέγκοι τὸν λόγον, καταγέλαστος δόξειεν.

[*](p. 171a 34)

Έ̀πεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς τί κωλύει τοῦτο ποιεῖν;

Εἰπὼν ὅτι ἐνίοτε τὸ ἐρωτώμενον καίτοι πολλαχῶς λεγόμενον οὐ δοκεῖ πολλαχῶς λέγεσθαι (ὃ δὲ μὴ οἴεται πολλαχῶς λεγόμενον, πῶς ἄν διέλοι ὁ ἐρωτῶν;), νῦν ὡς ἀπ’ ἐκείνων ἐπάγει τὸ λεγόμενον τὸ ἐπεὶ καὶ ἐν τοῖς μὴ διπλοῖς. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον, ὅτι πῶς φῄς, Ἀρι- στότελες, ὅτι δεῖ τὸ ἐρωτώμενον ὁμώνυμον εἶναι , ἵνα ἡ κατὰ διαίρεσιν προβαίη ἐρώτησις; δυνατὸν γὰρ καὶ ἐν τοῖς μὴ διπλοῖς, τουτέ- ’στι μὴ ὁμωνύμοις, τοῦτο ποιεῖν, ἤγουν τὸ κατὰ διαίρεσιν ἐρωτᾶν. εἶτα καὶ πῶς ἐνδέχεται τὰ μὴ πολλαχῶς ἀλλὰ μοναχῶς λεγόμενα διαι- ροῦντας ἐρωτᾶν, διδάσκων ἐπάγει ἆρά γε αἱ ἐν τοῖς τέσσαρσι μονά- δες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν, ἤτοι ἆρα αἱ τέσσαρες μονάδες ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσι; λέγω δὲ οὐχὶ ἑκάστην τῶν μονάδων ἴσην τῇ δυάδι, ἀλλ’ ὁμοῦ τὰς τέσσαρας μονάδας ἴσας ταῖς δυσὶ δυάσι. τὸ δὲ εἰσὶ δὲ υάδες αἱ μὲν ὡδὶ ἐνοῦσαι αἱ δὲ ὡδί ἴσον ἐστὶ τῷ λέγω δὲ ὡδὶ μὲν ἴσας ὡδὶ δὲ μή , ὁμοῦ μὲν τὰς δύο δυάδας ἴσας ταῖς τέσσαρσι μονάσιν, ἑκάστην δὲ τῶν μονάδων ἑκάστῃ τῶν δυάδων οὐκ ἴσας.’ καὶ ἵνα σαφέστερος ὁ λόγος γένηται, οὕτως αὐτὸν δέξῃ· αἰ τέσσαρες μονάδες ὡδὶ μὲν ἐνοῦσαι καὶ λαμβανόμεναι ἴσαι εἰσὶ ταῖς δυσὶ δυάσιν , ὡδὶ δέ, ἤγουν μία ἑκάστη τῶν μονάδων μιᾷ τῶν δυάδων, οὔ. εἴ τις οὖν οὕτως, φήσουσιν ἐκεῖνοι, τὴν | ἐρώτησιν ποιήσεται, κατὰ διαίρεσιν ἠρώτησε f. 29^ καίτοι μήτε τῶν μονάδων μήτε τῶν δυάδων πλεοναχῶς λεγομένων. εἶτα καὶ ἕτερον παράδειγμα τίθησι τὸ ἆρα τῶν ἐναντίων μία ἐπιστήμη; [*](1 ἡ ἀπάτην a^I: ἡ ἀπάτη a^ "2 εἰ a-’I : καὶ a’ 3 πολλαχῶς a* 4 τοιοὐ- τοιούτων e τοσούτων corr. I G ὁ I: om. a 7 fort, δόξειεν sive δόξει ἄν; (av) δόξειεν V 9 οὐ δοκεῖ AI: οὐκ εὐδοκεῖ a’"’: οὐδ’ ὃ a’ 10 post οἴεται add. τὸ a'- διέλοιτο Α 11. 12 νῦν — ὅτι al: νῦν τὸ λεγόμενον τοῦτο ὡς ἀπ’ ἐκείνων ἐπάγει πρὸς ἑαυτὸν δῆθεν λέγοντα μὴ δυνατὸν εἶναι τὰ μὴ ὁμώνυμα κατὰ διαίρεσιν ἐρωτᾶν· καὶ φησὶ Α 11 ἐπεκείνων a- 11. 12 τὸ ἐπεὶ — τὸ λεγόμενον om. a’ 12 πῶς — 18 δυάσιν bis habet Α φὴς aAi^l: λέγεις A^ 12. lo ἀριστοτἐλης a 13 ὅτι aIAi>: ὡς A» 13. 14 εἶναι ὁμώνυμον , ἶνα κατὰ διαίρεσιν προβαίη ἡ ἐρώ- τησις Aa 14 post γὰρ add. ἐστὶ aA" καὶ om. a’ 14. 15 ἤγουν ἐν τοῖς ὁμωνύμοις A’l 16. 17 εἶτα διδάσκων πῶς καὶ ἐν τοῖς μὴ ὁμωνύμοις ἔστι κατὰ διαίρεσιν ἐρωτᾶν Aa 17 γε om. A^ ταῖς a 18 εἰσὶν ἴσαι A^i ἤγουν a 19 εἰσὶ iterat I δὲ AI: cm. a 23 ἑκάστην Α: ἑκάστη a’-’ I: κατὰ a’ ἑκάστη Ala’-: ἑκάστας a’ 24 σφἐστερος 1: ἔτι σαφέστερος Α: δι’ ἕτερον a διεξῄει a- 2G post μιᾷ add. ἑκάστῃ a-)

88
ὃ οὕτως ἂν καταλλήλως ἐρωτηθείη· ἆρ’ ἐπεὶ τῶν ἐναντίων τὰ μέν ἐστι γνωστὰ τὰ δὲ ἄγνωστα, ἔστιν αὐτῶν μία ἐπιστήμη; ταῦτα εἰπὼν λέγει ὥστε ἔοικεν ἀγνοεῖν ὁ τοῦτο ἀξιῶν ὅτι ἕτερον τὸ διδάσκειν τοῦ διαλέγεσθαι· τὸν μὲν γὰρ διδάσκοντα δεῖ μὴ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ἀφ’ ἑαυτοῦ καὶ πάντα δῆλα ποιεῖν τῷ μαθητῇ, τὸν δὲ πρὸς ἀπάτην ἢ νίκην ὁρῶντα οὐδαμῶς.

[*](p. 171b 3)

Ἔτι τὸ φάναι ἢ ἀποφάναι ἀξιοῦν.

Ἔτι ἀναιρεῖ τοὺς κατὰ διαίρεσιν ἐρωτῶντας, καὶ φησί· τὸ τὴν πρότασιν τάσιν οὕτως ἐρωτᾶν ὡς ἀναγκάζεσθαι τὸν ἀποκρινόμενον ἢ τὸ ῾ναί᾿ ἢ τὸ ῾οὔ᾿ λέγειν (ταῦτα γὰρ εἶπε φάναι ἢ ἀποφάναι) οὐ δεικνύντος ἀλλὰ πεῖραν λαμβάνοντος τοῦ ἀποκρινομένου εἰ γινώσκει τὸ ἐρωτώμενον. πῶς οὖν ἐνδέχεται τὸν ἀπόπειραν ποιούμενον διαιρεῖν καὶ διδάσκειν τὸν ἐρωτώμενον ὃ ζητεῖ μαθεῖν εἰ οἶδεν; ἡ γὰρ πειραστικὴ οὐ διδασκαλική ἐστιν, ἵνα δῆλα ποιῇ τὰ πράγματα, ἀλλὰ διαλεκτική τις, ὡς καὶ ἐν τοῖς προρρηθεῖσιν εἴπομεν, καὶ θεωρεῖ οὐ τὸν εἰδότα ἀλλὰ τὸν προσποιούμενον εἰδέναι ἀγνοοῦντα δέ.

[*](p. 171b 6)

῾Ο μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός ἐστιν.

Ἐμφήνας διὰ τοῦ εἰπεῖν, ὅτι ἡ πειραστικὴ διαλεκτική τίς ἐστιν, ὅτι μὴ ταὐτόν ἐστι πειραστικὴ καὶ διαλεκτικὴ ἀλλὰ διάφοροι, ἀκολούθως τὴν διαφορὰν αὐτῶν παραδίδωσι, καὶ τὸν μὲν κατὰ τὰ κοινὰ θεωροῦντα τὸ πρᾶγμα (οὔτω γάρ ἐστι τὸ ἐξῆς τῆς λέξεως· [ὡς] κοινὰ δὲ λέγει πᾶσιν ἡ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς), τοῦτον καλεῖ διαλεκτικόν, τὸν δὲ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ πειραστικόν (τοῦτο γὰρ λείπει), τὸν ἐκ τῶν φαινομένων ἐνδόξων μὴ ὄντων δὲ σοφιστικὸν καὶ ἐριστικόν. πῇ δὲ διαφέρει ὁ σοφιστικὸς τοῦ ἐριστικοῦ, μετ’ ὀλίγον ἐρεῖ.

[*](p. 171b 7)

Καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος.

Παρακατιὼν μὲν φαίνεται παραδοῦναι μέλλειν διαφορὰν ἐριστικοῦ καὶ σοφιστικοῦ. νῦν δὲ ὡς ἓν λαμβάνει τὸν ἐριστικὸν καὶ σοφιστικὸν συλλο- [*](2 ἐστι AI: om. a 3. 4 τοῦ διδάσκεν τὸ Α 8 φησίν· ὡς τό Α 9 ὥστε ἀξιοῦν τὸν ἀποκρινόμενον καὶ ἀναγκάζειν Α 9. 10 τὸ ὃν a1 10 λέγειν al: δοῦναι Α post οὐ add. τοῦ Α 11 ἀλλὰ al: ἤγουν τοῦ ἀποδεικτικοῦ καὶ διδάσκοντος. ἀλλὰ τοῦ πειραστικοῦ· τουτέστι τοῦ ἐριστικοῦ· τοῦ Α 12 post ποιούμενον add. καὶ ζητοῦντα γνῶναι εἰ ἐπιστήμων ἐστὶν ὁ αὐτῶ προσδιαλεγόμενος Α τὸ (post διδ.) Α 13 post πειραστ. add. ἤγουν ἡ ἐριστικὴ Α οὐ διαλεκτικὴ a1 14 ποιῇ I: ποιεῖ a: ποιήση Α 15 εἴπομεν] c. 8 p. 169b25 22 ὡς delevi δὲ I: om. a 26 ἐρεῖ] p. 171b25 sq. 29 φαίνεται om. a1 ante μὲν add. a2 μέλλειν scripsi: μέλλει a1I: μέλλει δὲ a2)

89
γισμόν. διαιρεῖ δὲ τοῦτον εἰς δύο, καὶ ἕνα μέν φησι συλλογισμὸν ἐριστικὸν καὶ σοφιστικὸν εἶναι τὸν φαινόμενον μὲν συλλογισμὸν ὄντα δὲ ἀσυλλόγιστον, ὃς καὶ συλλογίζεται περὶ τῶν ἐνδόξων, περὶ ὧν ἡ διαλεκτικὴ πειράζει. ἔστι δὲ οὗτος ὁ ἐκ δύο καταφατικῶν συνάγων τι ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἐν ὁποιῳοῦν τῶν σχημάτων ἢ ὅπως ἄλλως παρὰ τοὺς συλλογιστικοὺς τρόπους συνάγων τι, ὥσπερ ὁ Καινεὺς ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συνῆγεν, ὅτι τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ ἐστίν, οὑτωσὶ τὴν ἀναγωγὴν ποιούμενος τοῦ σοφίσματος· τὰ ἐν πολλαπλασίονι ἀναλογίᾳ ταχὺ αὔξοντι, τὸ πῦρ ταχὺ αὔξει, καὶ τὸ συμπέρασμα δῆλον. ὁ μὴ τὸ σχῆμα οὖν, φησίν, ὑγιὲς ἔχων ἐριστικὸς καὶ σοφιστικός ἐστιν, ἐκ παραλλήλου θεὶς τὸ αὐτό· ὁ γὰρ ἐριστικὸς καὶ ὁ σοφιστὴς ὁ αὐτός, τῇ προαιρέσει μόνον διαφέροντες, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστιν οὖν ἀσυλλόγιστος ὁ τοιοῦτος συλλογισμός, κἄν ψευδὲς κἄν ἀληθὲς ᾖ τὸ συμπέρασμα. καὶ τὴν αἰτίαν ἐπάγει τοῦ εἶναι τοῦτον ἀσυλλόγιστον· τὸν γὰρ μέσον ὅρον, ὃς καὶ αἴτιός ἐστι του συμπεράσματος, ὃν καὶ διὰ τί ὀνομάζει, ἀπατητικὸν ἔχει· κἄν γὰρ ἀληθῶς κατὰ ἀμφοτέρων τῶν ἄκρων κατηγορῆται ὁ μέσος ὅρος ἐν τῷ δευτέρῳ σχήματι, ὅταν ἀμφότεραι αἱ προτάσεις καταφατικαὶ ληφθῶσιν, ὅμως οὐχ οὕτως ἔδει ταύτας λαβεῖν, ἀλλὰ τὴν μὲν οὕτως τὴν δὲ στερητικῶς. ὥστε ἀπατητικός ἐστι τοῦ διὰ τί. ἀλλὰ κἄν τὰς δύο μερικὰς λάβῃ, ὡς ἐπὶ τοῦδε ῾ὁ Πιττακὸς σοφός, ὁ Πιττακὸς σπουδαῖος, οἱ σοφοὶ ἄρα σπουδαῖοι᾿, ἀπατητικὸς καὶ οὗτος τοῦ μέσου καίτοι ἀληθοῦς ὄντος τοῦ συμπεράσματος· οὐ γὰρ ἀνάγκη, εἰ ὁ Πιττακὸς σπουδαῖος καὶ σοφός, καὶ τοὺς σοφοὺς σπουδαίους εἶναι διὰ τὸν συλλογισμόν. περὶ ἃ οὖν, φησίν, ἡ διαλεκτικὴ πειραστική ἐστι (καὶ εἴρηται κατ’ ἀρχὰς πῶς ἐστι), περὶ ταῦτα ἡ σοφιστικὴ ἀπατητική ἐστι· προσποιεῖται γὰρ εἰδέναι. ἀλλ’ ὁ μὲν πειραστικὸς [*](f. 30r) ἐπ’ ὠφελείᾳ, ὡς εἴρηται, τοῦτο ποιεῖ τοῦ προσποιουμένου εἰδέναι τὸ πρᾶγμα καὶ ἐκ τῶν ἀπλῶς ἐνδόξων ἢ τῶν δοκούντων τῷ προσποιουμένῳ εἰδέναι τὸ πρᾶγμα (καὶ πολὺ τοῦτο παρὰ τῷ Πλάτωνι τὸ εἶδος τῶν λόγων), ὁ δὲ σοφιστὴς ἔκ τινων ὁμωνύμων ἢ ἀμφιβόλων ἡ τινων ἄλλων τοιούτων. δύο οὖν, φησίν, εἰσὶν οἱ ἐριστικοὶ συλλογισμοί, εἷς μὲν ὁ προειρημένος ὁ ἀσυλλόγιστον ἔχων τὸ σχῆμα, ἕτερος δὲ ὃς οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης ὢν μεθόδου μηδὲ ταῖς οἰκείαις τοῦ πράγματος χρώμενος προτάσεσι δοκεῖ εἶναι κατὰ τὴν τέχνην, ἤγουν <ἐκ> τῶν [*](5—7 ἢ ὁ ἐκ—σχήματι iterat I 5 ὁ I b: om. aI a 6 παρὰ I b: περὶ 7 τὸ I: om. a 8 ἀναλογίᾳ a2: ἀναλογίαν I: ἀνάλογον a1 8.9 τὸ—ἀνάλογον a1 9 αὔξοντι a1 9. 10 τὸ σύμπαν a2 11 ἐριστικὸς a1: ἐριστὸς I: ἐριστής τε a2: ἐριστὴς Α ὁ alterum Α: om. al 12 post προαιρέσει induxit p. 58,6 —59,27 ἐν ᾧ τεθέντων—ἐν δευτέρω σχήματι I ἐρεῖ] p. 171b30sq. 13 ψευδὲς a: ψεῦδος I 19. 20 ἀπατητικὸς a Arist.: ἀπατητική I 21. 22 post ἀπατητικὸς add. δέ a 24 post οὖν add. νῦν a 27 εἴρηται] p. 70,30sq. ποιεῖν a 28 ἢ al: ἤγουν Α 29 post πρᾶγμα expunxit καὶ ἐκ τῶν ἀλλῶς ἐνδόξων (e vs. 28 illata) I τῶ Al: om. a 30 τινων alt. om. Α 31 εἰσὶ συλλογισμοὶ ἐριστικοί a 32 ὁ om. A ἀσυλλόγιστος a1 34 ἐκ addidi)
90
τῇ τέχνῃ. διὰ τοῦτο τὰ ψευδογραφήματα οὐκ ἐριστικά· ἐκ γὰρ τῶν οἰκείων ἀρχῶν ὥρμηνται τῆς γεωμετρίας· αἱ γραφαὶ δὲ οὐ γίνονται ὡς δεῖ. καὶ εἴρηται ἐν τῷ πρώτῳ τῶν Τοπικῶν περὶ τούτων· λέγει γὰρ ἐν ἐκείνοις “τῷ γὰρ ἡ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν τὸν παραλογισμὸν ποιεῖται ὁ ψευδογραφῶν”. οὐκ ἐριστικὰ οὖν τὰ ψευδογραφήματα, ὅτι ἀπὸ τῶν οἰκείων ἀρχῶν παραλογίζονται, οὐδὲ εἰ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, ἐριστικὸν ἔσται, οἷος ὁ τοῦ Ἱπποκράτους καὶ ὁ διὰ τῶν μηνίσκων τοῦ Ἀντιφῶντος τοῦ κύκλου τετραγωνισμός· οὐ γάρ εἰσιν ἐριστικοί, ὅτι τηροῦσι τἀς οἰκείας ἀρχὰς τῆς γεωμετρίας. ἀλλ’ ὁ τοῦ Βρύσωνος τετραγωνισμὸς τοῦ κύκλου ἐριστικός ἐστι καὶ σοφιστικός, ὅτι οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς γεωμετρίας ἀλλ’ ἔκ τινων κοινοτέρων. τὸ γὰρ περιγράφειν ἐκτὸς τοῦ κύκλου τετράγωνον καὶ ἐντὸς ἐγγράφειν ἕτερον καὶ μεταξὺ τῶν δύο τετραγώνων ἕτερον τετράγωνον, εἶτα λέγειν ὅτι ὁ μεταξὺ τῶν δύο τετραγώνων κύκλος, ὁμοίως δὲ καὶ τὸ μεταξὺ τῶν δύο τετραγώνων τετράγωνον τοῦ μὲν ἐκτὸς τετραγώνου ἐλάττονά εἰσι τοῦ δὲ ἐντὸς μείζονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἐστίν, ἴσος ἄρα ὁ κύκλος καὶ τὸ τετράγωνον, ἔκ τινων κοινῶν ἀλλὰ καὶ ψευδῶν ἐστι, κοινῶν μέν, ὅτι καὶ ἐπ’ ἀριθμῶν καὶ χρόνων καὶ τόπων καὶ ἄλλων κοινῶν ἁρμόσοι ἄν, ψευδῶν δέ, ὅτι ὀκτὼ καὶ ἐννέα τῶν δέκα καὶ ἑπτὰ ἐλάττονες καὶ μείζονές εἰσι καὶ ὅμως οὐκ εἰσὶν ἴσοι. ἀλλὰ καὶ ὁ συνάγων ὅτι αἱ ἀρεταὶ διδακταὶ ἐκ τοῦ λέγειν ὅτι τὰ διδακτὰ πρότερον μὴ ὄντα ὕστερον ἡμῖν ἐπιγίνεται, αἱ δ’ ἀρεταὶ πρότερον οὐκ ἐνοῦσαι ὕστερον ἐπιγίνονται, αἱ ἀρεταὶ ἄρα διδακταί, ἐριστικὸς καὶ σοφιστικός· οὐ γὰρ ἐκ τῶν οἰκείων τοῦ πράγματος συνάγει τὸ προκείμενον· τοῦτο γὰρ ἁρμόσει καὶ ἐπ’ ἄλλων λέγειν πολλῶν.

[*](p. 171b 18)

Ὥστε ὅ τε περὶ τῶνδε φαινόμενος συλλογισμὸς ἐριστικὸς λόγος.

Δύο εἰπὼν ἐριστικοὺς συλλογισμούς, τόν τε κατὰ τὸ σχῆμα ἡμαρτημένον καὶ τὸν μὴ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης μεθόδου φαινόμενον δὲ ἐκ τούτων, νῦν συνάπτει τούτους, ἢ μᾶλλον ἓν ὄνομα καὶ ἀμφοτέροις τίθησιν. ἐριστικὸς γάρ ἐστι λόγος καὶ ὁ περὶ τῶνδε φαινόμενος, περὶ τῶνδε φαινόμενον λέγων τὸν μὴ κατὰ τὸ σχῆμα ὑγιῆ. καὶ ὁ κατὰ τὸ πρᾶγμα δὲ φαινόμενος, κἂν ὑγιὴς μέν ἐστι κατὰ τὸ σχῆμα [*](1 post τὰ add. περὶ ἀληθῆ Α post ἐριστικὰ add. ἀλλὰ διαλεκτικά a 2 γαραφαὶ (sic) I 3 ἐν τῷ πρώτῳ τῶν τοπικῶν] c. 1 p. p. 101a 15—17 4 ἢ prius om. 5 ψευδογραφῶν a 8 ἔσται a: om. Ι 12 περιγράφειν a2: παραγράφειν a1I 13 ἐνγγράφειν a1 14 ὁ I: om. a 15 τοῦ μὲν corr. I 16 ἐντὸς a2I: ἐκτὸς a1 19 ψευδῶν a: ψευδῶσ I ὅτι a: ὁ I 21 ὁ om. a1 24 τοῦ πράγματος al: ἀρχῶν Α 26 ὅ τε a Arist.: ὁ I(u C) 32 λέγων scripsi: λέγοντες I: λέγοντος a1: λέγοντα a2: λέγει v μὴ om. a2 33 κατά alt. om. a2)

91
(τοῦτο γὰρ δηλοῦται διὰ τοῦ κἄν ᾖ συλλογισμός [δοκῶν]), δοκῶν συνάγεσθαι μὲν ἐκ τῶν ἀρχῶν τοῦ πράγματος, μὴ συναγόμενος δὲ ἀπ’ ἐκείνων ἀλλὰ φαινομένως, ἐριστικός ἐστι λόγος. διὰ τί δὲ ἐριστικός ἐστιν, ἐπήγαγε λέγων φαινόμενος γάρ ἐστι κατὰ τὸ πρᾶγμα, ὥστε ἀπατητικὸς καὶ ἄδικος· διὰ τοῦτο γοῦν καὶ σοφιστικός. ὥσπερ δὲ καὶ ἐν τοῖς δρομικοῖς ἀγῶσιν ἀδικία τίς ἐστιν, ὅταν οἱ δρομεῖς ἀφέντες εὐθὺ τῆς νύσσης φέρεσθαι ἀλλήλους ἐμποδίζουσιν, οὕτως ἐστὶ καὶ ἐν διαλέξει ἀδικομαχία τις ἐριστικὴ τιθέντων τῶν διαλεγομένων ἀλλήλοις σκῶλα πρὸς τὸ μὴ συναχθῆναι τὸ παρ’ ἑκατέρου μελετώμενον. ἢ ὥσπερ ἐν τῷ τοιούτῳ ἀγῶνι ἀδικία γίνεται, ὅταν προεκτρέχοντος ἄλλου καὶ προπορευομένου ἄλλος ὑποφθάσας κατάσχῃ αὐτὸν καὶ κωλύσῃ τοῦ δρόμου (ἔδει γὰρ ἄμφω τρέχειν καὶ οὕτω φανῆναι τὸν δόκιμον), οὕτω καὶ τοὺς [*](f. 30v) διαλεγομένους δεῖ μὴ σπεύδειν ἀδικεῖν τὸν προσδιαλεγόμενον διὰ τοῦ ἀπατᾶν. εἰ δὲ μὴ τοῦτο γίνεται, τότε ὁ ἀγαθὸς διακρίνεται περὶ τὴν διάλεξιν. νῦν δὲ δι’ ὧν λέγει καὶ τὴν διαφορὰν τοῦ σοφιστικοῦ καὶ ἐριστικοῦ παραδίδωσιν· οὔτε γὰρ οἱ αὐτοί εἰσι πάντῃ οὔτε πάντῃ ἕτεροι, ἀλλ’ ᾗ μὲν τῶν αὐτῶν λόγων εἰσὶν οἱ φιλέριδες καὶ οἱ σοφισταὶ καὶ ἀμφότεροι ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ ἐπιχειροῦσιν, εἰσὶν οἱ αὐτοί, ᾗ δὲ οἱ μὲν ἐριστικοὶ χάριν νίκης καὶ τῆς ἀπὸ τῶν παρεστώτων δόξης τοῦτο ποιοῦσιν, οἱ δὲ σοφισταὶ χάριν χρηματισμοῦ καὶ πλούτου, διαφέρουσιν.

[*](p. 171b 34)

῾Ο δ’ ἐριστικός ἐστί πὼς οὕτως ἔχων πρὸς τὸν διαλεκτικόν.

Τέσσαράς τινας λαμβάνει, ἐριστικὸν καὶ διαλεκτικόν, ψευδογράφον καὶ γεωμετρικόν, καὶ φησὶν ὅτι ὡς ἔχει ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην (ὐποδύεται γὰρ αὐτὸν καὶ ἀπὸ τῶν οἰκείων αὐτοῦ ἀρχῶν συλλογίζεται), καὶ ὁ ἐριστικὸς ἔχει πρὸς τὸν διαλεκτικόν. προσέθηκε δὲ τὸ πώς, ὅτι ὁ μὲν διαλεκτικὸς καὶ ἐκ δοκούντων καὶ ἐξ ὄντων συλλογίζεται, ὁ δὲ ἐριστικὸς ἐκ δοκούντων μὲν μὴ ὄντων δὲ ἀλλὰ φαινομένων. ἐλλιπῶς δὲ ἔχει ἡ λέξις· ἔστι δὲ τὸ πλῆρες τοιοῦτον· ἐκ γὰρ τῶν αὐτῶν τῇ διαλεκτικῇ παραλογίζεται, ὥσπερ καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῇ γεωμετρίᾳ. πῶς δὲ ἐκ τῶν αὐτῶν; ὅτι καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικὸς ἐξ ἐνδόξων, ἀλλ’ ὁ μὲν ἐκ δοκούντων καὶ ὄντων, ὡς εἴρηται, ὁ δὲ ἐκ δοκούντων μὴ ὄντων δέ. διὰ τοῦτο οὐκ ἔστιν ἐριστικὸς ὁ ψευδογράφος, ὅτι οὐκ [*](1 γὰρ I: δέ a δηλοῦτο a1 δοκῶν prius delevit v 3 φαινομένως I: φαινόμενος a 4 ὡς a 8 ἀδικία a1 9 πρὸς v cf. p. 93, 6: περὶ a1I: παρὰ a2 post συναχθῆναι add. εἰς a2 ἑκα(??) I: ἑκάστου a1: ἑκάτερα a2 10 προεκτρέχοντος Av: προεκτρέ(??) I: προεκτρέχηται a ἄλλου καὶ Α: iiiv. ord. a: καὶ ἄλλου καὶ Ι 13 τοῦ AI: τὸ a 14 imino πρὸς τὴν 17 σοφισταὶ Arist. v cf. vs. 20: σοφιστικοὶ al 23 ψευδογράφον Α: πειραστικὸν al 24 πρὸς τὸν γεωμετρικόν Α Arist. 26 τὸ I: om. a 30 καὶ AI: om. a 30,31 τῆ γεωμετρία AI: τῷ γεωμέτρῃ a 33 fort, <μὲν> cf. vs. 28 et p. 92, 1 n.)

92
ἐκ δοκούντων μὲν ἐνδόξων μὴ ὄντων δὲ ἀλλ’ ἐκ τῶν ἀρχῶν καὶ συμπερασμάτων τῶν ὑπὸ τὴν τέχνην ψευδογραφεῖ. ὁ δ’ ὑπὸ τὴν διαλεκτικήν, ἤγουν ὁ ἐριστικός, περὶ μὲν τὰ ἄλλα, ἤτοι τὰ μαθήματα, ὅτι ἐριστικός ἐστιν, οὐκ ἄδηλον· οὐ γὰρ ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τὸν κύκλον τετραγωνίζειν πειρᾶται ἀλλ’ ἔκ τινων κοινοτέρων, ὥσπερ ὁ Βρύσων, οὗ ὁ τετραγωνισμός ἐστι καὶ ἐριστικός. ὁ δὲ διὰ τῶν μηνίσκων οὐκ ἐριστικός, ὅτι ἐκ τῶν ἀρχῶν τῆς γεωμετρίας τοὺς λόγους ποιεῖται. καὶ διὰ τοῦτο τὸν μὲν οὐκ ἔστι μετενεγκεῖν ἐπ’ ἄλλα, ὅτι τὰς ἀρχὰς τῆσδε τῆς ἐπιστήμης ἀδύνατον ἐπ’ ἄλλην μετάγειν· τὸν δὲ τοῦ Βρύσωνος πρὸς πολλά, ὥσπερ καὶ ἐν τῇ Ἀποδεικτικῇ εἴρηται τῷ Ἀριστοτέλει ὅτι “κατὰ κοινόν τε γὰρ δεικνύουσιν οἱ τοῦ Βρύσωνος λόγοι, ὃ καὶ ἑτέρῳ ὑπάρξει· διὸ καὶ ἐπ’ ἄλλων ἐφαρμόττουσιν οἱ λόγοι οὐ συγγενῶν”. οἷς γὰρ ὁ Βρύσων ἐπὶ ποσὸν ἐχρήσατο, ταῦτ’ ἔστι μετενεγκεῖν καὶ ἐπὶ ποιά· ἔστι γὰρ οὕτως εἰπεῖν· τὸ ψιμμύθιον καὶ ὠὸν χιόνος μὲν μελάντερα, τιτάνου δὲ λευκότερα· τὰ δὲ τῶν αὐτῶν λευκότερα καὶ μελάντερα ὁμοίως εἰσὶ λευκά· τὸ ὠὸν ἄρα καὶ τὸ ψιμμύθιον ὁμοίως εἰσὶ λευκά. πάλιν ὁ γλίχων καὶ τὸ σκόροδον πυρὸς μὲν ψυχρότερα, ἐλαίου δὲ θερμότερα· τὰ δὲ τῶν αὐτῶν θερμότερα καὶ ψυχρότερα ὁμοίως εἰσὶ θερμά· ὁ γλίχων ἄρα καὶ τὸ σκόροδον ὁμοίως εἰσὶ θερμά. ὥστε τὸν Βρύσωνος συλλογισμὸν δυνάμεθα μετενεγκεῖν καὶ εἰς ἄλλα, ὅταν οἱ ἀποκρινόμενοι ἢ ἀκροώμενοι ἀγνοῶσι καὶ οὐκ ἴσασι (δεῖ δὲ ἔξωθεν ὑπακούειν τὸ ἐκ τίνων μὲν συνάγεται τὸ ἀδύνατον, ἐκ τίνων δὲ οὐκ ἀληθῶς. ἢ καὶ οὕτως συμβιβάσεις τὸ ἀπορούμενον ὡδὶ λέγων· τὸν μὲν τοῦ Ἀντιφῶντος, δηλονότι τὸν διὰ τῶν μηνίσκων, οὐκ ἔστι μετενεγκεῖν, τὸν δὲ ὡς ἀπὸ κοινοῦ λαμβάνοντα ἔστι μετενεγκεῖν τὸν τοῦ Βρύσωνος πρὸς πολλοὺς διαλεγομένῳ, ὅσοι μὴ ἴσασιν ἀληθῶς τὸ δυνατὸν ἐν ἑκάστῳ καὶ τὸ ἀδύνατον· ἁρμόσει γὰρ ἐπὶ πολλὰ μεταχθῆναι οὗτος παρὸ ὁ τοῦ Ἀντιφῶντος. πάλιν ἐάν τις συλλογίζηται ὅτι οὐ συμφέρει περιπατεῖν ἀπὸ δείπνου, ὅτι κίνησις οὐκ ἔστιν, ὡς ὁ Ζήνων συλλογίζεται, οὐκ ἔστιν ἰατρικός· οὐ γὰρ ἔκ τινων ἰατρικῶν ἐστιν ἀρχῶν ἀλλ’ ἐκ κοινῶν. διὸ ἔστι καὶ τοῦτον μετενεγκεῖν εἰς ἄλλα, οἷον ὅτι οὐ συμφέρει εἰς ἀγορὰν [*](1 post μὲν expunxit μὴ ὄντων δὲ (illata e p. 91,33) I 3 ἤγουν corr. I 3. 4 οὐκ ἄδηλον ὅτι ἐριστικὸς ἐστὶ περὶ τἄλλα ἤγουν περὶ τὰ μαθήματα Α 8 μετενεγκεῖν] μετ corr. I 10 ἐν τῆ Ἀποδεικτικῇ] I 9 p. 75b41 —43 12 ὑπάρξει I Arist: ὑπάρχει a(F) 14 et 16 ψιμμύθιον a2I: ψιμύθιον a1: ψιμμίθιον Α 14. 15 καὶ τὸ ὠὸν τῆς μὲν χιόνος εἰσὶ μελάντερα, τοῦ δὲ τιτάνου λευκότερα Α 15 μελάντερον—λευκότερον a1 15. 16 τὰ δὲ—λευκά om. Α 15 αὐτῶν a2I: ὠῶν a1 16 ψιμμίθιον—ὠὸν Α ὁμοίως al: ἐπ’ ἴσης Α 17 καὶ πάλιν τὰ σκόροδα καὶ ὁ γλίχων τοῦ μὲν πυρός εἰσι ψυχρότερα, τοῦ δὲ ἐλαίου Α 18 δὲ om, Α ψυχρότερα καὶ θερμότερα Α 20 οἱ a2I: εἰσὶν a1 21 εἴσασι a1 23 ἀποκροώμενον a1 24 τὸν prius om. Α 25 λαμβάνοντα a1: λαμβάνειν τὸ a2I: λαμβάνων τὸ Α post μετενεγκεῖν add. ἤγουν Α 25. 26 διαλεγομένῳ a1I: διαλεγομένου a2A 26 ἑκάστου a1 27 ἁρμόσει AI Arist. ἁρμόζει a (u) πολλοὺς a1 28 συλλογίζηται a: συλλογιῆται I)
93
ἢ εἴς διδασκαλεῖον φοιτᾶν· οὐ γὰρ ἔστι κίνησις. ὁ δὲ λέγων μὴ δεῖν ἀπὸ δείπνου περιπατεῖν, ἵνα μὴ ἄπεπτα τὰ βρώματα ὑπὸ | τῶν φλεβῶν [*](f. 31r) ἕλκηται, ἰατρικός, καὶ οὐκ ἔστιν εἰς ἄλλα μετενεγκεῖν.

[*](p. 172a 9)

Εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικόν.

Τὴν αἰτίαν διὰ τούτων λέγει δι’ ἣν ἔχει χώραν ἡ ἐριστικὴ πρὸς τὰ μαθήματα, καὶ φησὶ διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν τὸν ἐριστικὸν πρὸς τὸν διαλεκτικὸν ὡς τὸν ψευδογράφον πρὸς τὸν γεωμέτρην. ὅτι δὲ οὐ πάντῃ ὁμοίως ἔχει ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην, δῆλον ἐντεῦθεν· ὁ μὲν γὰρ γεωμέτρης καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῆς γεωμετρίας ἀρχῶν συλλογίζονται· ὁ δ’ ἐριστικὸς καὶ ὁ διαλεκτικὸς οὐκ ἐκ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἐνδόξων, ὁ δὲ ἐριστικὸς ἐκ τῶν φαινομένων μὲν μὴ ὄντων δέ. ὥστε καθὸ μὲν περὶ πάντων τῶν προτεθέντων συλλογίζεται καὶ ὁ ἐριστικὸς ὥσπερ καὶ ὁ διαλεκτικός, ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικόν, ᾗ δὲ οὐκ ἐκ τῶν αὐτῶν ἀρχῶν, διαφέρει. ἀλλὰ πῶς ὁ ἐριστικὸς διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην χώραν ἔχει πρὸς τὰ ψευδογραφήματα; ἢ διότι ψευδογράφημα ἐξ ἐνδόξων γενέσθαι οὐ δύναται, ἀλλ’ ἐκ φαινομένων μὲν τῇ γεωμετρίᾳ μὴ ὄντων δέ· καὶ διὰ τοῦτο οὐδεὶς διαλεκτικὸς ψευδογραφεῖν ἐπιχειρεῖ, ἀλλ’ ὁ ἐριστικός. τὸ δὲ νῦν οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον οὐ τῆς ἀνομοιότητός ἐστι δεικτικὸν ἀλλὰ μᾶλλον τῆς ὁμοιότητος· ἀόριστος γὰρ καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικός. εἰπὼν δὲ ὅτι οὐκ ἔστι περὶ γένος τι ὡρισμένον ὁ διαλεκτικὸς καὶ διὰ τοῦτο οὐδὲ ἀποδεικτικὸς καὶ συλλογιστικὸς ἑνός τινος ἀλλὰ περὶ πᾶν [ὁ] ἐξ συλλογιζόμενος, λέγει οὐδὲ τοιοῦτός ἐστιν οἷος ὁ καθόλου, λέγων καθόλου τὸν θεόλογον. οὐ γάρ ἐστιν ὁ διαλεκτικὸς ἢ ὁ ἐριστικὸς οἷος ὁ καθόλου· εἰ γὰρ καὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται ὁ διαλεκτικὸς τῷ θεολόγῳ (περὶ γὰρ πάντα τὰ ὄντα ἀμφότεροι), ἀλλ’ οὐχ ἀλλ’ ὁ μὲν θεόλογος περὶ τὰ κοινὰ καὶ ἐκ τῶν καθ’ αὑτὰ καὶ ᾗ αὐτὰ τοῖς πράγμασιν ὄντων τὴν θεωρίαν ποιεῖται, ὁ δὲ διαλεκτικὸς καὶ ἐριστικὸς περὶ τὰ καθ’ ἕκαστα διατρίβουσι, καὶ οὐκ ἐκ τῶν καθ’ αὑτὰ ἀλλ’ ἐκ τῶν ἐνδόξων ἡ τῶν φαινομένων ἐνδόξων τοὺς λόγους ποιοῦνται. [*](1 διδασκαλεῖον a1 1.2 περιπατεῖν ἀπὸ δείπνου a 6 ἐριστικὸς a1 πρὸς scripsi cf. vs. 17 et p. 91,9: περὶ al 9. 10 ὅτι δὲ—τὸν γεωμέτρην Av: om. al 11 τῆς γεωμετρίας a: τῆ γεωμετρία I 13 μὲν I: om. a 21 νῦν δ’ οὐκ Arist. 23 ὁ ἐριστικὸς (superscr. β΄) καὶ ὁ διαλεκτικὸς (superscr. α΄) I 25 ὁ delevi 26 τοιοῦτον a1 29 ἀμφότεροι a1A: ἀμφότερα a2I 29. 30 οὐχ ὡσαύτως, ἀλλ’ om. Α 30 ὁ μὲν πρῶτος φιλόσοφος καὶ θεόλογος συλλογίζεται ἐκ τῶν κοινῶν καὶ A αὐτὰ a: αὐτὸ Α: compend. I 30.31 ᾖ—ποιεῖται al: αἰτίων καὶ πρώτων ὄντων τοῖς πράγμασιν A 32 περὶ τὰ—καὶ om. Α αὐτὸ A 33 post τῶν prius add. καθέκαστα καὶ τῶν A τοὺς λόγους ποιοῦνται al: περὶ παντὸς συλλογίζεται Α)

94
ὅτι δὲ οὐκ ἔστιν ὡρισμένης τινὸς φύσεως ἡ διαλεκτική, καὶ διὰ τοῦτο οὐδ’ ἡ μιμουμένη ταύτην ἐριστική, εἴρηται καὶ ἐν τῷ πρώτῳ τῶν τοπικῶν. δείκνυσι δὲ καὶ ἐνταῦθα λέγων οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, τουτέστιν εἰ μὲν ἦν κοινὸν πάντων γένος τὸ ὄν, ἐνῆν ἴσως λέγειν ὅτι περί τι ὡρισμένον εἰσὶν ἡ διαλεκτικὴ καὶ ἡ πειραστική· ἐπεὶ δὲ δέκα τὰ γένη, οὐκ ἔστι λέγειν ὅτι περὶ μίαν τινὰ ὡρισμένην φύσιν εἰσίν. ἀλλὰ κἂν ἦν, φησίν, ἓν κοινὸν γένος πάντων τὸ ὄν, οὐχ οἷόν τε ἦν ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι πάντα τὰ ὄνια· ἄλλαι γὰρ ἄλλων εἰσί, καὶ ἄλλα ὑπ’ ἄλλας τυγχάνουσι· τῶν μὲν γὰρ φυσικῶν ἀρχαί εἰσιν εἶδος, στέρησις, ὕλη, γεωμετρίας δὲ γραμμαί, σημεῖα, κύκλοι, ἰατρικῆς πῦρ, γῆ καὶ τὰ μεταξὺ καὶ ἄλλων ἄλλαι. ὥστε κἂν ἓν ἦν πάντων κοινὸν γένος τὸ ὄν, ἐπειδὴ τὰ ὑπὸ τὸ ὄν, περὶ ἃ ἡ διαλεκτικὴ στρέφεται, διάφοροι φύσεις εἰσίν, ὅτι καὶ αἱ ἀρχαὶ αὐτῶν διάφοροι, οὐκ ἂν εἴη ὡρισμένης τινὸς καὶ μιᾶς φύσεως ἡ διαλεκτική, ὥστε οὐδ’ ἡ ταύτην ὑποκρινομένη ἐριστική. δείκνυσι δὲ τὸ προκείμενον καὶ ἄλλως, δυνάμει συλλογιζόμενος οὕτως· αἱ μιᾶς τινος φύσεως καὶ ἑνός τινος ὑποκειμένου οὖσαι οὐκ ἐρωτῶσιν· ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ ἐρωτᾷ· ἡ διαλεκτικὴ ἄρα καὶ ἡ πειραστικὴ οὐκ εἰσὶν μιᾶς τινος ὡρισμένης φύσεως οὐδὲ ἑνός τινος ὑποκειμένου. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι. διὰ τούτου δὲ τὴν μείζονα πρότασιν παρασκευάζει, ὅτι αἱ μιᾶς τινος φύσεως καὶ ἑνὸς ὑποκειμένου οὖσα ιοὐκ ἐρωτῶσιν. εἴη ἄν <οὖν> τὸ δοῦναι ἀντὶ τοῦ συλλογίσασθαι οὐ γὰρ ἔξεστιν οὐδὲ δυνατόν ἐστι τῷ ἀποδεικνύντι δεῖξαι τὰς τρεῖς τοῦ τριγώνου γωνίας, εἰ τοῦτο εἴη δεικνύμενον, δύο ὀρθῶν ἐλάττονας ἢ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἡ γὰρ | ἀπόδειξις ἐκ τῶν οἰκείων [*](f. 31v) καὶ καθ’ αὑτὰ καὶ ᾗ αὐτά, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται, τοῦ δεικνυμένου γίνεται· ἐκ δὲ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἕν τι δείκνυται, τἀλη- [*](1. 2 ὅτι δὲ ἡ διαλεκτικὴ οὐκ ἔστιν ὡρισμένης τινὸς φύσεως, ἤγουν περὶ ἓν ὑποκείμενον καταγίνεται, διὰ τοῦτο οὐδὲ ἡ ἐριστικὴ ἡ ταύτην ὑποκρινομένη Α 2 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] c. 1 p. 100a19 3—5 οὔτε—πειραστική al: εἰ μὲν γὰρ ἅπαντα τὰ ἑκάστης ἐπιστήμης ἐν ἑνί τινι γένει ἐθεωροῦντο, ἤγουν εἰ μὲν ἦν κοινὸν γένος πάντων αὐτῶν τὸ ὃν, ἴσως ἄν, ἐλέγομεν ὅτι ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ περί τι ὡρισμένον καὶ ἓν ὑποκείμενον καταγίνεται Α 4 μὲν a: μὴ I ἢν a2I: οὖν a1 ἐνῆν Ι: ἓν ἦν a 5 post γένη add. τὰ γενικώτατα Α 6 ὅτι al: ὡς Α εἰσίν al: ἤγουν περὶ ἓν ὑποκείμενον καταγίνεται Α 6. 7 ἦν φησιν al: δώσομεν Α 7 πάντων al: εἶναι Α οὐχ οἷόν τε al: οὐδ’ οὕτως Α ὑπὸ al: λέγειν Α 8 πάντων τῶν ὄντων Α ἄλλα (ante γὰρ) a1 ἄλλα scripsi: ἄλλαι aAI 9 post τυγχάνουσι add. καὶ γὰρ τἄ ὑπὸ τὸ ὃν, οἶον δένδρα. λίθοι. ἄνθρωπος. ἵππος καὶ τὰ τοιαῦτα, διαφόρους τὰς φύσεις ἔχουσι· καὶ διατοῦτο καὶ αἱ ἀρχαὶ αὐτῶν εἰσι διάφοροι Α post φυσικῶν add. πραγμάτων Α ὕλη καὶ στέρησις Α 10 γραμμὴ. σημεῖον καὶ κύκλοι καὶ ἰατρικῆς τὰ τέσσαρα στοιχεῖα, πῦρ Α 11 ἄλλαι ἄλλων Α 12 αἱ Ι: old. a 14 οὐδ’ ἡ Ι: οὐδὲ a 16 τινος AI: cm. a ὑποκειμένου aA: cm. I post οὖσαι add, τέχναι καὶ ἐπιστῆμαι Α 16. 17 ἡ δέ διαλεκτικὴ καὶ ἐριστικὴ ἐρωτᾶ. οὐκ εἰσὶν ἄρα ἡ διαλεκτικὴ καὶ ἐριστικὴ Α 18 ὡρισμένης cm. Α τινος alt. cm. Α 19 μωρίων a1 20 πρότασιν Ι: πρότερον a 21 οὖν addidit v 23 ταῦτα a1 25 ἐν τῇ Ἀποδεικτικῇ] I 4 26 ἑαυτὰ a)
95
θές. ὥστε ἐπεὶ οὐκ ἔστιν αὐτῷ δυνατὸν ἐκ τῶν αὐτῶν καὶ τὸ ἀντικείμενον δεικνύναι, οὐκ ἐρωτᾷ· ὁ γὰρ ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς παρεσκευασμένος τὸ ἐναντίον τοῦ τεθέντος συλλογίσασθαι. ἡ τὸ δοῦναι ἀντὶ τοῦ συγχωρῆσαι καὶ ὡς ἀληθῶς ὂν λαβεῖν εἴρηται· τῷ γὰρ μέλλοντι δεικνύναι τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας οὐκ ἔξεστι λαβεῖν καὶ ὡς ἀληθεῖ χρήσασθαι ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι ἄνισοί εἰσι δύο ταῖς ἐφεξῆς· οὐ γὰρ ἐκ τούτου ἀλλ’ ἐκ τοῦ ἴσας εἶναι δείκνυται τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. ἢ τὸ οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ ἔξεστι τῷ ἀποκρινομένῳ ἐν τοῖς ἀποδεικτικοῖς δοῦναι οἷον ἄν μόριον βούληται τῆς ἀντιφάσεως᾿· συλλογισμὸς γάρ, τουτέστιν ἀπόδειξις καὶ συλλογισμὸς ἀποδεικτικός, οὐ γίνεται ἐξ ἀμφοῖν. εἰ μὲν γὰρ σκοπὸν εἶχεν ὁ γεωμέτρης συνάγειν ἀμφότερα, τό τε τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ μὴ ἴσας, τότε ἂν ἠρώτα, ἵνα ἐκ μὲν τοῦ λαβεῖν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι συναγάγῃ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἐκ δὲ τοῦ λαβεῖν μὴ ἴσας εἶναι τὰς τρεῖς δύο ταῖς ἐφεξῆς τοὐναντίον· ἐπεὶ δὲ μόνης τῆς ἀληθείας ἀντέχεται καὶ τὸ ὂν συλλογίζεσθαι βούλεται, οὐκ ἐρωτᾷ, ἀλλὰ λαμβάνει δι’ ὧν τὸ ἀληθὲς δείκνυται. ὥστε οὐκ ἔξεστι τὸ ψεῦδος ὡς ἀληθὲς τιθέναι. εἰ οὖν αἱ ἐρωτήσεις ἐπ’ ἐκείνων γίνονται ἐφ’ ὧν ἔξεστιν ὁποτερονοῦν τῆς ἀντιφάσεως μόριον δοῦναι, ἐπὶ δὲ τῶν ἀποδεικτικῶν τοῦτο οὐκ ἔστιν, οὐκ ἂν εἴη ἐπὶ τούτων τὸ ἐρωτᾶν.