[*](p. 166b 28)Οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς παραλογισμοί εἰσιν.
Ὁ πρῶτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρ’ ἁ τὸ συμβεβηκός· γίνεται δὲ οὗτος, ὅταν τις ἀξιοῖ πᾶν τὸ προσὸν τῷ κατηγορουμένῳ ὑπάρχειν καὶ τῷ ὑποκειμένῳ, ὅπερ οὐκ ἀναγκαῖόν ἐστι. παρὰ γοῦν τὸ τὰ συμβεβηκότα τῷ κατηγορουμένῳ λαμβάνειν τὸν σοφιστὴν καὶ λέγειν κατὰ τοῦ ὑποκειμένου μὴ ὀφείλοντα λέγεσθαι ὁ παραλογισμὸς γίνεται. ὅταν οὖν, φησί, τὶς ἀξιοῖ ὁμοίως ὑπάρχειν τι τῷ πράγματι καὶ τῷ συμβεβηκότι, πρᾶγμα μὲν λέγων τὸ σύνθετον καὶ ὑποκείμενον, συμβεβηκὸς δὲ ἁπλῶς πᾶν κατηγορούμενον, κἄν τε τῶν οὐσιωδῶς καὶ καθ’ αὑτὸ ὑπαρχόντων τῷ καθ’ οὗ κατηγορεῖταί ἐστι κἄν τε καὶ μή. φησὶ γοῦν ὡς οὐκ ἀναγκαῖόν ἐστιν, ὅσα συμβέβηκε τῷ κατηγορουμένῳ, καὶ τῷ ὑποκειμένῳ ταῦτα συμβαίνειν. οἷον τί φημι; κατηγορεῖται τὸ λευκὸν κατὰ τοῦ Σωκράτους· ὑπάρχει δὲ τῷ λευκῷ καὶ τὸ χρῶμα διακριτικὸν ὄψεως· εἴ τις οὖν ἀξιοῖ καὶ τῷ Σωκράτει ὑπάρχειν τὸ χρῶμα διακριτικὸν ὄψεως λέγων οὕτως ‘ὁ Σωκράτης λευκός, τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, ὁ Σωκράτης ἄρα χρῶμα διακριτικὸν ὄψεως᾿, ποιεῖται παρὰ τὸ συμβεβηκὸς τὸν παραλογισμόν. οὐ γὰρ τὸ τῷ συμβεβηκότι ὑπάρχον [*](1 ἐστὶν ἑπτά om. a post ἑπτά add. ἤτοι τρόποι I 6 ἐρεῖ] c. 19 —23 7 ἐκ al: ἀπὸ Α γινομένους—τίθησιν al: παραδίδωσιν Α 8 ὀνομάζει post λέξεως collocat Α κἀνταῦθα om. Α 8. 9 ταύτης σύνθεσις al: σύνθεσις τῆς λέξεως Α 9 ante διαίρ. add. ἡ Α 10 αἴτια γίνονται τῶν παραλογισμῶν Α 11 τούτων al: τῶν ἔξω τῆς λέξεως Α 12 προιὼν] c. 24 sqq. 14 ἐν τοῖς ἑξῆς βῆ θήσεται. πρῶτος δὲ A 18 ἀξιοῦν a1 19. 20 ὑπάρχειν—κατηγορουμένῳ om. a1 21 ὀφείλοντος a1 23 λέγων scripsi: λέγει al 24 συμβέβηκε a1 post πᾶν add. τὸ Α 25 τῷ al: τὸ Α 26 ἀναγκαῖον I: ἀνάγκη axV 32 τὸ alt. I: om. a)
38
καὶ τῷ ὑποκειμένῳ ἀνάγκη ὑπάρχειν, ὅτι οὐδὲ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρὶς ὂν τοῦ ᾧ συμβέβηκε καὶ πρὸς αὐτὸ συγκρινόμενον καὶ μετὰ τοῦ ᾧ συμβέβηκε, πρὸς τὸ ᾧ συμβέβηκε συγκρινόμενον μόνον. οἷον εἴ τις εἴπῃ ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἕτερος ἀνθρώπου᾿, λέγεται δὴ τὸ σόφισμα παρὰ τὸ συμβεβηκός, ὅτι οὐ ταὐτόν ἐστι τὸ συμβεβηκὸς χωρίς τε καὶ μετὰ τοῦ ᾧ συμβέβηκεν. ὥσπερ γὰρ καὶ ἐπὶ τοῦ ἄνωθεν εἰρημένου ἡμῖν παραδείγματος ὁ σοφιστὴς λέγων ‘ὁ Σωκράτης λευκόν, τὸ λευκὸν χρῶμα, ὁ Σωκράτης ἄρα χρῶμα᾿ ἐν μὲν τῇ προτάσει τῇ ‘ὁ Σωκράτης λευκός᾿ τὸ συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκεν ὁμοῦ ὡς ἕν τι λαμβάνει, ἐν δὲ τῆ ‘τὸ λευκὸν χρῶμα᾿ τὸ συμβεβηκὸς μόνον χωρὶς τοῦ ὑποκειμένου, οὕτω καὶ ὁ λέγων ‘ὁ Κορίσκος ἄνθρωπος᾿ τὸ συναμφότερον λαμβάνει, τὸν συγκατατεταγμένον τῷ Κορίσκῳ ἄνθρωπον καὶ τὸν Κορίσκον, ἐν δὲ τῇ ‘ἄνθρωπος ἕτερος Κορίσκου᾿ τὸν ἀκατάτακτον ἄνθρωπον τὸν καθόλου. παρὰ τὸ συμβεβηκὸς ἄρα· οὐ γὰρ ὅσα συμβέβηκε τῷ ἁπλῷ καὶ ἀκατατάκτῳ ἀνθρώπῳ τῷ καθόλου, ταῦτα ἀνάγκη καὶ τῷ συγκατατεγμένῳ καὶ συνθέτῳ ὑπάρχειν. τῷ μὲν γὰρ ἁπλῷ συμβέβηκε τὸ ἑτέρῳ εἶναι Κορίσκου· οὐκ ἀνάγκη τοίνυν τοῦτο καὶ κατὰ τοῦ Κορίσκου κατηγορεῖσθαι, ὅτι μηδὲ καθ’ αὑτὸ πρόσεστι τῷ ἀπλῶς ἀνθρώπῳ. ὅσα μὲν γὰρ οὐσιωδῶς ὑπάρχει τούτῳ, ταῦτα δηλονότι καὶ τῷ Κορίσκῳ ὑπάρξει· ὅσα δὲ μὴ οὐσιωδῶς καὶ καθ’ αὑτὸ ἀλλ’ ὡς συμβεβηκότα ὡς ἐν ὑποκει- μένῳ αὐτῷ τὸ εἶναι ἔχει, οὐκ ἀνάγκη καὶ τῷ Κορίσκῳ ταῦτα ὑπάρχειν. οἷον τῷ βροτῷ τῷ κατηγορουμένῳ πολλὰ συμβέβηκε, τὸ δισύλλαβον εἶναι, τὸ ἕτερον Κορίσκου, τὸ εἶδος ζῴου, τὸ ἔμψυχον, τὸ αἰσθητικόν· οὐκ ἀνάγκη οὖν ταῦτα πάντα, ἐπειδὴ τῷ κατηγορουμένῳ συμβέβηκε, καὶ καθ’ οὗ κατηγορεῖται ὑπάρχειν· οὐ γὰρ ‘‘ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, ταῦτα πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται”, ὡς ἐν ταῖς Κατηγορίαις ἐμάθομεν. τὸ αὐτὸ καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν αὐτοῦ | εἰδῶν ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται
[*](f. 14r) καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι· τὰ δὴ οὕτω συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἢ μᾶλλον τὸ ἐπεὶ γὰρ τῷ αὐτῷ πολλὰ συμβέβηκεν, οὐκ ἀνάγκη πᾶσι τοῖς κατηγορουμένοις καὶ καθ’ οὗ κατηγορεῖται τοιοῦτόν ἐστιν· συμβέβηκε τῷ Σωκράτει ἀνθρώπῳ
[*](3 συγκρινόμενον μόνον I: inv. ord. a 4 κορίσκος prius corr. I post κορίσκος alt. add, ἄρα a 7 καὶ scripsi: ὡς al: ὡς καὶ v 13 τῶ Α 14 ἄνθρωπον (i. e. ἄν(??)) scripsi cf. vs. 15 et p. 39,24: αὐτὸν aAI 19 post γὰρ add. τοῖς 20 συμβεβηκότι a1 ὡς alt. om. Α: καὶ ὡς fort, recte v 21 αὐτῶν Α 24 post ἐπειδὴ expunxit καὶ I 26. 27 ὡς—ἐμάθομεν om. Α ἐν ταῖς Κατ.] c. 3 p. 1b11 cf. c, 5 p. 2a27 sq, 27 post αὐτὸ add. δὲ Α 28 συμπληροῦνται I 35 γὰρ τῷ om. Α 36 πᾶσα Α 37 σωκράτη I) 39
εἶναι· ἐπεὶ οὖν τῷ αὐτῷ πολλὰ ὑπάρχει, οὐκ ἀνάγκη ταῦτα πάντα, ὅσα πᾶσι τοῖς κατηγορουμένοις ἕπεται (τοῦτο γὰρ λείπει), καὶ τῷ ἕπεσθαι· τοῦτο γὰρ εἶπε καθ’ οὗ κατηγορεῖται· οὐ γὰρ ὅσα ὑπάρχει τῷ ζῴῳ καὶ τῷ λογικῷ, ταῦτα καὶ τῷ Σωκράτει ὑπάρχει· οὕτε γὰρ ὁ Σωκράτης διαφορά ἐστιν, ἐπειδὴ τὸ λογικὸν τὸ κατὰ τοῦ Σωκράτους λεγόμενον, οὔτε δισύλλαβον, διότι καὶ τὸ ζῷον δισύλλαβον. ὡσαύτως δὲ οὐχί, εἰ ὑπάρχει τῷ Κορίσκῳ ὁ ἄνθρωπος, τῷ δὲ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου, καὶ τῷ Κορίσκῳ τὸ ἕτερον εἶναι Κορίσκου ὑπάρξει, ὅτι τῷ ἀνθρώπῳ τὸ ἕτερον εἶναι Κορίσκου κτὰ συμβεβηκός ἐστιν. εἰ δὲ τὸν ἄνθρωπον συμβεβηκέναι τῷ Σωκράτει εἴπομεν, καταχρηστικώτερον τοῦτο λέλεκται ἀντὶ τοῦ ὑπάρχειν καὶ καταγορεῖσθαι αὐτοῦ· ἄλλως τε δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῇ τῶν πρός τι διδασκαλίᾳ κατὰ συμβεβηκὸς τὸν Σωκράτην ἄνθρωπον εἶναί φησιν. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια τοιαύτη τίς ἐστι. κατὰ δὲ τὴν λέξιν εἰ μὲν τὸ ὁ Κορίσκος ἕτερον ἀνθρώπου ὡς ἴσον ληφθείη τῷ ‘ὁ ἄνθρωπος ἕτερον Κορίσκου᾿ σύνηθες δέ ἐστι τῷ Ἀριστοτέλει τοῦτο ποιεῖν καὶ πολλαῖς τοιαύταις ἑρμηνείαις χρῆσθαι), σαφές ἐστι τὸ λεγόμενον. καὶ εἴη ἂν ἡ μείζων πρότασις τοῦ παραλογισμοῦ αὕτη, τὸ δὲ ἔστι γὰρ ἄνθρωπος ἡ ἐλάττων, ὡς γίνεσθαι τὸν συλλογισμὸν ἐν πρώτῳ σχήματι οὕτως· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα αὐτὸς ἑαυτοῦ ἕτερος. εἰ δὲ μὴ οὕτω τὸ χωρίον μεταληφθὲν ἑρμηνευθείη, ἀλλ’ ὥσπερ κεῖται ἐν τῷ ἐδαφίῳ γεγραμμένον ληφθείη, δύο συλλογισμοὺς ἐντεῦθεν μανθάνομεν, παριστῶντος τοῦ μὲν ἑνὸς τὸν Κορίσκον οὐκ ἄνθρωπον, τοῦ δὲ ἑτέρου τὸν Κορίσκον ἕτερον ἀνθρώπου. λέγοι δ’ ἄν καὶ ἑκατέρου μόνας τὰς ἥττους προτάσεις. καὶ ἔστι τὸ μὲν ὁ Κορίσκος ἕτερος ἀνθρώπου πρότασις τοῦ τοιούτου συλλογισμοῦ· ὁ Κορίσκος ἕτερος ἀνθρώπου· τὸ δὲ ἕτερον ἀνθρώπου οὐκ ἄνθρωπος· ὁ Κορίσκος ἄρα οὐκ ἄνθρωπος. τὸ δὲ ἔστι γὰρ ἄνθρωπος τοῦ ἑτέρου συλλογισμοῦ ἥττων πράτασις. ἔστι δὲ καὶ αὐτὸς τοιοῦτος· ὁ Κορίσκος ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Κορίσκου, ὁ Κορίσκος ἄρα ἕτερος ἀνθρώπου. ὅμοιον τούτοις καὶ τὸ ἐφεξῆς παράδειγμα, πλὴν ἐν τούτῳ καὶ ἀμφότεραι αἱ προτάσεις ἐλήφθησαν· ἡ μὲν γὰρ εἰ Σωκράτους ἕτερος ἡ μείζων ἐστίν, ἡ δὲ ὁ δὲ Σωκράτης ἄνθρωπος ἡ ἐλάττων. καὶ ἔστι τοιοῦτον· ὁ Σωκράτης ἄνθρωπος, ὁ ἄνθρωπος ἕτερος Σωκράτους, ὁ Σωκράτης ἄρα ἕτερος Σωκράτους. τὸ δὲ λέγειν ἕτερον
[*](1 post εἶναι add. καταχρηστικῶς δὲ λέγομεν τοῦτο συμβεβηκέναι· ἀντὶ γὰρ τοῦ ὑπάρχειν καὶ κατηγορεῖσθαι αὐτοῦ ληπτέον τὸ τοιοῦτον. ἡ καὶ αὐτὸς—φησίν (12. 13) Α 2 πᾶσι om. Α 6 δὲ om. Α οὐκ a 9 ἡ (ante εἰ) a1 εἰ δὲ—φησιν (13) om. Α cf. ad vs. 1 11 λέγεται a 12 ἐν τῇ τῶν πρός τι διδ.] immo Metaph. Α 1 p. 981a19. 20 14 ἕτερος A(uT) 15 ὡς om. Α ὁ om. Α 16 τοῦτο ποιεῖν ᾇ om. A 17 χρᾶσθαι A: κεχρῆσθαι a ἄν om. a1 18 δὲ AKQR: om. al γὰρ ἐστὶν a 20 ἑαυτοῦ aA: αὐτοῦ 1 21 χωρίον a1 AI: χωρὶς a2 21. 22 ἐν τῶ βιβλίωι δύο συλλογισμοὶ γίνονται Α 24 ἀνθρώπου scripsi: αὐτοῦ al cf. vs. 30 et p. 38,14 λέγει a ἑκατέρου a: ἑκατέρων I 28 δὲ I: om. a 31 ἡ I: εἰ a 31. 32 σωκράτους a Arist.: σωκράτης I 32 δὲ alt. I Arist.: om. a 34 post σωκράτους alt. intulit e p. 40,1.2 ὁ γὰρ σωκράτης ἄνθρωπος a2 λέγων a1) 40
ἀνθρώπου ὡμολογηκέναι ταὐτόν ἐστι τῷ ‘ἕτερον Σωκράτους᾿ ὁ γὰρ Σωκράτης ἄνθρωπος. προστίθησι δὲ καὶ τὴν αἰτίαν τοῦ πόθεν συμβαίνει τὸν Σωκράτην ἕτερον ἑαυτοῦ εἶναι· διὰ γὰρ τὸ συμβεβηκέναι, φησίν, οὗ ἕτερον ἔφησεν, εἶναι τοῦτον ἄνθρωπον. ὃ τοιοῦτον ἔχει τὸν νοῦν· ἐπειδή, φησί, συμβέβηκε τοῦτον, δηλαδὴ τὸν Σωκράτην, ἄνθρωπον εἶναι, οὗ δὴ Σωκράτους ἐν τῇ μείζονι προτάσει ἕτερον εἶναι τὸν ἄνθρωπον εἶπε, τὸν καθόλου δηλονότι.
[*](p. 166b 37)Οἱ δὲ παρὰ τὸ ἁπλῶς τόδε ἢ πῇ λέγεσθαι καὶ μὴ κυριως.
Δεύτερος οὗτος τρόπος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων. γίνονται δὲ καὶ ἐκ τούτου οἱ παραλογισμοί, ὅταν τὰ τῆ, ἤγουν ἡνωμένως καὶ ἅμα κατηγορούμενά τινος, ὡς ἀπλῶς τις, τουτέστιν ἰδίᾳ καὶ χωρὶς κατηγορούμενα λήψαιτο, καὶ τὸ ἀνάπαλιν. τῶν γὰρ κατηγορουμένων ὅσα μὲν κατὰ συμβεβηκὸς τῶν ὑποκειμένων κατηγορεῖται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, οἷον τοῦ ἀνθρώπου τὸ λευκὸν καὶ τὸ μου|σικόν, ταῦτα [*](f. 14v) οὐ δυνατὸν καὶ διῃρημένως καὶ συνημμένως κατηγορεῖσθαι, ἐπεὶ συμβεβήκασιν ἄμφω τῷ αὐτῷ· διὰ τοῦτο οὐδὲ ὁ σκυτεὺς ἀπλῶς ἀγαθός, διότι κατὰ συμβεβηκὸς τὸ ‘ἀγαθός᾿ τοῦ σκυτέως κατηγορεῖται. εἰ δέ γε ἀνεπισφαλῆ τις τὴν κατηγορίαν ποιήσασθαι βούλοιτο, τὰ οὐσιωδῶς κατηγορούμενα τοῦ σκυτέως, τὸ ζῷον καὶ τὸ δίπουν, ταῦτα δὴ ἰδίως κατηγορούμενα καὶ ἅμα κατηγορῆσαι δύναται. ἀλλ’ αὕτη μὲν ἡ χωρὶς γινομένη κατηγορία δυναμένη δὲ καὶ ἅμα λέγεσθαι. ἔστι δέ τις ἑτέρα κατηγορία, ἣ χωρὶς μὲν ἀληθῶς κατηγορηθήσεται, ἅμα δὲ ψευδῶς, ὡς ἐπὶ τοῦ Σίμωνως· κατὰ τούτου γὰρ κατηγορεῖται τὸ μὲν ‘σκυτεύς᾿ κατὰ τέχνην, τὸ δὲ ‘ἀγαθός᾿ κατὰ τὴν διαγωγὴν καὶ τὴν ἐν ἤθεσιν εὐτροπίαν· τοιοῦτος γὰρ ἦν ὁ σκυτεὺς ἐκεῖνος ὁ τῷ Σωκράτει συγγεγονώς, τὴν μὲν σκυτικὴν οὐ πάνυ τι διακριβωσάμενος, τὴν δὲ ἕξιν τῆς ψυχῆς ἀγαθός. τὰ γοῦν ἰδίᾳ τούτου καταγορούμενα, τὸ ‘σκυτεύς᾿ καὶ ‘ἀγαθός᾿, οὐ δύναται καὶ ὁμοῦ κατ’ αὐτοῦ λεχθῆναι· εἰ γὰρ ἅμα κατηγορήσομεν, παραλογισμὸν ποιήσομεν ὡς ψευδόμνοι· οἷον Σίμων σκυτεὺς ἀγαθός, ὁ ἀγαθὸς σκυτεὺς ἀγαθῶν πεδίλων δημιουργός, ὁ Σίμων ἄρα ἀγαθῶν πεδίλων δημιουργός. ἐψεύσμεθα τοίνυν, ὅτι ὁ Σίμων σκυτεὺς μὲν ἦν τὴν τέχνην, ἀγαθὸς δὲ κατὰ τοὺς τρόπους· τὰ γὰρ ἁπλῶς κατηγορούμενα τοῦ σκυτέως ἅμα κατηγορούμενα τὴν ἀπάτην ἐποίησαν. πάλιν πρόκειται ἄνθρωπος τεθνεώς· διτταὶ φέρονται καὶ κατὰ [*](2 πόθεν aA: πόθου I συμβαίνειν a 4 ἕτερον ἔφησεν aAI(uT): inv. ord. Arist. post τοῦτον add. εἶναι Arist. τὸν om. Α 6 ἐν τῆ al: ἐπὶ Α τὸν al: τοῦτον Α 10 τρόπος οὗτος a 11. 12 ἤγουν τὰ ἅμα καὶ ἡνωμένως τινῶν κατηγορούμενα ἁπλῶς ὁ σοφιστὴς, ἤγουν ἰδίως καὶ Α 13 ἔλαβε Α 14 ἐν τῷ Περὶ ἑρμ’.] c. 11 p. 20b31 sq. 15 οἷον—μουσικόν om. Α 19 post ποιήσασθαι repetit τίς a 20 post δίπουν add. κατηγορήσει v 21 κατηγορῆσαι I: κατηγορεῖσθαι a 22 δυνάμενος a1 24 τούτου γὰρ I: inv. ord. a 29 κατηγορήσομεν a: κατηγορήσειε I 34 καὶ a: om. I)
41
τούτου κατηγορίαι, ἥ τε ‘ἄνθρωπος᾿ καὶ ἡ ‘νεκρός᾿ ἀλλὰ συνημμένως μὲν τὰ δύο ταῦτα ὀνόματα κατηγορῆσαι τοῦ ποκειμένου ἀνθρώπου νεκροῦ ἀνεπισφαλές, οὐ μὴν καὶ διῃρημένως. αὕτη πάλιν ἄλλη τίς ἐστι κατηγορία ἡ κατηγοροῦσα κατά τινός τινα ἅμα μὲν ἀληθῶς χωρὶς δὲ ψευδῶς. καὶ πάλιν κατὰ τῆς λιθίνης χειρὸς ὁμοῦ μὲν κατηγορῆσαι καὶ τὸ λιθίνην καὶ χεῖρα ἀληθές, διῃρημένως δ’ οὔ. ἐκ τῶν κατηγοριῶν οὖν τούτων οἱ παραλογισμοὶ οἱ παρὰ τὸ τῆ καὶ ἁπλῶς γίνονται, ὡς οὐ δεῖ γινομένων τῶν συμπλοκῶν· οὔτε γὰρ πάντα τὰ ἅμα κατηγορούμενα καὶ ἰδίᾳ κατογορεῖται, οὔτε τὰ ἰδίᾳ καὶ ἅμα, ἀλλ’ ἐκεῖνα καὶ ἅμα καὶ ἰδίᾳ κατηγορεῖσθαι δύναται ὅσα οὐσιωδῶς κατηγορεῖταί τινος. ὅτι δὲ ἁπλῶς λέγεται τὰ χωρὶς κατηγορούμενα, πῇ δὲ τὰ ὁμοῦ, καὶ ἐν τῷ Περὶ ἑρμηνείας περὶ τὸ τέλος τοῦ τρίτου τμήματος δέδεικται, ἐν οἷς φησιν “ὥστε ἐν ὅσαις κατηγορίαις μήτε ἐναντιότης ἔνεστιν, ἐὰν λόγοι ἀντ’ ὀνομάτων λέγωνται καὶ καθ’ ἑαυτὰ κατηγορῆται καὶ μὴ κατὰ συμβεβηκός, ἐπὶ τούτων τὸ τὶ καὶ ἀπλῶς ἀληθές ἐστιν εἰπεῖν” λέγει γὰρ “ἁπλῶς” τὰ χωρὶς κατηγορούμενα, “τὶ” δὲ τὰ ὁμοῦ· οἷον ὁ Σίμων σκυτεύς ἐστιν ἀπλῶς, ὁμοίως καὶ τὸ ‘ὁ Σίμων ἀγαθός ἐστιν᾿ τὶ δέ, ὅπερ ταὐτόν ἐστι τῷ ὁμοῦ, τὸ ‘ὁ Σίμων σκυτεὺς ἀγαθός ἐστιν᾿ . ὀνομάζει δὲ τὶ ἢ πῇ τὴν σύνθετον κατηγορίαν, ὅτι καὶ τὸ τὶ μερικόν ἐστι καὶ πᾶσα σύνθεσις μερική, καὶ διότι ἡ σύνθετος κατηγορία μερικώτερόν ἐστι δηλωτικόν· τὸ γὰρ ζῷον λογικὸν καθολικώτερόν ἐστι τοῦ ‘ζῷον λογικὸν θνητόν᾿, ὥσπερ καὶ τὸ ζῷον λογικὸν μερικώτερον τοῦ ζῴου. παρὰ τὸ πῇ οὖν, φησί, καὶ ἀπλῶς εἰσι παραλογισμοί, ὅταν τὸ ἐν μέρει, τουτέστι τὸ ὁμοῦ λεγόμενον, ληφθῇ ὡς ἁπλῶς, τουτέστι χωρὶς δυνάμενον λέγεσθαι. οἷον κατὰ τοῦ Ὁμήρου λέγεται συνημμένως τὸ εἶναι ποιητήν· εἰ γοῦν τις ἰδίᾳ λαβὼν τὸ εἶναι κατηγορήσει τοῦ Ὁμήρου καὶ εἴπῃ ‘Ὅμηρος ἔστι᾿, ψεύδεται· πάλαι γὰρ τέθνηκεν· εἰ δ’ εἴπῃ ‘ὁ Ὅμηρος ποιητής ἐστιν᾿ ἠλήθευκε, τὸ ὁμοῦ λεγόμενον εἰς τὸ ἁπλῶς μὴ λαβών. τοιαύτη τίς ἐστι καὶ ἡ περὶ τοῦ δοξαστοῦ τοῦ σοφίσματος ἀγωγή· λέγει γὰρ ὁ σοφιστής· οὐχὶ ὁ τραγέλαφος μὴ ὄν ἐστιν; οὐχὶ ὁ τραγέλαφος δοξαστόν ἐστι; τὸ μὴ ὂν | ἄρα ἔστιν. ὁ f. 15r συλλογισμὸς ἐν τρίτῳ σχήματι. τὸ σόφισμα δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς· οὐ γάρ, εἰ χωρὶς μὲν ὁ τραγέλαφος καὶ μὴ ὂν εἶναι λέγεται καὶ δοξαστόν, ἤδη καὶ ἔστιν· οὐ γὰρ ταὐτόν ἐστι τὸ εἶναί τι καὶ ἁπλῶς εἶναι. καὶ γάρ, ὡς μικρὸν ἄνωθεν εἴρηται, καὶ ὁ Ὅμηρός ἐστί τι, οἷον ποιητής, ἀλλ’ οὐχὶ καὶ ἁπλῶς ἔστιν· οὐ γὰρ ἔστιν ὁ Ὅμηρος. ἐπάγει δὲ καὶ ἕτερον
[*](3 καὶ I: δ’ ἔτι a 6 ἀληθές scripsi: ἀληθῶς al 11 ἐν τῷ Περὶ ἑρμ’.] c. 11 p. 21a 29 —32 13 ἔνεστιν aA Arist.: ἐστίν Ι(e) 14 λέγονται a ἑαυτὰ aA Arist.: αὐτὰ I(f n) κατηγορεῖται a 15 ἀληθές ἐστιν Al: ἔσται ἀληθὲς a: inv. ord. Arist. 16 τί a1A, supra τῆ scriptum I: τί πῆ δὲ a2 17 τί δέ Α1 τί supra τῆ scriptura I): πῆ a1 τί πῆ δέ a2 20 δηλωτική Α 22 τοῦ ζώου μερικώτερον A 23 ὁμοῦ λεγόμενον aKQR: ὁμολογούμενον Ι post λεγόμενον add. ἤγουν ἅμα καὶ ἡνωμένως κατὰ τινὸς ὑποκειμένου a 24 δυνάμενον QR: δυναμένου Κ: ἀνὰ μέρος a: ἀναμένως (sic) I 25. 26 κατηγορήσει Al: κατηγορῇ a 26 <ὁ> ὅμ. couicio 27 ὁ om. 28 τὸ aA: τὰ 1 34 εἴρηται Ι: εἴρηκεν a) 42
παραλογισμὸν τὸν τὸ ὂν μὴ ὂν εἶναι λέγοντα. ἔστι δὲ καὶ οὗτος παρὰ τὸ πῇ καὶ ἀπλῶς· τὸ γὰρ τὶ μὴ ὂν καὶ ἁπλῶς φησιν εἶναι μὴ ὄν. ἔστι δὲ καὶ οὗτος ὁ συλλογισμὸς ἐν πρώτῳ σχήματι· οὐχὶ τὸ ὂν ἕτερόν ἐστιν ἀνθρώπου; οὐχὶ καὶ ἵππου καὶ βοὸς καὶ οὐρανοῦ καὶ γῆς καὶ ἀπλῶς πάντων τῶν ὄντων; ναί· τὸ ἕτερον τῶν ὄντων μὴ ὄν· τὸ ὂν ἄρα μὴ ὄν. λύει οὖν τοὺς τοιούτους παραλογισμοὺς διὰ τοῦ ἐπαγομένου· οὐ γάρ, εἰ μή ἐστι τὸ ὂν τὶ ὄν, οἷον ἄνθρωπος ἢ ἵππος ἢ βοῦς, καὶ ἁπλῶς μὴ ὄν ἐστιν. καὶ πόθεν γοῦν ἡ ἀπάτη γίνεται; φήσειέ τις. διαλυόμενος δὲ καὶ τοῦτο λέγει φαίνεσθαι ἔλεγχον διὰ τὸ δοκεῖν ἢ μηδὲν ἢ μικρὸν διαφέρειν τὸ εἶναί τι τὸ ὒ εἶναι ἀπλῶς· τὸ γὰρ τὶ προσκείμενον μηδέν τι πλέον δηλοῦν οἰόμεθα τοῦ εἶναι. τὸ δ’ αὐτὸ γίνεσθαι καὶ ἐπὶ τοῦ μὴ εἶναί τι καὶ ἐπὶ τοῦ μὴ εἶναι· τὸ γὰρ μὴ ὄν τι καὶ ἀπλῶς μὴ ὂν οἰόμεθα. τοῦτο δ’ οὐκ ἔστιν· οὐ γάρ, εἰ μὴ τόδε τί ἐστι, καὶ ἀπλῶς οὐκ ἔστιν. ὁμοίως δέ, φησί, τούτοις ὁ παραλογισμὸς γίνεται, ὅταν τὸ πῇ λεγόμενον ὡς ἀπλῶς τις λαβὼν εἰς ἀντίφασιν περιαγάγῃ. οἷον εἴ τις ἔροιτο· τὸν τὰ δίκαια λέγοντα χρὴ καταδικάζειν ἢ τὸν τὰ ἄδικα; τί δέ, ὅταν ὑβρισθείς τις καὶ τυφθεὶς καὶ χρημάτων ἀφαίρεσιν ὑπομείνας εἶτα προσελθὼν τῷ δικαστῇ καὶ ἐλεεινολογούμενος λέγῃ ἃ πέπονθεν, οὐχὶ τὰ ἄδικα λέγει; δεῖ ἄρα τὸν τοιοῦτον καταδικάζειν. παρὰ τὸ πῇ οὗτος ὁ παραλογιμός· οὐ γάρ, εἰ πῇ ἄδικα, λέγει καὶ ἀπλῶς ἄδικα. τοιοῦτον καὶ τὸ περὶ τοῦ Αἰθίοπος· τὸ γὰρ πῇ λευκὸν εἶναι, οἷον κατὰ τοὺς ὀδόντας, λαβὼν λέγει καὶ ἀπλῶς εἶναι λευκόν. ἐπεὶ δέ ποτε οἱ ἐρωτώμενοι παρὰ τῶν σοφιστῶν στενοχωροῦνται περὶ τὴν ἀπόκρισιν, λέγει πῶς καὶ τοῦτο γίνεται. φησὶ γὰρ ὅτι ἐπὶ τινῶν μὲν οὐ λανθάνει ὁ παραλογιζόμενος, ὅταν τὸ πῇ λεγόμενον ὡς ἀπλῶς λεγόμενον λαμβάνῃ, ὡς ἐπὶ τοῦ Αἰθίοπος· ἐπὶ τὶ γὰρ ὄντος λευκοῦ ὡς ἀπλῶς ὄντος λευκοῦ ἔλαβε, καὶ οὕτω διαλεξάμενος ὁ σοφιστὴς οἴεται συλλογιστικῶς περᾶναι τὸ τὸν Αἰθίοπα εἶναι λευκὸν καὶ οὐ λευκόν. ἐπὶ τινῶν μὲν οὖν, φησίν, οὐ λανθάνει· ἐπὶ τινῶν δὲ λανθάνει πολλάκις, ἐφ’ ὅσων πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ ἀπλῶς ἀκολουθεῖν. τοιοῦτον γάρ ἐστι τὸ κἂν δόξειεν ἀκολουθεῖν ἀντὶ τοῦ ‘πῇ μὲν λέγεται καὶ δοκεῖ καὶ τὸ ἀπλῶς ἀκολουθεῖν᾿, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ἆρ’ ἐνδέχεται τὸν αὐτὸν ἅμ ἐπιορκεῖν καὶ εὐορκεῖν; οὐ δῆτα· τί δέ, ὁ ὀμόσας ἐπιορκήσειν καὶ ἐπιορκήσας οὐκ εὔωρκησεν; ἐνδέχεται ἄρα τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν. ἐν πρώτῳ σχήματι τὸ τοιοῦτον σόφισμά ἐστι. παρὰ δὲ τὸ πῇ ὁ παραλογισμός ἐστιν· οὐ γὰρ ὁ κατὰ τὶ μὲν εὐορκῶν καὶ ἁπλῶς εὐορκεῖ· καὶ λανθάνει ὅτι οὐχ ἀπλῶς εὐορκεῖ ἀλλὰ πῇ. ἐπί τε
[*](4 καὶ (post οὐχὶ) om. Α 5 post utrumque μὴ ὄν add. ἐστι Α 6 λύει—παραλογισμοὺς] παρὰ τὸ πῆ καὶ ἀπλῶς καὶ οὗτος ὁ παραλογισμὸς γέγονε. καὶ λύει τοῦτον Α 7 ante καὶ add. ἤδη Α 10 προκείμενον a1 15 περιαγάγῃ AI: περιάγῃ a 16 τὸν τὰ ἄδικα iterat Α 17 post τυφθεὶς repetit τίς I προελθὼν a1 18 λέγη Α: λέγει al 20 et 23 περὶ aA: παρὰ I 28 οὑν om. Α 29 μὲν πῆ Α δοκεῖν a 30 γάρ om. Α 33 ἐπιορκίζειν—ἐπιορκίσας—εὐόρκισεν a 35 δὲ Α: om. al οὐ γὰρ ΑΙ: οὐδὲ a ante εὐορκῶν add. ὁ a) 43
οὖν τούτων λανθάνει τὸ ἁπλῶς καὶ πῇ, καὶ δοκεῖ καὶ τὸ πῇ καὶ ἁπλῶς λέγεσθαι καὶ ἐπ’ ἐκείνων ἐν ὅσοις μὴ ῥᾴδιον θεωρῆσαι ποτέρως τὸ πρᾶγμα χρὴ καλεῖν· οἷον τὴν ἀνδρείαν λέγομεν καλὸν διὰ τὸ ἀγαθὸν καὶ τὴν ἀρετήν, κακὸν δὲ διὰ τὰ ἐν πολέμῳ τραύματα καὶ τὰς σφαγάς· ποτέρως οὖν χρὴ καλεῖν αὐτήν, καλὴν ἢ κακήν, οὐ ῥᾴδιον εἰπεῖν. καὶ ἐπὶ τῶν τοιούτων τοίνυν λανθάνει πολλάκις ἐν ὅσοις ὁμοίως ὑπάρχει τὰ ἀντικείμενα, ὡς εἴρηται ἐπὶ τῆς ἀνδρείας· ὁμοίως γάρ ἐστιν ἐν αὐτῇ τὸ καλὸν καὶ τὸ κακόν. ἀλλὰ καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ· τούτου γὰρ τὸ μὲν ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ τοιοῦτον. οὐκ ἐπὶ τούτων δὲ μόνων γίνεται σαφὲς τὸ λεγόμενον, ἀλλὰ καὶ ἀφ’ οὗ φησιν αὐτὸς ἀλλαχοῦ ὑποδείγματος· ὅταν γάρ τι μέγεθος εἴη τῷ μὲν | πλάτει δίπηχυ τῷ δὲ μήκει τετράπηχυ, f. 15 ν ἔπειτα ἐρωτῴμεθα πότερον τοδὶ τὸ μέγεθος δίπηχύ ἐστιν ἢ οὔ, ἐπὶ τοῦ τοιούτου γοῦν οὐ ῥᾴδιον εἰπεῖν ἢ τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀναγκαζόμεθα ἢ ἄμφω δοῦναι καὶ εἰπεῖν καὶ δίπηχυ καὶ τετράπηχυ, καὶ οὐ διαλεκτικῶς ἀποκρινόμεθα· καὶ τὸ ναὶ γάρ φαμεν καὶ τὸ οὔ· ἢ γοῦν καὶ ἄμφω ἐπὶ τοῦ τοιούτου δοκεῖ διδόναι ἢ μηδέτερον.
[*](p. 167a 21)Οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμός.
Ὁ τρίτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λεγόμενος, ὃς οὕτω λέγεται, ὅτι ὁ εἰδὼς τί ποτέ ἐστιν ἔλεγχος οὐ περιπεσεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος γάρ ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ἑξῆς ὅσα ἄλλα ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου κεῖνται· ὁ δὲ κατασοφισθεὶς παρά τινος διά τι τῶν ἐν τῷ ἐλέγχῳ κειμένων τῷ κυρίως, οὗτος οὐκ ἠλέγχθη. ὅταν δέ τις ἐλεγχθείη τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος ληφθέντος καὶ τῶν ἄλλων ἁπάντων τῶν περὶ τοῦ ἀληθῶς καὶ κυρίως ἐλέγχου διοριζομένων, τότε δῆτα καὶ ἐλέγχεσθαι λέγοιτ’ ἄν καὶ εἰς ἀντίφασιν περιάγεσθαι. γίνονται δὲ οἱ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογισμοὶ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου· ὁ γὰρ παρά τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου σοφιζόμενος, ὡς εἰρήκαμεν, παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογίζεσθαι λέγεται. ἢ τὸ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου τοῦτο δηλοῖ, ὅτι παρὰ τὴν ἔλλειψιν τοῦ συλλογισμοῦ. ἐπεὶ γὰρ καὶ ὁ ἔλεγχος ὡς συλλογισμός τίς ἐστι, καὶ ὥσπερ ὁ συλλογισμὸς ἐκ τῶν κειμένων ὀφείλει συνάγειν τὸ συμπέρασμα μὴ ὁμωνύμου τινὸς λαμβανομένου μὴ συναριθμουμένου τοῦ [*](1 τούτων ΑΙ: τούτοις a 2 post ἐκείνων add. καὶ a πότερον a 3 χρὴ supra δεῖ scriptum I λαβεῖν Α ἀνδρίαν Α post λέγομεν add. καὶ al: om. Α 5 λαβεῖν Α 7 ἀνδρίας Α ὁμοίως Α: ὁμοία al 8 τὸ prius Α: om. al 10 ἀλλαχοῦ] cf. p. 167a32. 33 12 ἐστιν om. Α 14 post τετράπηχυ add. ὅτε Α 18 ὁ prius al: om. Α 19 τοῦ ἐλέγχου AQR et om. τοῦ Κ: om. al 22 τι Α: τε I: τινος a 22. 23 ἐν τῶ κυρίως ἐλέγχω κειμένων Α 24 περὶ a: παρὰ AI 24. 25 ἀληθοῦς a 26 παράγεσθαι A 29 εἰρήκαμεν a: εἰρήκειμεν Ι: εἴρηται Α 31 ὡς AI: om. a 32 ὅπερ Α)
44
ἐξ ἀρχῆς, οὕτως καὶ ὁ ἔλεγχος ἔχειν ὀφείλει. ἀλλὰ δεῖ πρότερον πᾶσαν τὴν λέξιν θέντας τὰ περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου κατὰ λέξιν κατασκοπῆσαι. ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός. εἰ γὰρ μέλλομεν ἐλέγξαι τὸν ἡμῖν προσδιαλεγόμενον παρὰ τὸ εἰκὸς ἐνιστάμενον, ὀφείλομεν αὐτὸν ἑαυτῷ μαχόμενον ἀπελέγχειν καὶ τὰ ἐναντία ἀποφαινόμενον· τοῦτο γὰρ καὶ ἀντίφασις λέγεται, ὅταν περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ ἐναντία λέγῃ τις, οὐ περὶ ἄλλου καὶ ἄλλου· εἰ γὰρ φαίημεν Πλάτωνα μὲν διαλέγεσθαι Σωκράτην δὲ μή, οὐδὲν ἐναντίον ἔσται. διὰ τοῦτο εἰπὼν ἀντίφασιν ἐπήγαγε τοῦ αὐτοῦ καὶ ἑνός· οὐ γὰρ περὶ ἄλλου φησὶ πειρᾶσθαι προσάγειν τῷ προσδιαλεγομένῳ τὸν ἔλεγχον οὐ γὰρ ἔλεγχος τοῦτο) ἀλλὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ. ὁμοίως τούτῳ καὶ ὁ λέγων πάντα ἄγγελον ἀγαθὸν καὶ οὐδένα δαίμονα ἀγαθὸν οὐκ ἐλέγχει τὸν λέγοντα τὰς ἐναντίας προτάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδεσθαι· οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀλλ’ ἐπ’ ἄλλου καὶ ἄλλου τὸν λόγον συνεπεράνατο· δεῖ δὲ ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἶτα ἐπεὶ πολλὰ ἓν ὄντα τῷ ὀνόματι τὴν φύσιν διάφορα τυγχάνει, ὡς τὰ ὁμώνυμα, ἐπήνεγκε μὴ ὀνόματος ἀλλὰ πράγματος, οἷον μὴ ὀνόματος μόνον ἀλλὰ καὶ πράγματος· οὐ γὰρ μόνον τὸ ὄνομα ἓν εἶναι δεῖ, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν· τὸ γὰρ μὴ ὀνόματος ἀντὶ τοῦ ‘μὴ μόνον ὀνόματος᾿ τέθεικεν. εἰ γὰρ ἓν ὄνομα ᾖ πολύσημον δέ, καὶ οὕτω τἀναντία λέγων τις οὐ διαψεύδεται· οἷον κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ. ἐπεὶ δὲ οὐ μόνον ἐξ ὁμωνυμίας συμβαίνει τινὰ τὰ ἐναντία λέγοντα μὴ διαψεύδεσθαι ἀλλὰ καὶ ἀπὸ συνωνυμίας ἔστι γάρ τινα τἀναντία λέγειν καὶ ἀληθεύειν· οἷον ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ· ἐνδέχεται γὰρ τινὰ μὲν περιπατεῖν τινὰ δὲ μή), ἐπήγαγε καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοὐ αὐτοῦ καὶ ἑνὸς μήτε ὁμωνύμου μήτε συνωνύμου. κἀκ τῶν δοθέντων ἐξ ἀνάγκης. ἔστιν ὅμοιον τοῦτο τῷ ἐν τῷ ὁρισμῷ τοῦ ἁπλῶς συλλογισμοῦ λεγομένῳ τῷ “ἐκ τῶν κειμένων ἐξ ἀνάγκης” εἰ γάρ τις πειρᾶται ἐλέγχειν τὸν προσδιαλεγόμενον μὴ ἐξ ὧν αὐτὸς ὁ προσδιαλεγόμενος δίδωσιν, οὐ λεχθήσεται οὗτος ἐλέγχειν. μὴ συναριθμουμένου δέ, φησίν, τοῦ ἐν ἀρχῇ, τουτέστι μὴ λαμβανομένου τοῦ ζητουμένου εἰς τὸν λόγον τῆς ἀποδείξεως· οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δείκνυσθαι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον. | ἔστι δὲ τὸ τοιοῦτον, ὅταν ὁ μέσος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ,
[*](f. 16r) μετωνομασμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερόμενος· ζητουμένου γὰρ τοῦ εἰ ἀθάνατος ἡ ψυχή, τὸ οὕτως εἰπεῖν, ὅτι ἡ ψυχὴ
[*](1 ἔχειν ὀφείλει AI: inv. ord. a 6 καὶ prius supra lineam Ι1 7 λέγη Α: λέγοι al 8 ἔσται I: ἐστὶν a 9 an ἄλλου 〈καὶ ἄλλου〉? cf. vs. 7. 14 et 45, 14. 17 sq. 18 εἶναι δεῖ AI: inv. ord. a 19. 20 εἰ γὰρ—διαψεύδεται om. a1 20 τὰ ἐναντία a2 διαψεύσεται Α 21. 22 ὁμωνυ—συνωνυ I ἐξ ὁμωνυμίας post συμβαίνει τινὰ collocat Α 22 τινὰ om. a 23 τὰ ἐναντία Α 27 ἁπλῶς AI: ἁπλοῦ a λεγομένῳ] ω corr., ut videtur, alia manu I ἐκ τῶν κτλ.] cf. Anal. Pr. Ι 1 p. 24b19, Top. I 1 p. 100a26 28 πειρᾶται Α: πειρᾶτο I: πειρῶ a: fort, πειρῷτο 29 λεχθήσεται Α: ληφθήσεται al 34 μετωνομαζομένου a1 35 post ἀθάνατος add. ἐστὶν Α) 45
ἀθάνατος, καὶ ἑτέραν σὺν ταύτῃ ἐπαγαγεῖν πρότασιν κομιδῇ ἠλίθιόν ἐστιν. ὁ γοῦν τὸ ἐν ἀρχῇ βουλόμενος παραλαμβάνειν μεταλαμβάνει εἰς ἕτερον ἰσοδύναμον ὄνομα τῷ ζητουμένῳ καὶ οὕτως ποιεῖται τὸν παραλογισμόν· οἷον εἴ τις ἔροιτο πότερον ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, τοῦ δὲ παραλογισμόν· ἀπαρνησαμένου τὸ εἶναι αὐτὴν ἀθάνατον, αὐτὸς οὑτωσὶ συλλογίζεται· ἡ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀλλὰ μὴν καὶ οὐκ ἀθάνατος κατὰ σέ. οὐκ ἐλέγχει ὁ οὕτως συλλογιζόμενος τὸν λέγοντα αὐτὴν μὴ ἀθάνατον· τὸ γὰρ ἐν ἀρχῇ ᾐτήσατο· ὃ γὰρ ἔμελλε δεῖξαι, ἔλαβε· τὸ γὰρ ‘ἡ ψυχὴ ἄφθαρτος᾿ ταὐτόν ἐστι τῷ ἰὴ ψυχὴ ἀθάνατος᾿ . εἴρηται δὲ τῷ Ἀριστοτέλει περὶ τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τοῦτο, τί ποτέ ἐστι καὶ πῶς γίνεται, ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. δεῖ δὲ τὸν ἔλεγχον καὶ κατὰ τὸ αὐτὸ εἶναι. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ εἴη τὸ ἠρωτημένον, μήτε ὁμώνυμον μήτε συνώνυμον, μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν, ἀληθεύειν συμβήσεται· οἷον ὁ Αἰθίοψ λευκός, ὁ Αἰθίοψ οὐ λευκός, κατὰ μὲν τὴν ἐπιφάνειαν οὐ λευκός, κατὰ δὲ τοὺς ὀδόντας λευκός. δεῖ οὖν καὶ κατὰ τὸ αὐτό, ἵνα μὴ κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγωμέν τι ὑπάρχειν. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸ αὐτό φησιν, ἀλλ’ οὐ πρὸς ἄλλο καὶ ἄλλο, ἀλλὰ πρὸς τὸ αὐτὸ δεικνύναι καταφάσκοντα καὶ ἀποφάσκοντα τὸν προσδιαλεγόμενον, εἰ μέλλοιμεν αὐτὸν ἐλέγχειν ἑαυτῷ ἀντιφάσκοντα. ὁ γὰρ συλλογιζόμενος τὸν δύο διπλάσιόν τε καὶ οὐ διπλάσιον οὐκ ἐλέγχει τὸν λέγοντα αὐτὸν μὴ διπλάσιον εἶναι· οὐ γὰρ πρὸς τὸν αὐτὸν καὶ ἕνα ἀριθμὸν δείκνυσιν αὐτὸν διπλάσιόν τε καὶ οὐ διπλάσιον ἀλλὰ πρὸς ἄλλον καὶ ἄλλον, πρὸς μὲν τὸ ἓν διπλάσιον, πρὸς δὲ τὰ δ΄ οὐ διπλάσιον. ἀλλὰ καὶ ὡσαύτως φησίν, ἤγουν μὴ τὸν μὲν τὸ δυνάμει λαμβάνειν, τὸν δὲ τὸ ἐνεργείᾳ διδόναι· οὐδὲ γὰρ οὐδὲ οὕτως ἔσται ἀντίφασις. ὁ γὰρ λέγων, ὅτι ὁ κοιμώμενος ὄψιν ἔχει, ὁ ἔχων ὄψιν ὁρᾷ, ὁ κοιμώμενος ἄρα ὁρᾷ, οὐκ ἐλέγχει τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον· τὸ γὰρ ‘ὁ ὄψιν ἔχων ὁρᾷ᾿ δύο σημαίνει, τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. καὶ ἐν τῷ αὐτῷ δέ, φησί, χρόνῳ· τὸ γὰρ κατ’ ἄλλον καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον. ὁ δὲ λέγων πάντα ἄνθρωπον ἐπὶ τοῦ παρ’ Ἡσιόδῳ χρυσοῦ γένους ἀγαθὸν εἶναι καὶ οὐδένα ἄνθρωπον ἐπὶ τοῦ σιδηροῦ ἀγαθόν, εἶτα συνάγων πάντα ἄνθρωπον καὶ μηδένα ἄνθρωπον ἀγαθὸν εἶναι οὐκ ἐλέγχει τὸν μὴ τοῦτο λέγοντα· οὐ γὰρ ἔδειξεν ἐν τῷ αὐτῷ χρόνῳ ἀγαθοὺς εἶναι καὶ μὴ ἀγαθοὺς πάντας ἀνθρώπους, οὗ δειχθέντος ἀληθὴς ἄν ἦν ἔλεγχος, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ. ἀλλὰ καὶ ὁ λέγων, ὅτι τὸ σκυλάκιον ὁρᾷ, τὸ σκυλάκιον οὐχ ὁρᾷ, οὐκ ἐν τῷ αὐτῷ χρόνῳ συνάγει τὴν φαινομένην ἀντίφασιν ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. ταῦτα δὴ πάντα
[*](5 τὸ aA: τοῦ I συλλογίσεται οὕτως Α 6 ἄφθαρτον (post ψυχὴ) pr. I 10 τὸ AI: om. a καὶ a1aA: οὐ a2 11 ἀναλυτικῶν om. Α ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλ.] c. 16 p. 64b28 sq. 12 καὶ alt. aQR: om. I 17 κατ’ al: πρὸς A 18 τὸ alt. QR: om. al 19 an <δεῖ> δεικν.? at cf. vs. 24. 25 et 44,9 20 δύο a: om. I 22 τε a: om. I 24 ἤγουν a2I: ἡ a1 25 τῷ (post δὲ) a1 26 ἔσται Al: ἐστὶν a 28. 29 δύο γάρ τὸ ὁρᾶ σημαίνει· καὶ τὸν δυνάμενον ἐνεργεῖν, καὶ τὸν ἐνεργοῦντα Α 32 ἡσιόδου a 38 δεῖ Α) 46
εἰδέναι χρεὼν τὸν μήτε ἀπατᾶσθαι ἐθέλοντα μᾶλλον μὲν οὖν σπουδάζοντα] καὶ τὸν ἀπατῶντα ἐλέγχειν, ὡς εἰ μὴ εἰδείη, οὔτε ἐλέγχειν δυνήσεται καὶ αὐτὸς τοῖς ἀπατᾶν ἐσπουδακόσιν ἁλώσεται.
Καὶ τοῦτό ἐστι τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν. εἰπὼν δὲ τίς ἐστιν ὁ κυρίως ἔλεγχος, κἀντεῦθεν δείξας ὡς οἱ κατὰ τὸν διορισμὸν τοῦ ἐλέγχου τούτου ἐλεγχόμενοι κυρίως ἐλέγχονται, ἑξῆς φησι κατὰ τὸν αὐτὸν δὲ τρόπον γίνεσθαι καὶ τὸ ψεύσασθαι περί τινος. ὥσπερ γὰρ τὸ ἀληθῶς ἐλέγχεσθαι γίνεται, ὅταν τις εἰς ἀντίφασιν περιενεχθῇ τοῦ αὐτοῦ καὶ ἑνὸς ληφθέντος πράγματος, καὶ ὅταν μὴ συναριθμηθῇ τὸ ἐν ἀρχῇ, οὕτως καὶ τὸ ψευδῆ γενέσθαι τὸν παραλογισμὸν συμβαίνει, ὅταν ἢ ὁμώνυ|μον ληφθῇ ἢ τὸ ἐν ἀρχῇ συναριθμηθῇ. καὶ διὰ τοῦ ἐπαγομένου [*](f. 16 ν) μάλιστα τοῦτο σαφηνίζει. ἔνιοι γάρ, φησίν, ἀπολείποντές τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οὐκ ἐλέγχουσι δέ. θέμενος δὲ τὸν ὁρισμὸν τοῦ ἐλέγχου τοῦ πρὸς ταὐτὸ καὶ τοῦ κατὰ ταὐτὸ τίθησι παραδείγματα· φησὶ γὰρ ὅτι φαίνονταί τινες ἐλέγχοντες, ὅταν λέγωσιν τὰ δύο διπλάσια, τὰ δύο οὐ διπλάσια· τοῦ μὲν γὰρ ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. καὶ τοῦτο μὲν ἔφησεν ἐνδεικνύμενος τὸ πρὸς ταὐτό· εἰ γάρ τις τὰ δύο διπλάσια τοῦ ἑνὸς ἀποδείξειε καὶ τοῦ αὐτοῦ πάλιν οὐ διπλάσια, τότε καὶ κυρίως ἐποιήσατο ἔλεγχον. τὸ δὲ παράδειγμα δεύτερον τιθέμενον εἰς ἔνδειξιν τοῦ κατὰ ταὐτὸ τέθεικεν. οὐ γὰρ οὐδὲ ὁ τόδε τὸ μέγεθος ἑτέρου λέγων εἶναι διπλάσιον καὶ οὐ διπλάσιον, κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον κατά μὲν τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον, οὐδὲ οὗτος ἔλεγχον ἐποίησε· τότε γὰρ ἔσται ἄν ἀληθὴς ὁ ἔλεγχος, εἴπερ τὸ μέγεθος τόδε κατὰ τὸ μῆκος μόνον ἐδείκνυτο διπλάσιον καὶ οὐ διπλάσιον. τὸ δὲ ἑξῆς τούτων τίθησι δεικτικὸν τοῦ μὴ μόνον καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως ὀφείλειν ἔχειν, εἴπερ ἀληθὴς ἔλεγχος μέλλει ἔσεσθαι ὁ τὴν ἀντίφασιν τοῦ αὐτοῦ καὶ ἑνὸς συνάξων, ἀλλὰ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ ὀφείλειν κατασκοπεῖσθαι. εἰ γὰρ τὸ αὐτὸ μὲν καὶ ἕν ἐστι τὸ πρᾶγμα, μὴ λαμβανομένου τοῦ ἐξ ἀρχῆς, μήτε κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγοιτο, οὐ λαμβάνοιτο δὲ καὶ ἅμα, τουτέστιν ἐν τῷ αὐτῷ καὶ ἑνὶ χρόνῳ, φαινόμενος ἔλεγχος γενήσεται.
Ταύτα εἰπὼν καὶ τὸν ἔλεγχον τὸν ἀληθῶς ὅστις ἐστὶν ἀκριβῶς διορισάμενος ἐπάγει· ἕλκοι δ’ ἄν τις τὸν τρόπον τοῦτον τὸν σοφιστικὸν [*](1 θέλοντα Α μᾶλλον μὲν οὑν σπουδάζοντα aAI: οm. KQR 5 ὁ om. Α 6 δὲ om. Α 7 ψεύσασθαι Α Arist.: ψεύδεσθαι al cf. vs. 10 παρὰ I 8 post ὅταν add. δὲ al: om. Α περιενεχθῇ Α: περιενεχθείη al 10 post τὸ add. ψεύδεσθαι ἢ a 12 φασὶν Α ἀπολείποντες Α I(C): ἀπολιπόντες (sic) a: ἀπολιπόντες Arist. 14 et 17 πρὸς ταὐτὸ v cf. p. 45,18: πρὸς αὐτὸ al 14 τοῦ tertium a: om. I 16 τὰ δύο οὐ διπλάσια om. pr. I, add. I1 16. 17 διπλάσια—διπλάσια Arist.: διπλασίου— δίπλ’ I: διπλάσιον utrobique a 18 διπλάσια (post οὐ) scripsi: διπλάσιον a: διπλασίου I 19 παράδειγμα β a1: περὶ πόδας a2: παρὰ πο I 23 ἔσται ἄν I: ἐστὶν a 24 οὐ om. a1 26 πρὸς αὐτὸ a 27 μέλει, ut videtur, pr. I 32 εἶπον a 33 τις τοῦτον τρόπον τὸν σοφιστικὸν a)
47
παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν λέξιν ἦσαν τρόπων· τὸ δὲ ‘ὁ κοιμώμενος ὄψιν ἔχει᾿ ἀμφίβολον· ἢ γὰρ ὅτι ἐνεργεῖ τῇ ὄψει, δύναταί τίς ὑπονοεῖν, ἢ ὅτι ἐνεργήσειεν ἄν.
[*](p. 167a 36)Οἱ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως.
Ὁ τὸ ἐν ἀρχῇ λαμβάνων παραλογισμὸς τέταρτός ἐστι τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων, καὶ εἴρηται περὶ τούτου πρὸ βραχέος ὅπως γίνεται· προκειμένου γὰρ τοῦ προβλήματος τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος, λαβών τις τὸ ‘ ἄφθαρτος᾿ καὶ ‘ἀίδιος᾿ ὡς ἕτερα ὄντα καὶ μὴ ταὐτὰ τῷ ‘ἀθάνατος᾿ συνεπεράνατο τὴν ψυχὴν ἀθάνατον. εἴρηται δὲ τελεώτερον ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν σαφέστατα εἴρηται ὡς πενταχῶς αἰτεῖται. παραλογίζονται δὲ οἱ μὴ δυνάμενοι συνορᾶν ὅτι ταὐτόν ἐστι τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ ἀπατῶνται ὑπὸ τῶν σοφιστῶν μηδὲν ἀποδεικνυόντων ἀλλὰ δι’ ἑαυτοῦ δεικνυόντων τὸ μὴ δι’ ἑαυτοῦ δῆλον καὶ πρότασιν ποιουμένων τὸ πρόβλημα· ὅταν γὰρ ζητουμένου τοῦ εἰ ἡ ψυχὴ ἀθάνατος λέγῃ ὁ σοφιστὴς ἰὴ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, οὐδὲν ἀποδείκνυσιν, ἀλλὰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. ἀλλὰ κἄν τινος λέγοντος ὅτι οὐκ ἔστι τόπος συνάγῃ τις τὸ εἶναι τόπον οὕτω πὼς λέγων ‘εἰ ἔστιν ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν, ἔστι τόπος· ἀλλὰ μὴν ἔστιν ἄνω καὶ κάτω καὶ τὰ λοιπά· ἔστιν ἄρα τόπος᾿, τὸ ἐν ἀρχῇ καὶ οὗτος αἰτεῖται, ἤτοι ὃ ἔδει δεῖξαι, ἔλαβεν ἀναποδείκτως· εἰ γὰρ τὸ ὅλον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ ἑαυτοῦ μέρη, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος᾿ οὐδὲν ἄλλο φησὶν ἢ ἱεῖ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος᾿ .
[*](p. 167b 1)Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντι- στρέφειν τὴν ἀκολούθησιν.
Ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος πέμπτος ἐστὶ τρόπος τῶν ἐκτὸς τῆς λέξεως φαινομένων ἐλέγχων. μέρος δέ ἐστι τοῦ παρὰ τὸ συμβεβηκὸς [*](1 τοὺς a Arist.: τὸ I 2 ὁ παρὰ τὴν om. Α 4 ἄν QR: οm. aAI 7 τούτων a πρὸ βραχέος] p. 44,30 sq. 8 γίνονται a 9 λαμβάνων Α 10 συμπεράνατο a1 11 ἐν τοῖς δευτέροις δευ corr. I1) τῶν Προτέρων προ corr. Ι1) ἀλαλ.] cf. p. 6,9, ubi idem caput citatur 11. 12 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 13 p. 162b31 sq. 12 σαφέστατον a εἴρηται al: περὶ τοῦ ἐν ἀρχὴ Α αἰτεῖται Α: εἴρηται al 13 φθαρτὸν Α 14 μὴ Α 15 ἑαυτοῦ utrobique AI: ἑαυτὸ— αὐτὸ a δεικνύντων a 16 λέγει a 19 συνάγει a 20 πρόσθεν al: ἔμπροσθεν Α 21 ἐστιν (post μὴν) aA: om. I 22 ἤτοι—ἀναποδείκτως om. Α 23 τὸ γὰρ omisso εἰ A post ὁ add. γοῦν A 24 ὁ prius om. Α εἰ om. a ὁ alterum I: om. aA 25 ὁ om. Α 26 τὸ alterum a Arist.: τοῦ Ι 28 τρόπος (??) ἐστὶ)
48
παραλογισμοῦ, ὃς πρῶτός ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων· τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης προιὼν ἐρεῖ· ἀμφότεροι γὰρ οὗτοι οἱ σοφισμοὶ ἀπὸ συμβεβηκότος ὥρμηνται. διαφέρουσι δέ, ὅτι ὁ μὲν παρὰ τὸ συμβεβηκὸς οὐκ | ἀντιστρέφει τοὺς ὅρους, ἀλλ’ οὑτωσὶ συλλογίζεται· ὁ Σωκράτης
[*](f. 17r) ζῷον, τὸ ζῷον γένος, ὁ Σωκράτης ἄρα γένος· ὁ δὲ παρὰ τὸ ἑπόμενον ὡς ἀντιστρέφοντας λαμβάνει τοὺς ὅρους καὶ γίνεται, ὅταν καὶ τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. ἐπειδὴ γὰρ ἕπεται τῷ κλέπτῃ τὸ νύκτωρ πλανᾶσθαι, ἀντιστρέφοντες οἱ σοφισταὶ λέγουσι καὶ ‘ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί᾿ καὶ ἐπειδὴ τὸ μέλι ξανθόν ἐστι, καὶ τὸ ξανθὸν μέλι εἶναί φασι. καὶ κατὰ τοῦτο τὸν κατασοφισμὸν συμβαίνει γίνεσθαι. οὐκ ἀνάγκη δέ, εἰ ὁ μοιχὸς καλλωπίζεται, καὶ τὸν καλλωπιζόμενον μοιχὸν εἶναι· πολλοῖς γὰρ ταῦτα ὑπάρχει, λέγω δὲ καὶ τὸ νύκτωρ πλανᾶσθαι καὶ τὸ καλλωπίζεσθαι· τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ἀλλὰ τοιαύτη μὲν ἡ τῶν λεγομένων διάνοια. τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· ὅταν γὰρ μέλιτος ὄντος ἐξ ἀνάγκης ἕπεται καὶ τὸ ξανθόν, καὶ τινὸς ξανθοῦ ὄντος οἴονται εἶναι μέλι· καὶ γίνεται ὁ παραλογισμὸς ἐντεῦθεν· συμβαίνει γὰρ εἶναι χολήν, ἥτις ἐστὶ ξανθή, πλὴν οὐχὶ καὶ μέλι. ὁ δὲ παραλογιζόμενος οὕτως ἀπατᾷ· οὐχὶ τὸ μέλι ξανθόν ἐστί; ναί· ὥστε καὶ τὸ ξανθὸν μέλι· ἡ δὲ χολὴ ξανθή· ἡ χολὴ ἄρα μέλι. καὶ αἱ περὶ τὴν δόξαν ἀπάται ἐντεῦθεν τίκτονται· ἡ μὲν γὰρ γεῦσις ἀντιλαμβάνεται τοῦ μέλιτος ὡς γλυκέος, ἡ δὲ ὄψις ὡς ξανθοῦ· ἀφ’ ὧν ἡ δόξα τὰ πάθη συνθεῖσα καὶ ὡς ἓν δοξάζουσα, ὁπηνίκα ἐνεργεῖ ἡ ὄψις περί τι ξανθὸν καὶ ὁρᾷ τι χολοβαφές, εὐθὺς καὶ μέλι τοῦτο εἶναι δοξάζει. πάλιν ἐπειδὴ ἐξ ἀνάγκης ὄμβρου κατενηνεγμένου ἡ γῆ διάβροχος γίνεται, καὶ ὁπηνίκα ὕδατος ἔκχυσις γένηται, ὑετοῦ καταφορὰν γενέσθαι νομίζομεν. ἐντεῦθεν καὶ τὸν ἥλιον πολλάκις ποδιαῖον ἡ ὄψις εἶναι δοξάζει διὰ τὸ ἕπεσθαι ταῖς τῆς ὄψεως φαντασίαις. οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς ῥητορικοῖς συλλογισμοῖς αἱ σημειώδεις ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται. ἐπειδὴ γὰρ σημεῖον τοῦ μοιχοῦ τὸ καλλωπίζεσθαί ἐστι καὶ τοῦ κλέπτου τὸ νυκτὸς πλανᾶσθαι ἕπεται γὰρ καὶ τῷ μοιχῷ τὸ καλλωπίζεσθαι καὶ τῷ κλέπτῃ τὸ νυκτοπορεῖν), διὰ τοῦτο αἱ ῥητορικαὶ ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται· ὁ γὰρ βουλόμενος δεῖξαι ὅτι μοιχός ἐστι, τὸ ἑπόμενον ἔλαβεν, ὅτι καλλωπιστής, καὶ ὁ τὸν κλέπτην ἐλέγξαι βουλόμενος ὅτι νύκωρ πλανᾶται. τὸ δὲ πολλοῖς μὲν ταῦτα ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει λύσις ἐστί. κατηγορούμενον δὲ λέγει τὴν μὲν μοιχείαν κατηγο-
[*](1. 2 ὃς—ἐρεῖ om. Α 2 ἐρεῖ] c. 6 p. 168b27 sq. παραλογισμοὶ Α 3 post ἀπὸ add. τοῦ Α συμβεβηκότων a δέ om. a1 4 συλλογίζονται pr. I 6 ὡς ἀντιστέφοντας post ὅρους collocat Α 8 et 12 νύκτωρα a 10 σοφισμὸν a 11 τὸν KQR: τὸ al 16 οἴωνται Ι ante μέλι add. τὸ a 18 ὥστε Ι: ὡς a 19 ἡ χολὴ om. a1 21 συντιθεῖσα a καὶ Ι: ἡ a 24 καὶ ὁπηνίκα scripsi: inv. ord. I: ὁπηνίκα δὲ a 26 ἡ ὄψις ποδιαῖον πολλάκις Α immo ἡ δόξα cf. vs. 21 27. 28 σημειώδεις] εἰῶ non liquet in I 29 νύκτα a γὰρ al: δὲ Α 34 post ὑπάρχει add. ἤγουν τὸ καλλωπίζεσθαι καὶ τὸ νυκτορεῖν a: om. Al 35 post ὑπάρχει add. ἤγουν τὸ μοιχὸς καὶ τὸ κλέπτης a: om. Al 35. p. 49, 1 τὴν—κατηγορίαν Al: τὸν μοιχὸν κατηγορούμενον a) 49
ρίαν τοῦ καλλωπίζεσθαι, τοῦ δὲ νυκτὸς βαδίζειν τὸ κλέπτειν, οὐχ ὡς ἀληθῶς κατηγορουμένων εἴρηται γὰρ ὡς οὐκ ἀνάγκη ἀντιστρέφειν), ἀλλ’ ὡς ὑπὸ τῶν σοφιστῶν ὡς κατηγορουμένων λαμβανομένων. ὁμοίως δέ, φησί, καὶ ἐν τοῖς συλλογιστικοῖς, ἤτοι τοῖς κατὰ συλλογισμὸν δοκοῦσι προβαίνειν λόγοις, οἷος δοκεῖ καὶ ὁ τοῦ Μελίσσου εἶναι. οὗτος γάρ, δεῖξαι θέλων ὅτι ὅν ἐστι τὸ ὂν καὶ ἄπειρον, κατεσκεύαζε τοῦτο διὰ τῆς σὺν ἀντιθέσει τάχα ἀντιστροφῆς λέγων ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον λοιπὸν οὐχ ἕξει ἀρχήν· εἶτα προσετίθει καὶ τὴν ἑτέραν πρότασιν, ὅτι τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον, ὡς εἶναι τοιοῦτον τὸ συλλογιζόμενον· τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον, τὸ ὂν ἄπειρον. τούτου γοῦν τοῦ λόγου πολλὰ μὲν καὶ ἄλλ’ ἄττα αἰτιάματα ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴρηται τῷ Ἀριστοτέλει· ἀπεδείχθη δὲ καὶ τὸ ἡμαρτημένον, ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ταύτης γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου καὶ τὸ ἡγούμενον ἀναιρούσης οὐχ οὕτως ἔχει καὶ ἡ παρὰ τοῦ Μελίσσου. εἰ μὲν γὰρ ἄνθρωπός ἐστιν, ἕπεται καὶ ζῷον εἶναι ἐξ ἀνάγκης· ζῴου δὲ μὴ ὄντος εὔδηλον ὡς οὐδὲ ἄνθρωπος. ἐχρῆν οὖν καὶ τὸν Μέλισσον οὕτως ἀντιστρέψαι καὶ εἰπεῖν, ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν· ὁ δ’ οὐχ οὕτω πεποίη|κεν, ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἡγουμένου συνανεῖλε καὶ τὸ
[*](f. 17 ν) ἑπόμενον. ἀλλ’ ἐπισκεπτέον αὖθις τὰ ῥητὰ κατὰ λέξιν. οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπειρον τὸ ἅπαν. ἐδείκνυε, φησίν, ὁ Μέλισσος ὅτι ἄπειρον τὸ ἅπαν, τουτέστι τὸ ὄν· τὸ γὰρ ἅπαν ἀντὶ τοῦ ὄντος εἴληφεν. ἐδείκνυε δὲ τοῦτο λαμβάνων ὅτι τὸ ὂν ἀγένητον, ἤτοι τὸ ὂν οὐ γέγονε. καὶ τίθησι τὴν τούτου κατασκευήν· εἰ γὰρ τὸ ὂν λέγει τις γενέσθαι, ἢ ἐξ ὄντος ἄν γένοιτο ἢ ἐκ μὴ ὄντος· ἀλλ’ ἐξ ὄντος μὲν γενέσθαι οὐκ ἐνδέχεται· τὰ αὐτὰ γὰρ καὶ περὶ ἐκείνου ζητήσομεν· ὁμοίως δὲ ἀδύνατον καὶ ἐκ μὴ ὄντος εἰπεῖν γενέσθαι τὸ ὄν, διὰ τὸ κοινὸν ἀξίωμα εἶναι τῶν φιλοσόφων μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι· συνάγεται λοιπὸν τὸ ὂν ἀγένητον εἶναι. εἰ γοῦν τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐχ ἕξει· τὸ δὲ μὴ ἔχον ἀρχὴν ἄπειρον. πρὸς τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὡς οὐκ ἀνάγκη, εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. τοιοῦτον δέ τινα νοῦν ἔχει τὸ λεγόμενον. ὁ Μέλισσος τὸ μὴ γεγονέναι καὶ τὸ ἀρχὴν μὴ ἔχειν ταὐτὸν ἐνόμιζεν εἶναι καὶ ἐξισάζειν καὶ ἀντιστρέφειν. ὑπήχθη δὲ εἰς ταύτην τὴν ἔννοιαν ἀπὸ τοῦ καὶ τὸ γενό-
[*](1 τὸν κλέπτην a 3 ὡς prius om. Α 4 καὶ I Arist.: om. a ἤτοι I: ἤγουν a 7 ἔχειν, post quod καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι ὃ ψεῦδος ἐστίν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἑ ex p. 50,2. 3 illata expunxit, I 11 τὸ ὃν ἄπειρον om. A post ὂν add. ἄρα a τούτου—λόγου iterata delevit A1 γοῦν Α1: οὖν a μὲν om. Α 11. 12 ἄλλαττα (sic) I: ἄλλα τἄ aA 12 ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκρ.] c. 3 p. 186a8 sq. 13 καὶ τὸ ἡμαρτημένον al: ὅτι ἡμαρτημένη καὶ A 15 ἔχει AI: ἐπὶ a παρὰ AI: περὶ ut solet a 20.21 κατὰ—ἅπαν om. Α 21.22 ἐδείκνυε— ἅπαν supra lineam I1 22 τουτέστι ΑΙ: τόδε ἐστὶ a τὸ γὰρ— εἴληφεν om. Α τοῦ I: om. a 23 ἤτοι AI: ἤγουν a 25 post ἐκ add. τοῦ a 33 ante ἀρχὴν add. μὴ Α ταὐτά A) 50
μένον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντιστρέφοντα, ὥστε καὶ πᾶν τὸ γενόμενον ἀρχὴν ἔχειν καὶ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι, ὃ ψεῦδός ἐστιν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἔχοντα μὴ γεγονότα δέ, ὡς τὰ οὐράνια καὶ θεῖα σώματα. εἰ γοῦν τοῦτο ψεῦδος, δῆλον ὡς οὐδὲ τὸ μὴ γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον ταὐτά εἰσιν.
[*](p. 167b 21)Ὁ δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον.
Oὗτος ὁ τρόπος ἕκτος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν. ὃ δὲ ἐνταῦθα παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καλεῖ, τοῦτο ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν “μὴ παρὰ τοῦτο” ὠνόμασε. γίνεται δὲ τοῦτο ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, συναγόντων τῶν σοφιστῶν τὸ τοιοῦτον ἀδύνατον καὶ λεγόντων ὅτι διὰ τὴν ὑπόθεσιν ἡμῶν τῶν προσδιαλεγομένων αὐτοῖς τοῦτο γέγονε τὸ ἀδύνατον, μηδαμῶς τῆς ὑποθέσεως ἡμῶν αἰτίας οὔσης τοῦ συμβαίνοντος ἀδυνάτου· τότε γὰρ μάλιστα ἔστι λέγειν τὸ “μὴ παρὰ τοῦτο”. ἔσται δὲ δῆλον τὸ λεγόμενον ὧδε· εἰ τις λέγει τὸ ζῷον παντὶ λευκῷ καὶ ἡμῶν λεγόντων μὴ εἶναι ἀληθές οὐ γὰρ πᾶν λευκὸν ζῷόν ἐστι) πειρᾶται ἐλέγχειν ἡμᾶς λέγων ‘εἰ γὰρ ψεῦδος τὸ παντί, ἔσται ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ζῷον οὐ παντὶ λευκῷ᾿, ἔπειτα τῇ θέσει ταύτῃ τῇ λεγούσῃ τὸ ζῷον οὐ παντὶ λευκῷ δεικνὺς ἀδύνατόν τι ἑπόμενον, ψεῦδος μὲν εἶναι λέγει τὸ τὸ ζῷον οὐ παντὶ λευκῷ, ἀληθὲς δὲ εἶναι εἰσάγει τὸ ὃ αὐτὸς ἔλεγε, τὸ πᾶν λευκὸν εἶναι ζῷον. δείκνυσι δὲ τοῦτο οὕτως συλλογιζόμενος· τὸ ζῷον καθ’ ὑμᾶς οὐ παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι· ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολούθησε καὶ ἀφ’ ἧς γέγονε τὸ ψεῦδος· ἦν δὲ ἡ λέγουσα ὅτι τὸ ζῷον οὐ παντὶ λευκῷ· ἀληθὲς ἄρα τὸ παντί. πρὸς τοῦτο ῥητέον· οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ [*](I ταὐτὰ AI: ταὐτὸν a καὶ alt. Α: ὡς I: εἰ a 2 ἔχειν ΑΙ: ἔχει a πᾶν Α: om. al 3 post δὲ add. καθ’ ἕλληνας a 9 καλεῖ ante ἐνταῦθα collocat Α τοῖς δευτέροις Ι: τοῖς β a: τῶ δευτέρω, quod coniecit Waitz Organ. II p. X, A cf. p. 47,11 10 ἀναλυτικῶν om. Α 9. 10 ἐν τοῖς δευτέροις τῶν Προτ. ἀναλ.] c. 17 p. 65 a 38 11 post συλλογισμοῖς add. τοῖς ἀδύνατόν τι συνάγουσιν ἔκ τινος ὑποθέσεως ψευδοῦς τεθείσης· ἢ καὶ ψευδοῦς προτάσεως ἐγκαταμιχθείσης, δι’ ἧς ἀναγκαῖον ἀναιρεῖν τινὰ τῶν κειμένων προτάσεων, ἐξ ἧς τὸ ἀδύνατον καὶ τὸ ψεῦδος συνήχθη· γίνεται οὖν τοῦτο, ὡς εἴπομεν, ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς Α 12 περαίνηται οὐδὲν ἧττον A συναγόντων om. Α 12. 13 τὸ τοιοῦτον—ὅτι al: διενισταμένων, ὡς Α 14 τοῦτο γέγονε al: συνήχθη Α post ἀδύνατον add. καὶ ταῦτα Α 14. 15 οὔσης τῆς ὑποθέσεως αἰτίας A 15 ante συμβαίνοντος delevit συμπεράσματος Α1 post μάλιστα add. ἔθος Α 16 ἐστι a εἴ τις λέγοι τῶν σοφιστῶν τὸ Α 18 πειρᾶται—γὰρ al: ἀληθεύει γὰρ μᾶλλον τὸ ζῶον οὐ παντὶ λευκῶ, εἶτα λάβη ὁ σοφιστὴς πειρώμενος ἡμᾶς ἐλέγχειν. καὶ εἰπὼν εἰ Α ἐστὶν a 19 post ἀντικείμενον add. ὅπερ ἐστιν Α post ζῶον add. καθ’ ὑμᾶς (e vs. 23) Α 21 τὸ alt. om. Α 22 συνάγει εἶναί Α 23 ὑμᾶς AI: ἡμᾶς a 26 ἡ AI: om. a ὅτι al: ὡς Α 27 ῥητέον οὖν πρὸς τὸν σοφιστὴν, ὡς οὐ A)
51
τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ζῷον οὐ παντὶ λευκῷ συνῆκται τὸ λευκὸν παντὶ κόρακι, ἀλλὰ παρὰ τὴν σὴν τὴν λέγουσαν τὸ λευκὸν παντὶ πτηνῷ· ἀφαιρεθείσης γὰρ τῆς ὑποθέσεως ἡμῶν τῆς, ὡς λέγεις, αἰτίας γενομένης τοῦ ἀτόπου πάλιν τὸ ψεῦδος συνάγεται. δείκνυσι δὲ καὶ αὐτός, ὅπως οὐ γίνεται παρὰ τὴν ὑπόθεσιν ἡμῶν τὸ ψεῦδος ἀλλὰ παρὰ τὴν τῶν σοφιστῶν, καὶ ἐπὶ παραδείγματός τινος. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λέγει τις ἀληθῶς ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. πειρᾶται οὖν ὁ σοφιστὴς δεικνύναι τοῦτο ψεῦδος καὶ φησίν· εἰ ἔστιν ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ, οὐχ ὄψεταί τι τῇ ὑποθέσει ἀδύνατον· ἀλλὰ μὴν ἕψεται, ὡς δειχθήσεται· οὐκ ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. εἶτα πειρᾶται δεικνύναι ἀδύνατόν τι τοῦτον τὸν τρόπον, εἰ γὰρ ἡ φθορὰ λέγων καὶ ἡ γένεσις ἐναντία, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις ἐναντία·
[*](f. 18r) τὶς δὲ φθορὰ ὁ θάνατός ἐστιν· ὥστε ἔσται τῷ θανάτῳ τινὶ ὄντι φθορᾷ ἐναντία τὶς γένεσις· οὐδὲν δὲ ἄλλο τῷ θανάτῳ ἐναντίον ἢ ἡ ζωή· ἡ ζωὴ ἄρα γένεσις· εἰ δὲ ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι· ὥστε καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεται· ἀδύνατον δὲ τῷ ζῴῳ, ᾗ ζῇ, γίνεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις παρ’ ἣν τοῦτο γίνεται· ἦν δὲ ἡ λέγουσα ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. οὐκ ἔστιν ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτόν. φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ τὸ λέγειν ἡμᾶς τὴν ψυχὴν καὶ τὴν ζωὴν ταὐτὸν συνήχθη τὸ ‘τὸ ζῷον, ᾗ ζῇ, γίνεται᾿, ἐπεὶ καὶ τούτου μὴ κειμένου οὐδὲν ἧττον διὰ τῶν λοιπῶν προτάσεων τὸ ἀδύνατον συναχθήσεται· ἀλλὰ τὸ ἀδύνατον συνῆκται παρὰ τὸ λέγειν σε τὴν ζωὴν ἐναντίαν τῷ θανάτῳ ὄντι φθορᾷ. ἡ γὰρ φθορὰ οὐ τῇ ζωῇ ἐναντία ἐστὶν ἀλλὰ τῷ ἀψύχῳ σώματι· τῇ δὲ ζωῇ ἡ διάλυσίς ἐστιν ἐναντία. ἡ διάλυσις δὲ οὐ ταὐτὸν τῇ φθορᾷ· οὐ γὰρ ἀνάγκη τὰ διαλυόμενα καὶ ἀπ’ ἀλλήλων χωριζόμενα φθείρεσθαι. ἰδοὺ γάρ τις διέλυσε μὲν ἀπ’ ἀλλήλων τὰ ἐξ ἐρίου καὶ ἐκ σηρῶν νήματα ἀλλήλοις συνημμένα καὶ κεκλωσμένα· ἡ δὲ τούτων διάλυσις οὐκ ἤδη γέγονεν αὐτοῖς καὶ αἰτία φθορᾶς. πάλιν ἐάν τις ἀπὸ τοῦ σωροῦ διακρίνῃ τὸν σῖτον καὶ τὴν κριθὴν ἀλλήλοις ὄντα συμπεφυρμένα, διάλυσις μὲν καὶ διάκρισις γέγονεν ἀπ’ ἀλλήλων, φθορὰ δὲ οὐδαμῶς. εἰ οὖν καὶ ὁ θάνατος διάλυσίς ἐστι καὶ διάκρισις ψυχῆς καὶ σώματος ἀπ’ ἀλλήλων, οὐκ ἄν εἴη ὁ θάνατος φθορά. ὅτι δὲ ὁ θάνατος οὐ ταὐτόν ἐστι τῇ φθορᾷ, δῆλον καὶ ἐκ τοῦ θνήσκειν μὲν λέγεσθαι τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ
[*](1 συνήχθη Α 3 λέγεις Α: λέγεται I: ἐλέγετο a 4 τὸ αὐτὸ ψεῦδος καὶ ἀδύνατον συνάγεται ἐκ τῶν παρὰ σοῦ τεθεισῶν προτάσεων Α 8 τὸ ψεῦδος τοῦτο a 9. 10 οὐχ ἕψεται—τῷ αἰτίῳ AKQ (sed τις pro τι et ἀδύνατον om. Κ): οm. al 12 ἐναντίον utrobique A(C) 13 ἔσται Al: ἐστὶ καὶ a 14 ἄλλῳ a ἡ om. a 15 post δὲ add. καὶ al: om. AKQR 16 ζῇ alt. om. a1 21 τὸ alt. I: om. aA 23, 24, 25 ἐναντίον Α 24 ἀψύχω a2A: ἐμψύχῳ a1I 27 ἰδοὺ—30 διάλυσις μὲν al: ὡς πυρὸς τῆς κριθῆς ἡ τὸ κεκλωσμένον σηρικὸν ἐκ τοῦ ἐρίου· οὐ γὰρ αἰτία φθορᾶς ἡ τούτων γέγονεν ἀπ’ ἀλλήλων διάλυσις· ἐστιν οὑν καὶ ὁ θάνατος διάλυσις A ἐξ (ante σήρ.) a 29 τι a 31. 32 γέγονεν—διάκρισις om. Α 32 ante ψυχῆς add. τῆς a2 33 ὅτι—p. 52,3 γίνεται bis habet Α οὐ om. a1 33. 34 ὁ θάνατος καὶ ἡ φθορὰ οὐ ταυτά εἰσι, δῆλον ἀπὸ τοῦ Ab) 52
νεκρὰ καὶ ἄψυχα τῶν σωμάτων. εἰ δ’ ἦν ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, ἅμα τῷ χωρισθῆναι τὴν ψυχὴν τοῦ σώματος ἐφθείρετο ἄν τὸ σῶμα· νῦν δὲ οὐκ ἔστι τοῦτο, ἀλλὰ μετὰ πολὺ ἡ φθορὰ τοῦ σώματος γίνεται. τὰ μὲν οὖν λεγόμενα οὕτως ἔχει. τὸ δὲ ἐὰν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμβαῖνον βαῖνον ἀδύνατον τοιοῦτόν ἐστιν. ἐὰν ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι, τουτέστι ταῖς παρὰ τοῦ ἐρίζοντος λεγομέναις προτάσεσι ταύτας γὰρ ἄνα γκαῖα λέγει ἐρωτήματα, οὐχ ὅτι ἀναγκαῖόν τι συνάγουσιν, ἀλλ’ ὅτι τούτων μὴ ληφθέντων οὐκ ἄν συνήχθη τὸ προκείμενον ἀδύνατον), ἐὰν οὖν ἐν ταῖς τοιαύταις τοῦ ἐρίζοντος προτάσεσιν ἐγκαταμιχθῇ παρ’ αὐτοῦ δὴ τούτου τοῦ σοφιστοῦ πρὸ τοῦ ἐπενεχθῆναι παρ’ αὐτοῦ τὸ συμπέρασμα τὸ συμβαῖνον ἀδύνατον, τουτέστιν ἡ ψευδὴς πρότασις ἡ αἰτία γινομένη τοῦ συμβαίνοντος ἀδυνάτου δι᾿ αὐτῆς γὰρ περαίνεται τὸ τοιοῦτον ἄτοπον), δόξει πολλάκις παρὰ τοῦτο γίνεσθαι ὁ ἔλεγχος, ὥσπερ δὴ καὶ ἐνταῦθα γέγονε· συγκατεμίχθη γὰρ τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ἰὴ ζωὴ ἐναντία τῷ θανάτῳ ὄντι φθορᾷ οὐ γάρ ἐστιν, ὡς εἴρηται, ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις ψυχῆς καὶ σώματος. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν᾿ οὗ ληφθέντος συνῆκται καὶ ἡ ζωὴ γένεσις καὶ τὸ ζῆν γίνεσθαι καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεσθαι. τοὺς τοιούτους δὲ συλλογισμοὺς ἀσλλογίστους μὲν ἀπλῶς φησι μὴ εἶναι, τουτέστι καθόλου, πρὸς δὲ τὸ προκείμενον ἀσυλλογίστους, ὅτι οὐ συλλογίζονται ὃ αἱροῦνται διὰ τὸ ψευδεῖς τὰς προτάσεις λαμβάνειν. κατὰ τοῦτο γοῦν εἰσιν ἀσυλλόγιστοι. τὸ δὲ λανθάνειν πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον οἱ ἀποκρινόμενοι ἐπιλανθάνονται καὶ νομίζουσι τὰ μὴ ταὐτὰ ὡς ταὐτὰ κἀντεῦθεν ἀπάτῃ ὑπάγονται καὶ σοφίζονται, ἀλλὰ καὶ οἱ ἐρωτῶντες αὐτοὶ τοῦτο πάσχουσιν, ὥσπερ καὶ ὁ Πῶλος τὴν βούλησιν καὶ τὴν δόκησιν ταὐτὸν νομίζων ὡς ἓν ὄντων ἠρώτα τὸν Σωκράτην.
[*](p. 167b 38)Oἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λαν- θάνῃ πλείω ὄντα, καὶ ὡς ἑνός.
Ἕβδομος καὶ τελευταῖος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν. λέγεται δὲ οὕτως, ὅτι ἕκαστον τῶν ὑποκειμένων καὶ περὶ ὧν ὁ λόγος ἐστὶν ἰδίας ἐρωτήσεως [*](1 ἄψυχα σώματα Ab 2 post ἄν add. καὶ Ab 3 τῶ σώματι Ab 4 οὖν prius I: om. a ἐγκᾶταριθμηθῇ a2I: οὖν καταριθμηθῇ a1: καταριθμηθῇ Α: οὖν ἐγκαταριθμηθῇ Arist. 5 πρὸ a2I (c u i T, corr. Α): πρὸς a1: πρὸ—ἀδύνατον om. Α 7 τοῦ σοφιστοῦ Α 9 οὖν om. Α 10 τούτου om. Α 11 πρὸ τοῦ AI: πρὸς τὸ a 14 εἴπερ a1 16 ἐναντίον Α 19 ἡ AI: εἰ a 21 ἀσυλλόγιστος a1 23 καὶ λανθάνει Arist.: καὶ add. Q 26 ἀπάτῃ ὑπάγοντι om. A κατασοφίζονται fort, recte v: ἀπατῶνται Α αὐτοὶ, quod coniecit Waitz 1. c, Av: αὐτὰ a1: αὐτοὺς a2: compend. I 27 post πάσχουσιν add. ὃ συνέβη ἐνταῦθα· ἔλαβον γὰρ καὶ τὴν φθορὰν καὶ τὸν θάνατον ταὐτά Α ὡς Α 28 ὡς ἓν ὄντων om. Α ἠρώτα] Gorg. c. 21 p. 466 —E)
53
δεόμενον οὐ προτείνεται | ἰδίᾳ καὶ ἰδίᾳ ὁ ἐρωτῶν, ἀλλὰ συμμίξας τὰ διάφορα
[*](f. 18 ν) ὑποκείμενα καὶ ὡς περὶ ἑνὸς ἐρωτῶν ἀπατᾷ τὸν ἀποκρινόμενον, ὅταν καὶ αὐτὸς τὴν ἀπόκρισιν ὡς ἑνὸς ὄντος τοῦ ὑποκειμένου δοίη, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ὁ δεῖνα Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης καὶ ὁ Πλάτων’ ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἁλλ’ οὐκ ἀνθρώπους τύπτει. τοιοῦτόν τι πεποίηκε καὶ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ τὰ πλείω ὡς ἓν ἐρωτήσας τὸν Σωκράτην. ἦν δὲ ἡ ἐρώτησις τοιαύτη· ‘εἰπέ μοι, ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ καὶ οἱ τύραννοι ποιεῖν ἅπαντα ἃ βούλονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι᾿ . τὰ πλείω γὰρ ἐνταῦθα ἠρώτησεν ὡς ἓν ὁ Πῶλος· ἄλλο γὰρ βούλησις καὶ ἄλλο δόκησις. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅμα ἐρωτήσεις ἐρωτήσαντα ὡς τὴν διαφορὰν τῆς βουλήσεως καὶ τῆς δοκήσεως ἀγνοήσαντα καὶ ὡς ἑνὸς ὄντων μίαν τὴν ἐρώτησιν ποιησάμενον. ἐπ’ ἐνίων μὲν οὖν, φησί, ῥᾴδιόν ἐστιν ἰδεῖν ὅτι πλείω ἐρωτήματά ἐστιν· οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός· δῆλον γὰρ ἐνταῦθα ὅτι δύο τυγχάνει τὰ ἐρωτήματα· ἔδει γὰρ οὕτως ἐρωτῆσαι, πότερον ἡ γῆ θάλαττά ἐστιν, εἶτα αὖθις πότερον ὁ οὐρανὸς θάλαττά ἐστιν. ἐπ’ ἐνίων δέ, φησίν, οὐκ ἔστι ῥᾴδιον ἰδεῖν ὅτι πλείω τὰ ἐρωτήματά ἐστιν, καθάπερ εἶχεν ἡ προειρημένη τοῦ Πώλου ἐρώτησις. καὶ διὰ τὸ μὴ εἶναι δῆλον ὅτι πλείω εἰσὶ τὰ ἐρωτώμενα ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ἢ ἐλέγχεσθαι φαίνονται. τοιοῦτον δέ ἐστι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι τὴν τοιαύτην ἐρώτησιν ἢ ὁμολογοῦσι μὴ ἀποκρινόμενοι τὸ ἐρωτώμενον φαῦλοι κοινωνοὶ εἶναι ὡς ἐμποδίζοντες τὸ κοινὸν ἔργον, ὡς εἶναι ἔξωθεν λαμβανόμενον τὸ ‘εἶναι φαῦλοι κοινωνοί᾿ ὁμολογοῦσι γὰρ φαῦλοι εἶναι κοινωνοὶ τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον), ἢ τῷ ἀποκρίνεσθαι φαίνονται ἐλεγχόμενοι. ἔστι καὶ οὕτω νοῆσαι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι ἢ οὐδέν τι ἀποκρίνονται, καὶ ὁμολογοῦσι διὰ τῆς σιωπῆς τρόπον τινά ἡ γὰρ σιωπὴ δηλοῖ τὸ ναί, τὸ τῆς συγκαταθέσεως πρόσρημα), ἢ ἀπόκρισιν διδόντες ἐλέγχεσθαι φαίνονται. τὸ δὲ ἡ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δὲ οὐκ ἀγαθά, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά, καὶ τοῦτο παράδειγμά ἐστι τοῦ τὰ πλείω ὡς ἓν ἐρωτῶντος. ἔδει γὰρ οὕτως εἰπεῖν, πότερον ἡ σωφροσύνη ἀγαθὸν ἢ φαῦλον, καὶ πότερον ἡ ἀκολασία ἀγαθὸν ἢ φῦλον· ὁ δὲ μίξας ἀμφότερα καὶ ὡς περὶ ἑνὸς ἐρωτήσας οὐκ ἄδηλον ὅτι ἀπατήσει τὸν ἀποκρινόμενον, εἴ γε συνυπαχθεὶς τῇ ἐρωτήσει καταφήσει φήσει ἢ ἀποφήσει. εἰ γὰρ ἐρωτηθείς τις, πότερον ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἀγαθόν ἐστιν ἢ φαῦλον, εἴπῃ ὅτι ἀγαθόν, συμβήσεται τὴν ἀκο-
[*](1 ὁ Av: om. al 2 τὸν AI: τὸ a 5 ἄρα om. Α 6 τι a: τε AI καὶ ὁ πῶλος πεποίηκεν Α ἐν τῷ Γοργίᾳ] p. 466 Β. C memoriter citat 8 ὦ σωκράτης a1 δοκοῦσί σοι· δοκοῦσιν Α 11 ὃν a1I: οἷον a2 πλείονας] εἰ corr., ut videtur, I 14. 15 πλείω—ἐνταῦθα ὅτι QR: om. aAI 14 θάλασσα QR 15 ὁ Q: om. 11 (c u i T, del. vult Α) 18 εἴδειν a 18. 10 ἡ τοῦ πώλου ἐρώτησις ἡ προειρημένη a 19. 20 ἐρωτήματα Α 24. 25 φαῦλος εἶναι κοινωνὸς τὸ a 30 ἢ οὐκ ἀγαθά a Arist.: om. I 34 ἀπατήσει AQR: ἀπατήσειε al τὸν ἐρωτώμενον Α) 54
λασίαν μὴ οὖσαν τῶν ἀγαθῶν εἶναι ἀγαθόν· εἰ δ’ ἀποφήσει, συμβήσεται πάλιν τὴν σωφροσύνην οὖσαν τῶν ἀγαθῶν μὴ εἶναι ἀγαθόν. καὶ ποτὲ μὲν οὕτως φησὶ γίνεσθαι φαινόμενον ἔλεγχον ἐκ τοῦ μόνον φῆσαι ἢ ἀποφῆσαι ἐν τῇ ἐρωτήσει τῇ τὰ πλείω ὡς ἓν πυνθανομένῃ· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν τι μὴ ἀγαθὸν ψεῦδος. ποτὲ δὲ συμβήσεται καὶ ἔλεγχον γενέσθαι ἀληθινὸν προσληφθέντων τινῶν· οἷον εἴ τις ἔροιτο ῾ἆρά γε ὃ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν;’ καὶ τοῦτο λαβὼν προσλάβοι ῾ἐπεὶ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχ’ ὄντα ὄψιν πεφυκότα δὲ ἔχειν, καὶ εἰ λευκόν ἐστι τὸ ἔχον χρῶμα διακριτικὸν ὄψεως, καὶ λευκὰ ἔσται τὰ ἔχοντα χρῶμα διακριτικὸν ὄψεως᾿. καὶ γὰρ ἐπὶ τούτων οὐ μία ἐστὶν ἡ ἐρώτησις· τὸ γὰρ ῾ ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν;’ οὐκ ἔστιν ἓν ἐρώτημα. ἐπειδὴ γὰρ ἐκεῖνό ἐστι τυφλὸν ὃ πεφυκὸς ὄψιν ἔχειν οὐκ ἔχει, οἷον τὸ διὰ πήρωσιν μὴ ἔχον ὄψιν, τὸ δὲ μήπω πεφυκὸς ἔχειν ὄψιν, ὡς τὸ σκυλάκιον, καταχρηστικῶς φαμεν τυφλόν οὔπω γὰρ τοῦτο πέφυκεν ἔχειν ὄψιν), πῶς οὐκ ἂν εἴη διάφορα ἐρωτῶν ὁ λέγων ῾ ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν᾿; εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ τυφλὸν | εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ f. 19r καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων ὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις. εἰ δέ τις συναρπασθείη ὑπὸ τῆς ἐρωτήσεως καὶ ὥσπερ μιᾶς αὐτῆς οὔσης εἴπῃ ὅτι ναί, τυφλά ἐστιν, ὅταν τὰ μὲν σκυλάκια βλέπῃ τὸ δὲ μή οὐ γὰρ δυνατόν ἐστι τὸ πεπηρωμένον βλέψαι), ἔσονται ἢ πάντα ὁρῶντα ἢ πάντα τυφλά. ἴδιά τίνα γὰρ λόγον’, εἴποι ἄν ὁ σοφιστὴς πρὸς τὸν ἀποκρινόμενον, ῾τὰ μὲν ἔσται ὁρῶντα, τὸ δὲ μὴ ὁρῶν; ἐπεὶ γὰρ ἀμφότερα ἔφησας εἶναι τυφλὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, ἡ ἀμφότερα ἀνάγκη ὁρᾶν ἢ μηδέτερον᾿. τὸ δὲ τοιοῦτον σόφισμα οὐ μόνον γέγονε παρὰ τὸ τὰ δύο ἐρωτήματα ὡς ἓν ἐρωτηθῆναι ἀλλὰ καὶ παρὰ τὴν ἔλλειψιν τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου· εἴρηκε γὰρ ἐν αὐτῷ μετὰ τῶν ἄλλων καὶ τὸ ὅτι δεῖ λαβεῖν ‟ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, τουτέστι τὸ ἐρωτώμενον μὴ εἶναι τοιοῦτον ὡς τὸν μὲν ἐρωτῶντα ἄλλου χρόνου λαμβάνειν τὸ ὑποκείμενον, τὸν δὲ ἀποκρινόμενον ἑτέρου. τοῦτο δέ ἐστι καὶ ἐνταῦθα· οὐ γὰρ πᾶν τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον τυφλόν ἐστιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν.
[*](6 γενέσθαι καὶ ἀληθινὸν ἔλεγχον Α 10. 11 καὶ ἅπαντα τὰ λευκὰ ἔσονται χρώματα διακριτικὰ ὄψεως Α 10 ἔστι I: ἐστὶ a 12 γὰρ aA: om. I 13 ἔσται AT: ἐστὶ a 14 ἐπειδὴ AI: ἐπεὶ a ἔχειν ὄψιν Α 15 μὴ om. a1 ante ὄψιν prius add. τὴν a 16 φαμὲν AI: φασὶ a τοῦτο AI: ταύτην a 17 ὄψιν AI: om. a 18 ἔσται ΑΙ: ἐστὶ a 20 τὸ AI: om. a 22 ἔσται AI: ἐστὶ a 24 εἴπω a1 σκυλάκια AI: σκυλακίων a τὸ AI: τὰ a 25 ἐστὶ aA: ἔσται I 26 εἴπῃ Α ὁ om. a 27 ἔσται AI: ἐστὶν a 31 εἴρηκε] c. 5 p. 167a26 32 τὸ prius AI: om. a λαβεῖν al: λαμβάνειν τὸ ὑποκείμενον Α)55
[*](p. 168a,17)Ἤ δὴ οὕτως διαιρετέον.
Εἰπὼν δύο εἴδη εἶναι τῶν παραλογισμῶν καθ’ οὓς φαίνονται ἐλέγχειν οἱ σοφισταὶ τοὺς ἐντυγχάνοντας, καὶ διδάξας ὅσοι τε καὶ τίνες οἱ τρόποι οἱ ὑπὸ τὰ εἴδη ταῦτα τῶν σοφισμῶν τελοῦντες, καὶ τὸ μὲν τὰ] παρὰ τὴν λέξιν ὀνομάσας τὸ δ’ ἐκτὸς τῆς λέξεως, καὶ τοὺς μὲν παρὰ τὴν λέξιν τρόπους σοφιστικοὺς ἓξ εἶναι παραδούς, ὁμωνυμίαν, ἀμφιβολίαν, σύνθεσιν, διαίρεσιν προσῳδίαν, σχῆμα λέξεως, τοὺς δ’ ἐκτὸς τῆς λέξεως ἑπτὰ εἶναι σαφέστατα ἐκθέμενος, τὸν παρὰ τὸ συμβεβηκός, τὸν παρὰ τὸ ἁπλῶς ἢ πῇ καὶ μὴ κυρίως λέγεσθαι μέρη, τὸν παρὰ τὸν διορισμὸν τοῦ συλλογισμοῦ καὶ ἐλέγχου, τὸν παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, τὸν παρὰ τὸ ἑπόμενον, τὸν παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καὶ τὸν παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, νῦν λέγει ὅτι ἢ οὕτως διαιρετέον τοὺς σοφιστικοὺς ἐλέγχους, καὶ λεκτέον ὅτι οἱ μέν εἰσι παρὰ τὴν λέξιν, οἱ δὲ ἐκτὸς τῆς λέξεως, καὶ οἱ μὲν παρὰ τὴν λέξιν ἓξ ὄντες εἰσὶν οἵδε, οἱ δὲ ἐκτὸς τῆς λέξεως ἑπτὰ τυγχάνοντές εἰσιν οἵδε, ἢ πάντας τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ λέγει πῶς ἀναχθήσονται, μᾶλλον δὲ αὐτὸς ἀνάγει πάντας. ἐπειδὴ γὰρ ἔλεγχός ἐστιν, ὡς εἴρηται, ‟τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, ἐκ τῶν δοθέντων τῷ ἀποκρινομένῳ, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, ὁ ταῦτα ἀγνοήσας ἤ τι τούτων ἐξ ἀνάγκης περιπεσεῖται τῷ ψεύδει καὶ ἀπατηθήσεται. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, ὁ δὲ συλλογισμὸς ἐκ τῶν κειμένων ἐστίν, ὁ ἀγνοῶν ὅ τι ποτέ ἐστι συλλογισμός, καὶ ὅτι ἐκ τῶν κειμένων δεῖ συμβαίνειν τὸ συμπέρασμα, ἀπατηθήσεται παρὰ τοῦ μὴ συλλογιζομένου μηδὲ ἐκ τῶν κειμένων συνάγοντος τὴν δοκοῦσαν ἀντίφασιν. τοιοῦτοι δ’ ἦσαν οἱ μὴ ἐκ τῶν κειμένων συνάγοντες τὴν ἀντίφασιν, οἱ τὸ μὴ αἴτιον ὡς αἴτιον παραλαμβάνοντες παραλογισμοὶ καὶ οἱ τὸ ἐν ἀρχῇ αἰτοῦντες καὶ οἱ παρὰ τὸ ἑπόμενον. πρῶτον μὲν οὖν, φησίν, ἁπλῶς ἀναχθήσονται πάντες οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ὡς ἀσυλλόγιστοι καὶ μὴ ἐκ τῶν κειμένων συνάγοντες, ὅπερ ἐστὶν ἴδιον τοῦ κυρίως συλλογισμοῦ. ἔπειτα ἀναχθήσονται πάντες οὗτοι καὶ εἰς τὰ μέρη τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου, καὶ δειχθήσεται ὡς παρὰ τὴν ἔλλειψίν τινος τῶν ἐν τῷ ἐλέγχῳ τὸ σόφισμα συνίσταται, ἢ παρὰ τὸ ὁμώνυμόν τι ληφθῆναι ἢ παρὰ τὸ ἀμφίβολον ἢ ἕτερόν | τι.;
[*](f. 19 ν)[*](1 post διαιρετέον add. τοὺς φαινομένους a 4 τὰ alt. I: τὸ a: delevi 18 εἴρηται] c. 5 p. 167 a 23 —27 memoriter citat 23 ἐπειδὴ ΑΙ: ἐπεὶ a 27 μὴ om. Α 28 παραλογισμοὶ aA: παρασθλλογισμοὶ I 29 τὸ prius AI: om. a 33 δειχθήσονται A 34 τῶν al: τὴν A ἐν superscr. Α τι AI: om. a)56
[*](p. 168a 23)Τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν.
Εἶπεν ὅτι τῶν παραλογισμῶν ἕκαστος ἀναχθήσεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ ἁπλῶς μὲν ἓν ἔφησεν ἀπελέγχον τοὺς παραλογισμούς, τὸ μὴ ἐκ τῶν κειμένων αὐτοὺς συνάγεσθαι, ὅπερ καὶ ἐν τῷ διορισμῷ τοῦ ἐλέγχου εἴρητο. νῦν δὲ καὶ παρ’ ἓν ἕκαστον τῶν μερῶν τοῦ ἐλέγχου γίνεσθαι τούτους διδάσκει, καὶ πρότερον τὸν ἐκ τῆς ὁμωνυμίας φησὶ γίνεσθαι παρὰ τὸ μὴ ἓν εἶναι τὸ ὄνομα καὶ τὸ πρᾶγμα καὶ τὸν ἐκ τῆς ἀμφιβολίας· τόύτους γὰρ ἐδήλωσε διὰ τοῦ ἥ τε ὁμωνυμία καὶ ὁ λόγος. οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη τῆς λέξεως, τουτέστιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως, ὅτι παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνονται, δῆλον· κεῖται γὰρ τὸν ἔλεγχον εἶναι ‟τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος”· οἱ δὲ ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας ἐξ ὀνομάτων εἰσὶ καὶ λόγων οὐχ ἁπλῶν ἀλλὰ διάφορα σημαινόντων, ναὶ μὴν καὶ ἡ ὁμοιοσχημοσύνη. τό τε γὰρ μανθάνειν δύο σημαίνει καὶ ὁμώνυμον, ἀλλὰ καὶ ὁ ἀμφίβολος λόγος ὁ ῾ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ᾿ λέγων δύο παρεμφαίνει, τόν τε ὁρῶντα καὶ τὸ ὁρώμενον· καὶ τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δύο ταῦτα δηλοῖ, ὡς εἴρηται· πάθους γάρ ἐστι καὶ ἐνεργείας σημαντικόν, ὅπερ ἐστὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συλλογισμοῦ. δῆλον οὖν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ οἱ τρεῖς οὗτοι ἀναχθήσονται, ὅτι οὐ πράγματός εἰσιν ἑνός· δεῖ δὲ τὸν συλλογιζόμενον καὶ ἔλεγχον ποιῆσαι βουλόμενον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα λαμβάνειν. τὸ δὲ σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν περὶ τῆς ἀμφιβολίας δοκεῖ εἰρῆσθαι, οὐ περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοῦ, ὃν ὁμοιοσχημοσύνην, ὡς εἴρηται, ἐνταῦθα λέγει· σύνηθες γὰρ σιγῶντα λέγειν μὴ μόνον τὸν σιγῶντα ἀλλὰ καὶ τὰ σιγώμενα καὶ ὁρῶντα τόν τε ὁρῶντα καὶ τὰ ὁρώμενα. ἐπήγαγε δὲ τοῦτο ἀναμιμνήσκων τοῦ ἔμπροσθεν εἰρημένου, ὅτι εἷς τρόπος τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ οὗτος, ‟ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν”. καὶ ἡ ἀπὸ τῆς συνθέσεως, φησί, καὶ διαιρέσεως ἀπάτη εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται· δεῖ γὰρ ἐπὶ τοῦ κυρίως ἐλέγχου τὸ αὐτὸ δηλοῦσθαι καὶ χωρὶς καὶ μετὰ τῆς συνθέσεως· ὅπερ ἐπὶ τῆς συνθέσεως καὶ τῆς διαιρέσεως οὐ συμβαίνει, ἀλλ’ ἕτερον μέν ἐστι τὸ χωρὶς ὑπὸ τῶν ὀνομάτων ἢ ῥημάτων δηλούμενον, ἕτερον δὲ τὸ ὑπὸ τῆς τούτων συνθέσεως. τὰ γὰρ γράμματα χωρὶς καὶ τὸ ῾ἐπίσταται' χωρὶς οὐ ταὐτὸν σημαίνει καὶ συντεθέντα, ὡς ἐπὶ [*](3 ἓν om. Α 5 εἴρηται Α 6 πρότερον al: παρὰ Α 8 τοῦ AI: τὸ a τε alt. a2AI: δὲ a1 10. 11 κεῖται—εἶναι al: ἐν τῶ ὁρισμῶ τοῦ ἐλέγχου κεῖται Α 12 εἰσὶ AI: ἢ a1 εἰσὶν ἢ a2 13 ναὶ μὴν—18 συλλογισμοῦ al: ὡς καὶ οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως Α 15 τὸ ex τὸν corr. Ι 16 εἴρηται] p. 35,21 sq. 19 πράγματος ἑνός εἰσι σημαντικοί Α δεῖ scripsi: δεῖν al 20.21 λαμβάνειν I: μεταλαμβάνειν a 22 περὶ τοῦ al: παρὰ τὸ Α 26 τοῦ ἔμπροσθεν εἰρημένου] c. 4 p. 166a 17 28 συνθέσεως a1I: συνθέτου φύσεως a2 post καὶ add. τῆς a 29 γὰρ al: δὲ Α 30 τῆς tertium om. Α οὐ I: om. aA)
57
τοῦ γράμματα ἐπίσταται᾿· ἀλλὰ καὶ ῾ ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης βαδίζει᾿ οὐ ταὐτὸν σημαίνει, ὥσπερ εἴρηται καὶ πρότερον. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν δι’ ἣν ἀναχθήσονται οἱ προειρημένοι παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἔστι δὲ αὕτη τὸ μὴ τὸ αὐτὸ σημαίνειν τὸ ὁμώνυμον καὶ τὸν ἀμφίβολον λόγον. νοηθήσεται δὲ καὶ περὶ τῆς συνθέσεως καὶ διαιρέσεως τοῦτο εἰρῆσθαι, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν οὗτοι ἀναχθήσονται παρὰ τὸ μὴ ταὐτὸ σημαίνειν. τὸ γὰρ βαδίζει καὶ τὸ δύναται βαδίζειν, ναὶ μὴν καὶ τὸ οὗ καταλύεις καὶ τὸ ἰού καταλύεις᾿ οὐ ταὐτὸν σημαίνει· ὁ γὰρ ἀμφίβολος λόγος καὶ τὸ ὄνομα τὸ διαφέρον οὐ ταὐτὸν σημαίνουσι. χρεὼν δὲ εἶναι καὶ τοῦτο, ἤγουν τὸ ὄνομα μὴ διάφορα σημαίνειν· ὥσπερ γὰρ τὸ πρᾶγμα ἓν καὶ ταὐτὸν εἶναι δεῖ, εἰ μέλλει ἔλεγχος γενέσθαι, οὕτω καὶ τὸ ὄνομα οὐ πολλῶν εἶναι δηλωτικόν. ὥσπερ γάρ, φησίν, οὐ γίνεται ἔλεγχος, ἄν ἐπ’ ἄλλου μὲν πράγματος ὁ ἐρωτώμενος καταφήσῃ, ἐπ’ ἄλλου δὲ τὴν ἀντίφασιν τὴν δοκοῦσαν συναγάγῃ ὁ ἐρωτῶν, οὕτω, κἄν τὸ πρᾶγμα μὲν ἓν ᾖ πολυώνυμον δέ, μὴ ἐπὶ τοῦ αὐτοῦ δὲ ὀνόματος, ἐφ’ οὗ κατέφησεν ὁ ἐρωτώμενος, συναγάγῃ τὴν ἀντίφασιν ὁ ἐρωτῶν, οὐ δοκεῖ ἔλεγχος ἀληθὴς γίνεσθαι, | ἀλλ’ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν ἐστι τοῦτο κἀκεῖνο. οἷον εἴ τις
[*](f. 20r) οὕτως συλλογίσεται· πότερον καὶ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα λωπία; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα· ὁρᾷ ἄρα τὰ ἡμέτερα ἱμάτια· ἀλλὰ καὶ οὐχ ὁρᾷ· ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ τὸ ἱμάτιον, ἀλλ’ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ λώπιον τῷ ἱματίῳ. δεῖ οὖν ὥσπερ τὸ πρᾶγμα εἶναι ταὐτὸν καὶ ἕν, εἰ μέλλει ἔλεγχος ἔσεσθαι, οὕτω καὶ τὸ ὄνομα τὸ αὐτὸ καὶ ἓν εἶναι καὶ μὴ ἱματίου προκειμένου ἀποδεικνύναι λώπιον ἀλλὰ ἱμάτιον. ἀληθὴς μὲν γὰρ ὁ συλλογισμός ἐστι κἀκεῖνος ὁ ἀντὶ ἱματίου λώπιον συλλογισάμενος, ἀλλ’ ἐπειδή, εἰ ἀγνοεῖ τις ὅτι ταὐτόν ἐστι τὸ ἱμάτιον τῷ λωπίῳ, θροηθήσεται οὐκ ἀπεικότως κἀντεῦθεν ζητήσει τὸ διὰ τί, διὰ τοῦτό φησι μὴ συλλογίζεσθαι τὸν οὕτω συλλογιζόμενον.
[*](p. 168a 34)Oἱ δὲ παρὰ τὸ συμβεβηκὸς ὁρισθέντος τοῦ συλλογισμου.
᾿ Ανήγαγε μὲν ἐν τοῖς ἄνωθεν εἰρημένοις τοὺς παρὰ τὴν λέξιν παραλογισμοὺς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. νῦν δὲ καὶ τὸν πρῶτον τῶν ἐκτὸς [*](1 γράμματα scripsi: γράμματος al 2 post Σωκράτης add. ἄρα a cf. p. 49,11 3 πρότερον] p. 29,6 sq. 5 σημαίνει a1 8 βαδίζει a1I: βαδίζειν a2 13 immo ὥσπερ δὲ 15 et 17 συνάγει a1 19 συλλογίζηται a πότερον—22 ἱμάτια] cf. p. —27 20. 21 οὐκοῦν—ἐγώ al: τί δὲ. οὐχὶ καὶ ἐγὼ καὶ σύ A 21. 22 δυνατὰ δυνατὸν —οὐχ ὁρᾶ al: εἶτα μὴ συλλογίσηται καὶ συμπεράνῃ, ὡς τὰ ἡμέτερα ἄρα λωπία ὁρᾶ· ἀλλ’ ὅτι τά ἡμέτερα ἱμάτια ὁρᾶ A 26 ante ἔσεσθαι add. γενέσθαι ἢ a 29 εἰ I: καὶ a)
58
τῆς λέξεως τὸν παρὰ τὸ συμβεβηκὸς εἰς τὴν τοῦ ἐλέγχου ἀνάγει ἄγνοιαν, καὶ φησὶν ὡς ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ φανερὸν γενήσεται καὶ ἡ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν τῶν τοιούτων σοφισμάτων ἀναγωγή. ὅτι δὲ ἀπὸ τοῦ ὁρισμοῦ τοῦ συλλογισμοῦ εἰς τὴν ῥηθεῖσαν ἀνάγεται τοῦ ἐλέγχου ἄγνοιαν, πιστοῦται ἐκ τοῦ τὸν συλλογισμὸν ὁρίσασθαι· εἰ γὰρ συλλογισμός ἐστι ‟λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, ἐπὶ δὲ τοῦ συμβεβηκότος οὐκ ἀπὸ τῶν κειμένων ἕτερόν τι συνάγεται, ὁ ἀπὸ τοὐ συμβεβηκότος ἄρα οὐκ ἔστι συλλογισμός, διὸ οὐδὲ ἔλεγχος. φανερὸν ἄρα ὡς καλῶς καὶ οὗτος ἀνάγεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἀγνοεῖ γὰρ πῶς δεῖ ἐλέγχειν ὁ οὕτως ἐλέγχειν δοκῶν. τούτῳ δὲ τοῦ ἐλέγχου ὁ συλλογισμὸς διενήνοχε, τῷ προσκεῖσθαι ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν· ἔλεγχος γάρ ἐστι συλλογισμὸς μετὰ ἀντιφάσεως τοῦ συμπεράσματος. εἰ γάρ τις συλλογίσαιτο τὸν ἄνθρωπον κατ’ οὐδενὸς λίθου διὰ μέσου τοῦ ζῴου οὕτω λέγων ῾τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον κατ’ οὐδενὸς λίθου᾿ , ἐνίσταται δέ τις πρὸς αὐτὸν μὴ οὕτως ἔχειν τὸ συναγόμενον, ἀλλὰ κατὰ τινὸς λίθου κατηγορεῖσθαι τὸν ἄνθρωπον, εἰ τοῦτο τεθῇ, προσληφθῇ δὲ καὶ ἡ ἑτέρα πρότασις ἡ τὸ ζῷον ἀπὸ τοῦ λίθου ἀποφάσκουσα, ἐν τρίτῳ σχήματι ὁ συλλογισμὸς γενήσεται τὸ ζῷον κατ’ οὐ παντὸς ἀνθρώπου συνάγων, ὅπερ ἐστὶ ψεῦδος· παντὶ γὰρ ἀνθρώπῳ τὸ ζῷον· καὶ οὕτως ὁ συλλογισμὸς τοῦ ἐλέγχου γενήσεται τὴν ἀντίφασιν τοῦ πρώην ἔχων συμπεράσματος. οὗτος οὖν ὁ κυρίως ἔλεγχος, ἐν ᾧ ἡ ἀντίφασις τοῦ συμπερανθέντος παραλαμβάνεται. ὁ δ’ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔλεγχος. ἐν δευτέρῳ δὲ σχήματι καὶ τὸν τοιοῦτον συνακτέον συλλογισμόν. ὅτι μὲν οὖν ὁ ἔλεγχος συλλογισμὸς ἀντιφάσεως, εἴρηταί τε καὶ δέδεικται. ὅτι δὲ καὶ περὶ ἄλλων τινῶν, οὐ μὴν ἀλλὰ καὶ περὶ τούτου καὶ Ἀριστοτέλης αὐτὸς ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν εἴρηκε καὶ ἡμεῖς ἐν ταῖς ἡμετέραις εἰς ἐκεῖνα σχολαῖς, οἱ τῷ τοιούτῳ ἐντυχόντες ὑπομνήματι γνώσονται, ἐν ᾧ καὶ τὸν ἀπὸ τοὐ συμβεβηκότος μὴ ὄντα συλλογισμὸν ἀπεδείξαμεν διὰ τὸ μὴ ἐκ τῶν κειμένων συνάγειν τι ἕτερον. παντὶ γὰρ δῆλον ὡς οὐκ ἔστιν ὁ τοιοῦτος σώζων ἐν ἑαυτῷ τὸν τοῦ συλλογισμοῦ ὁρισμόν· τὸ γὰρ τὸν ἄνθρωπον λέγειν μουσικόν, τὸ δὲ μουσικὸν συμβεβηκός, εἶτα τὸν ἄνθρωπον συνάγειν συμβεβηκὸς καὶ τὴν οὐσίαν ποιὸν πόρρω τῆς συλλογιστικῆς μεθόδου ἐστί.
[*]( τὸν al: τῶν Α ἀνάγει ἄγνοιαν AI: inv. ord. a 2 ἡ I: om. a 6 λόγος κτλ.] Anal. Pr. Ι 1 p. 24 b 19, Top. Ι 1 p. 100 a 25 ἐν ᾧ τεθέντων—p. 59,27 ἐν δευτέρῳ σχήματι post p. 89,12 προαιρέσει denuo scripsit (= Ib) et lineis ductis delevit I 7 post ἕτερόν τι add. συμβαίνει ἢ a 9 κακῶς Α 11 προσκεῖσθαι alb: προκεῖσθαι la 12. 13 μετὰ ἀντιφάσεως—διὰ μέσου aAIb: om. Ιa 16 προσληφθῇ a2AI: προστεθῇ a1 καὶ om. a ἡ om. Α 18 κατ’ οὐ AI: κατὰ a 19 γὰρ a2AI: δὲ a1 20. 21 τὴν—οὖν in ras. Α1 21 συμπερασθέντος a1 21. 22 παραλαμβάνεται Α, pr. I: περιλαμβάνεται a, corr. Ι 23 συντακτέον a2: συντεθέντα a1 24 τε I: om. aA 24 —30 περὶ—σώζων al: ὁ ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸς οὐκ ἔστι συλλογισμός, δῆλον· οὐ γὰρ σώζει οὗτος Α 25. 26 ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλ.] c. 20 p. 66b 4 sq. 26 ταῖς I: om. a 27 τῶ τοιούτω Ι: τῶν τοιούτων a ὑπομνήματα a1 28 post τοῦ expunxit μὴ ὄντος la 32 μεθόδου ἐστί ΑΙ: συζυγίας ἐστὶν ἦ μεθόδου a) 59
τὸ δὲ οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι κατασκευαστικὴ αἰτία ἐστὶ τοῦ μὴ εἷναι τὸν ἀπὸ τοῦ συμβεβηκότος συλλογισμὸν συλλογισμόν. κειμένων μὲν γάρ τινων κατὰ τὴν συλλογιστικὴν μέ|θοδον κατ’
[*](f.20v) ἐκείνην συνάγεται συλλογιστικὸν καὶ τὸ συναγόμενον· εἰ δὲ μή, ὡς ἡ τέχνη παρακελεύεται, οἱ ὅροι τεθῶσιν, ἀλλ’ ἄλλως ληφθῶσι καὶ ἄλλως, οὐδὲ τὸ συμπέρασμα τεχνηέντως συμπερανθήσεται, ὥσπερ δὴ κἀπὶ τοῦ παραδείγματος γινόμενον φαίνεται. ἀσάφειαν δὲ τῷ λόγῳ ἐνεποίησε διά τε τοῦ τὸν ἐλάττονα ὅρον παραλιπεῖν, εἰ καὶ μὴ πάντῃ, καὶ διὰ τοῦ τὸ τόδε τι ἐπὶ τοῦ συνθέτου λαβεῖν ἐπὶ οὐσίας μόνης λεγόμενον· πᾶσα γὰρ οὐσία τόδε τι σημαίνειν δοκεῖ. δεῖ οὖν καταστῆσαι τὴν λέξιν καὶ οὕτως εἰπεῖν· οὐ γὰρ εἰ τούτων ὄντων ἀνάγκη τόδε εἶναι, ἤτοι οὐ γὰρ εἰ Σωκράτους ὄντος λευκόν ἐστι, τὸ δὲ λευκὸν χρῶμα διακριτικὸν ὄψεως ἀντὶ γὰρ τοῦ χρώματος τὸ λευκὸν παρέλαβεν), ἀνάγκη τὸν Σωκράτην χρῶμα εἶναι διακριτικὸν ὄψεως διὰ τὸν ἐπισυναχθέντα ψευδῆ συλλογισμόν· τούτου γὰρ δηλωτικὸν τὸ διὰ τὸν συλλογισμόν. ἢ τὸ διὰ τὸν συλ- λογισμὸν ἀντὶ τοῦ ἴδιά τὸν φαινόμενον μὲν εἶναι συλλογισμὸν μὴ ὄντα δὲ διὰ τὸ ἀπὸ τοῦ συμβεβηκότος συναγόμενον ψεῦδος'. οὐ γὰρ συλλογισμὸς ὁ τοιοῦτος διὰ τὸ μηδὲ τὸν αὐτὸν μέσον ἐν ἀμφοτέραις λαμβάνεσθαι ταῖς προτάσεσιν, εἰ καὶ τοῖς ἀτέχνοις συλλογισμὸς καὶ τὸ τοιοῦτον δοκεῖ. ἄλλως μὲν γὰρ τὸ λευκὸν ἐν τῇ ἐλάττονι προτάσει παρείληπται τῇ λεγούσῃ ῾ὁ Σωκράτης λευκός ἐστι᾿ καὶ ἄλλως ἐν τῇ μείζονι· ἐν μὲν γὰρ τῇ ἐλάττονι τὸ σύνθετον παρελήφθη, αὐτὴ λέγω ἡ οὐσία μετὰ τῆς ποιότητος, ἐν δὲ τῇ μείζονι μόνη αὐτὴ ἡ ποιότης· οὐ δεῖ δ’ οὕτως ἔχειν τὸν ἀληθῶς συλλογισμόν, ἀλλὰ τὸν αὐτὸν ὅρον καὶ ὁμοίως ἐν ταῖς δυσὶ προτάσεσι παραλαμβάνεσθαι. μᾶλλον δὲ οἶμαι τὸ τοιοῦτον σόφισμα ἀπὸ τοῦ Φαιδροῦ καὶ ἐνταῦθα παρειλῆφθαι, διὰ τὸ ἐκεῖσε τὸν Σωκράτην ὁμόδουλον ἑαυτὸν ἀποφαίνειν τῷ κύκνῳ, ἵν’ ᾖ ὁ λόγος οὕτως ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν μερικῶν συναγόμενος· ὁ Σωκράτης λευκός, ὁ κύκνος λευκός, ὁ Σωκράτης ἄρα κύκνος, ὡς εἶναι τὸ τοῦτο δέ ἐστι λευκόν ἴσον τῷ ῾τοῦτο δὲ τὸ λευκὸν κύκνος ἐστί’, καὶ δεῖ παραλαμβάνειν ἀντὶ τοῦ λευκοῦ τὸν κύκνον. τὸ δὲ οὐδ’ εἰ τὸ τρίγωνον δυοῖν ὀρθαῖν ἴσας ἔχει κατασκευαστικόν ἐστι καὶ αὐτὸ τοῦ μὴ εἶναι τοῦ συμβεβηκότος συλλογισμόν. τοῦτο δέ ἐστιν ὅ φησιν· οὐ γὰρ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι, ὅ τι σχῆμα, ἐστὶ τοῦτο, τουτέστι τοῦτο, λέγω δὴ τὸ ἔχειν τὰς τρεῖς
[*](3 μὲν A : om. al 4 immo συλλογιστικῶς ante καὶ add. ἢ a2 ἡ superscr. A1 6 post οὐδὲ add. οὕτως a2 7 γενόμενον A, τος γε in ras. A1 ἐποίησε A 8 τὸ om. A 9 μόνης a2AI: μὲν a1 11 εἰ γὰρ τούτων omisso οὐ A οὐ alt. in ras., ut videtur, Α1 12 ante ἐστι expunxit εἶναι lb 13 post χρώματος add. τούτου Α post ἀνάγκη add. καὶ Α 15 post γὰρ add. ἐστι Α 18 μὴ Α 10 καὶ alt. om. A 21 λευκόν Α 23 αὐτὴ μόνη Α ἔχειν Av: ἐλέγχειν al ἀληθῶς scripsi: ἄλλως al: om. A 24 ὁμοίως καὶ Α 25 ἀπὸ τοῦ Φαίδωνος (cuius citatur c. 35 p. 85 Β) v 26 ἐνταυθοῖ A 27 οὗτος Α 28 συναγόμενος Av: συναγόμενον al 30 δὲ om. A 31 ὀρθαῖς a1 32 τοῦ prius a2: καὶ a1I 32. 33 συλλογισμός a1 35 ἔσται sive ἐστιν, #x003E; conicio) 60
γωνίας δυσὶν ὀρθαῖς ἴσας, ὑπάρξει παντὶ σχήματι· τοῦτο γὰρ τὸ ὅ τι σχῆμα σημαίνει. ἢ οὕτω· οὐδ’ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ σχήματι εἶναι, ὅτι σχῆμα, ἀντὶ τοῦ ῾διότι σχῆμ’ τὸ τρίγωνον’, ἤδη παντὶ σχήματι τὸ ἔχειν τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ὑπάρξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος ποιοῦμεν τὴν τῶν γωνιῶν ἀπόδειξιν, ἀλλ’ ὡς ἐπὶ τριγώνου. ἡ δὲ τῶν παραλογισμῶν ἀγωγὴ ἐν τρίτῳ σχήματι συναχθήσεται· τὸ τρίγωνον σχῆμά ἐστι, τὸ τρίγωνον τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, τὸ σχῆμα ἄρα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει. ὥστε καὶ τὸ τετράγωνον διὰ τὸ εἶναι σχῆμα τὰς γωνίας τοιαύτας ἕξει· τοῦτο δὲ ἄτοπον· οὐ γάρ ἐστι τὸ ὀκτάγωνον τοιοῦτον ἢ τὰ λοιπὰ σχήματα ἢ ὁ κύκλος. ἀλλὰ καὶ ὁ συλλογισμὸς ὁ συνάγων διὰ μέσου τοῦ τριγώνου, ὅτι ἡ ἀρχὴ καὶ τὸ πρῶτον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἐν τρίτῳ συνάγεται σχήματι. δεῖ οὖν οὕτως εἰπεῖν· οὐκ εἰ τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, συμβέβηκε δ’ αὐτῷ καὶ σχήματι εἶναι ἢ πρώτῳ ἢ ἀρχῇ, διότι τοῦτο, τουτέστι τὸ τρίγωνον σχῆμά ἐστιν ἢ ἀρχὴ ἢ πρῶτον, ἤδη πᾶν σχῆμα τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἕξει· οὐ γὰρ ὡς ἐπὶ σχήματος τὰς τῶν γωνιῶν ἀποδείξεις ἀλλ’ ὡς ἐπὶ τριγώνου ποιοῦμεν, οὐδ’ ὡς ἐπὶ πρώτου ἢ ἀρχῆς. ὅμοιος τοῖς ῥηθεῖσιν παραλογισμοῖς ἐστι καὶ οὗτος· ὁ κύων σός ἐστιν· οὗτος πατήρ ἐστιν· ὁ κύων ἄρα σὸς πατήρ ἐστιν. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων σοφισμά|των τῶν παρὰ τὸ συμβεβηκός· ἐλλιπὴς γὰρ ἡ
[*](f. 21r) λέξις. εἰ οὖν ὁ ἔλεγχος συλλογισμός τίς ἐστιν, ὁ δὲ ἀπὸ τοῦ συμβεβηκότος οὐκ ἔστι συλλογισμός, οὐδὲ ἔλεγχος ἄρα. διὰ δὲ τὸ ἀγνοεῖν τὸν κυρίως ἔλεγχον καὶ οἱ τεχνῖται καὶ ὅλως οἱ ἐπιστήμονες περὶ ἕκαστα ὑπὸ τῶν ἀνεπιστημόνων, ἤτοι τῶν σοφιστῶν, δοκοῦσιν ἐλέγχεσθαι· τοῦτο γάρ ἐστι τὸ ἐλέγχονται. ἕκαστος γὰρ ἐπιστήμων, εἰ τύχῃ ἀγνοῶν τίς ὁ ἔλεγχος, ἀπατηθήσεται περὶ ἐκεῖνα, περὶ ἅ ἐστιν ἐπιστήμων, ὑπὸ τοῦ ἀνεπιστήμονος, ὅστις ἐστὶν ὁ σοφιστής· οἷον ὁ περὶ τὰ μαθηματικὰ ἢ τὰ μουσικὰ ἐπιστήμων ἀγνοῶν τὸν ἀπὸ τοὐ συμβεβηκότος συλλογισμὸν ἢ ἔλεγχον ἀπατηθήσεται· ἀπὸ γὰρ τῶν συμβεβηκότων ποιοῦνται πρὸς τοὺς ἐπιστήμονας οἱ ἀνεπιστήμονες τοὺς συλλογισμούς. οἱ δὲ ἐπιστήμονες, εἰ τύχωσι μὴ δυνάμενοι διαιρεῖν καὶ διακρίνειν ποῖοι ὁ ἀπὸ τῶν καθ’ αὑτὸ συλλογισμοὶ καὶ ποῖοι οἱ ἀπὸ τῶν κατὰ συμβεβηκός, ἢ ἐρω- τώμενοι συγχωροῦσι τὰ ἐρωτηθέντα καὶ ἐλέγχονται, ἢ μὴ συγχωροῦντες ἀλλὰ τὴν σιωπὴν τιμῶντες καὶ οὕτως συγκατανεύειν τῇ ἐρωτήσει παρὰ τῶν ἀκουόντων ὑπολαμβάνονται διὰ τὸ τὴν σιωπὴν συγκαταθέσεως εἶναι δηλωτικήν.
[*](8. 9 τὸ σχῆμα—ἔχει a: om. Ι 14 οὕτως εἰπεῖν I: inv. ord. a εἰ a2I: ἔστι a1 15 καὶ I: om. a 21 ἐλλειπὴς a 28 περὶ a2: παρὰ Ι: πᾶς a1 30 ἀναπατηθήσεται a 33 ἢ I: οἱ a)61
[*](p. 168b 11)Οἱ δὲ παρὰ τὸ πῇ καὶ ἁπλῶς, ὅτι οὐ τοῦ αὐτοῦ ἡ κατάφασις καὶ ἡ ἀπόφασις.
Δεύτερός ἐστιν, ὡς ἐμάθομεν, τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν ὁ παρ’ ἁ τὸ πῇ καὶ ἁπλῶς. ὅτι δὲ καὶ οὗτος παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιάν ἐστι, πᾶσι καταφανές· ἔλεγχος γάρ ἐστιν, ὡς πολλάκις εἴρηται, ὅταν ἐξ ὧν δίδωσιν ὁ ἀποκρινόμενος συμβαίνῃ ἀποφάσκεσθαι ὃ κατέφησεν· ἐπὶ δὲ τούτου οὐχ οὕτως· οὐ γάρ, εἰ τοῦ ἀποκρινομένου διδόντος πῇ εἶναι λευκὸν τὸν Αἰθίοπα ὁ ἐρωτῶν δι’ ὅλου τοῦ σώματος μέλανα εἷναι αὐτὸν ἀποδείκνυσιν, εἰς ἀντίφασιν ἤγαγε τὸν προσδιαλεγόμενον. δῆλα δὲ τὰ λεγόμενα ἐξ ὧν εἴπομεν, ὅτε τὸν τρόπον τοῦτον κατ’ ἀρχὰς ἐξηγού- μεθα. καὶ πάντες μὲν οὖν, φησίν, οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσονται· φανερώτατοι δὲ μάλιστα πάντων τῶν εἰς αὐτὴν ἀναγομένων οἱ παρὰ τὴν λέξιν, ἔνθεν καὶ οὕτω προσηγορεύ- θησαν, ὡς τῆς λέξεως αἰτίας γινομένης τοῦ παραλογίζεσθαι. τὸ δὲ παρὰ γὰρ τοῦ λόγου τὴν ἔλλειψιν ἡ φαντασία γίνεται καθολικῶς λέλεκται. τοιοῦτο δέ ἐστι τὸ διὰ τούτου δηλούμενον, ὅτι πᾶς οἱοσδήποτε παρα- λογισμὸς καὶ πᾶσα φαντασία παραλογισμοῦ παρὰ ἔλλειψίν τινα γίνεται τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἢ λόγου τοῦ συλλογισμοῦ φησι καθ’ ὃν ὁ ἀληθὴς ἔλεγχος γίνεται· ὅταν γὰρ μηδέν τι ἐλλείπῃ τοῦ προειρημένου διορισμοῦ, ἔλεγχος ἀληθὴς γίνεται· ὅταν δέ τι ἐλλείπῃ, φαινόμενος.
[*](p. 168b22")Οἵ τε παρὰ τὸ λαμβάνειν τὸ ἐν ἀρχῇ καὶ τὸ ἀναίτιον.
Πάνυ σαφῆ εἰσι ταῦτα τοῦ Ἀριστοτέλους τὰ ῥήματα καὶ οὐδέν τι παρανενοημένον ἔχουσι· δηλοῦσι γὰρ ὅτι καὶ οἱ δύο οὗτοι παραλογισμοί, ὅ τε τὸ ἐν ἀρχῇ λαμβάνων καὶ ὁ τὸ ἀναίτιον ὡς αἴτιον τιθείς, δῆλοί εἰσιν ὡς εἰς τὴν τοὐ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου. ἐπειδὴ γὰρ ὁ ἔλεγχος, ὡς πολλάκις εἴρηται, συλλογισμός ἐστιν, ἐν δὲ τῷ συλλογισμῷ οὔτε τὸ ἐν ἀρχῇ κεῖσθαι δεῖ, καὶ τὰ κείμενα δὲ αἴτια χρὴ εἶναι τοῦ συμπεράσματος, ὁ τὸ ἐξ ἀρχῆς αἰτούμενος καὶ τὸ ἀναίτιον ὡς αἴτιον λαμβάνων δῆλον ὡς οὐ συλλογίζεται· εἰ δὲ μὴ συλλο- γίζεται, οὐδὲ ἐλέγχει. εἰσὶ δὲ καὶ οὗτοι τῶν ἐκτὸς τῆς λέξεως παπαὡς [*](3 ἐμάθομεν om. Α 6 ὃ κατέφησεν Α: ὃ καταφήσει a2I: ἢ καταφάσκειν a1 7 ante τοῦ add. ἀπὸ a1 10 εἴπομεν] p. 40,10sq. 12 ante φανερώτατοι add. καὶ a 13 αὐτὴν scripsi: αὐτά a: αὒ(??) I ἔνθεν scripsi: ἔνθα al 14 post δὲ expunxit γάρ I 15 post γίνεται add. ἡ τοῦ δοκεῖν ἐλέγχειν καὶ ἀπατᾶν a: om. AI 19 γὰρ μηδέν a2AI: δέ a1 ἐλλίπῃ A 22 τε I Arist.: δὲ a (C) 23 τὰ I: om. a 24 παρανενοημένον scripsi: περινενοημένον al 29 τὸ prius a2I: τοῦ a1 30 ἀναίτιον I: μὴ αἴτιον a)
62
λογισμῶν· τέταρτος δὲ ὁ τὸ ἐν ἀρχῇ αἰτούμενος καὶ λαμβάνων, ἕκτος δὲ ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τιθείς.
[*](p. 168b 27)Οἱ δὲ παρὰ τὸ ἑπόμενον μέρος εἰσὶ τοῦ συμβεβηκότος.
Πέμπτος μέν ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ὁ παρὰ τὸ ἑπόμενον παραλογισμός. ὑπάγει δὲ καὶ τοῦτον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν συλλογιζόμενος. συλλογίζεται δὲ οὕτω· οἱ παρὰ τὸ ἑπόμενον παραλογισμοὶ μέρη εἰσὶ τοῦ συμβεβηκότος· οἱ ἀπὸ τοῦ συμβεβηκότος παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται· δῆλον οὖν ὡς καὶ οἱ παρὰ τὸ ἑπόμενον εἰς τὴν | τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. τὸ γὰρ [*](f. 21v) ξανθὸν τὸ ἑπόμενον τῷ μέλιτι καὶ τὸ διάβροχον εἶναι τὴν γῆν ὑετοῦ κατενηνεγμένου συμβεβήκασι, τὸ μὲν τῷ μέλιτι, τὸ δὲ τῇ γῇ. καὶ ὅτι μὲν μέρος εἰσὶ τοῦ συμβεβηκότος οἱ παρὰ τὸ ἑπόμενον, δῆλον. φανερὰ δέ ἐστι καὶ ἡ τούτων διαφορά· διαφέρουσι γὰρ οἱ παρὰ τὸ ἑπόμενον ἔλεγχοι τῶν παρὰ τὸ συμβεβηκός, ὅτι οἱ μὲν παρὰ τὸ συμβεβηκὸς ἐφ’ ἑνὸς μόνου λαμβάνονται, τουτέστιν ἐφάπαξ, καὶ οὐκ ἀντιστρέφονται. ἐφ’ ἑνὸς γὰρ μόνου λῆψιν τὸ μὴ ἀντιστρέφειν λέγει, ὡς ἐπὶ τούτου· τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα, τὸ χρῶμα ποιότης, τὸ μέλι ἄρα ποιότης. ἢ τὸ ἐφ’ ἑνὸς λαβεῖν τοιοῦτόν τι σημαίνει, ὡς ὁ σοφιστὴς τὸ συμβεβηκὸς καὶ τὸ ὑποκείμενον ὡς ἓν καὶ ταὐτὸν λαμβάνει καὶ μίαν φύσιν οἴεται ἑκατέρων· ἐπειδὴ γάρ, φησί, τὸ μέλι καὶ τὸ ξανθὸν ταὐτόν, τὸ δὲ ξανθὸν χρῶμα, τὸ μέλι ἄρα χρῶμα· καὶ πάλιν ἐπειδὴ τὸ λευκὸν κύκνος, ὁ δὲ κύκνος οὐσία, καὶ τὸ λευκὸν οὐσία· ἢ οὕτως· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δ’ εἰμὶ ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. οἱ μὲν οὖν παρὰ τὸ συμβεβηκὸς ἐφ᾿ ἑνὸς μόνου λαμβάνονται, οἱ δὲ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν πλείοσι, τουτέστιν ἀεὶ ἐν ἀντιστροφῇ· οἷον εἰ ὁ κλέπτης νύκτωρ πλανᾶται, καὶ ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί· καὶ εἰ ὁ τυραννήσειν μέλλων ὅπλα παρασκευάζει, καὶ ὁ ὅπλα παρασκευάζων τυραννήσειν μέλλει· ἀλλὰ μὴν ὁ Σωκράτης νύκτωρ πλανᾶται, καὶ ὁ Περικλῆς ὅπλα παρασκευάζει· κλέπτης ἄρα ὁ Σωκράτης, καὶ ὁ Περικλῆς τυραννήσειν μέλλει. ὥστε ὅταν μὲν ἀντιστρέψωμεν τοὺς ὅρους, ὡς ἐπὶ τούτων ἔχει τῶν εἰρημένων, καὶ μετὰ τὴν ἀντιστροφὴν προσλάβωμεν ὅρον, παρὰ τὸ ἑπόμενον τὸ τοιοῦτον λέγεται σόφισμα· ὅταν δὲ μὴ ἀντιστρέψωμεν, ἀλλ’ εὐθὺς τῇ ληφθείσῃ προτάσει προσλάβωμεν ἑτέραν πρότασιν, ὡς ὅταν λέγωμεν ῾τὸ μέλι ξανθόν, τὸ ξανθὸν χρῶμα’, παρὰ τὸ συμβεβηκός ἐστι τὸ σόφισμα. μέρος ἄρα ἐστὶ τὸ παρὰ τὸ ἑπόμενον τοῦ παρὰ τὸ συμβεβηκός· διαιροῦνται γὰρ οἱ παρὰ τὸ συμ- [*](5 καὶ I: om. a 8. 9 δῆλον—ἀνάγονται a: om. I 17 post ἡ τὸ add. καὶ Α 18 τοιοῦτόν τι AI: τοιοῦτον ἐστὶν, ἡ τί τοιοῦτον a σημαίνειν a 19 post οἴεται add. εἶναι Α 23. 24 οἱ μὲν—λαμβάνονται om. Α 25 ἀεὶ om. a1 26, 27, 29 τυραννίζειν a 26 κατασκευάζει A 27 κατασκευάζων Α 28 παρασκευάζει a: κατασκευάζει AI 29 post ὥστε add. καὶ Α 29. 30 στρέψωμεν a 32 ἀναστρέψωμεν a)
63
βεβηκὸς εἴς τε τοὺς λαμβάνοντας τοὺς ὅρους ὡς ἀντιστρέφοντας καὶ εἰς τοὺς μὴ τοιούτους. ἀλλ’ ἴσως ἐρωτήσειέ τις, ὅτι διὰ τί οὐκ εἶπεν ῾οἱ παρὰ τὸ ἑπόμενον ἀεὶ ἐν ἀντιστροφῇ᾿, ἀλλ’ ἀεὶ ἐν πλείοσιν. ἢ διότι ἄλλο μέν ἐστι τὸ λέγειν ῾ὁ κύκνος λευκός᾿ καὶ ἄλλο τὸ λέγειν ῾τὸ λευκὸν κύκνος᾿· ἐκείνως μὲν γὰρ ὁ κύκνος ἐστὶν ὑποκείμενον, τὸ δὲ λευκὸν κατηγορούμενον, οὕτως δὲ τὸ ἔμπαλιν ὑπόκειται μὲν τὸ λευκόν, κατηγορεῖται δὲ ὁ κύκνος. οἱ μὲν οὖν παρὰ τὸ ἑπόμενον παραλογισμοὶ τοιοῦτοί εἰσι, δηλονότι ἀντιστρέφοντες τοὺς ὅρους καὶ ἕτερον προσλαμβάνοντες, καὶ τοιοῦτοι ἀποτελούμενοι. ὅρα δὲ καὶ τὸ τοὐ Ἀριστοτέλους παράδειγμα. ἐπειδὴ γὰρ ὁ κύκνος καὶ ἡ χιὼν τῷ λευκῷ ταὐτόν ἐστιν ἄμφω γὰρ λευκά), τὸν κύκνον χιόνα ἀξιοῦσιν εἶναι· νομίσαντες γὰρ ὅτι, ἐπειδὴ ἡ χιὼν λευκή, καὶ τὸ λευκὸν χιόνα διὰ τῆς ἀντιστροφῆς † λέγοντες, ἔστι δὲ καὶ ὁ κύκνος λευκόν, ὑπολαμβάνομεν ὅτι καὶ ὁ κύκνος χιών ἐστι. καὶ διὰ τοῦτο γίνεται ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος. ἔστι δ’ οὐκ ἀναγκαῖον, ἐπειδὴ ὁ κύκνος κατὰ συμβεβηκός ἐστι λευκόν. τοιοῦτόν ἐστι καὶ ὁ τοῦ Μελίσσου λόγος, ὡς καὶ ἐν τοῖς προλαβοῦσιν ἐδείξαμεν· λαβὼν γὰρ ὅτι τὸ γεγονὸς ἀρχὴν ἔχει καὶ νομίσας ἀντιστρέφειν συνεπεράνατο λέγων· εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γέγονεν· ὥστε, εἴ τι μὴ γέγονεν, ἀρχὴν οὐκ ἔχει· τὸ δὲ μὴ ἀρχὴν ἔχον ἄπειρον· ὥστε τὸ μὴ γεγονὸς ἄπειρον· τὸ δὲ ὂν οὐ γέγονεν· τὸ ὂν ἄρα ἄπειρον. τὸ δὲ ἢ τὸ ἴσοις γίνεσθαι καὶ τὸ αὐτὸ μέγεθος λαμβάνειν ὅτι μὲν παρὰ τὸ ἑπόμενόν ἐστι, δῆλον. ἔστι δὲ καὶ τὸ σόφισμα τόδε τοιοῦτον· εἰ τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα ἴσα ἐστί, καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνουσι· Σωκράτης δὲ καὶ Θεαίτητος ἴσα ἐστί· Σωκράτους ἄρα καὶ Θεαιτήτου τὸ μέγεθος ταὐτὸν καὶ ἕν ἐστιν· ἀλλὰ μὴν οὐκ ἔστι ταὐτόν. τίνα δὲ ἄν εἴη τὰ τὸ αὐτὸ καὶ ἓν μέγεθος λαμβάνοντα; ἢ δηλονότι τὰ πο|λυώνυμα· ὃ γὰρ μέγεθος λαμβάνει ὁ ἄνθρωπος, τοῦτο καὶ ὁ βροτός, f. 22r καὶ ὃ τὸ ἱμάτιον, τοῦτο καὶ τὸ λώπιον. ὥστε τὰ τὸ αὐτὸ μέγεθος λαμβάνοντα καὶ ἴσα ἐξ ἀνάγκης γίνεται· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ λαμβάνει μέγεθος· οὐ γὰρ ταὐτὸν τὸ τοῦ Σωκράτους μέγεθος τῆ τοῦ Θεαιτήτου, εἰ καὶ ἴσα ἐστίν, ἀλλ’ ἕτερον. ὁμοίως, φησί, καὶ ἐπὶ τῶν ἴσων γινομένων· γίνεται γὰρ καὶ ὁ παραλογισμὸς οὗτος παρὰ τὸ ἑπόμενον. τὰ μὲν γὰρ τὸ αὐτὸ μέγεθος καὶ ἓν λαμβάνοντα ἴσα γίνεσθαι ἀληθές, οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος λαμβάνει. γίνεται δὲ ὁ παραλογισμὸς διὰ τὸ ἐκεῖ μὲν τὸ ταὐτὸ καὶ ἓν μέγεθος ταὐτὸν λέγειν τῷ ὅρῳ· ὁ γὰρ Σωκράτης καὶ ὁ Πλάτων’, εἰ τύχῃ καὶ ἄμφω
[*](1. 2 εἰς τὸ a1 3 post ἢ add. πάντως Α 4 ὁ κύκνος—λέγειν om. Α λευκὸς a1I: λευκὸν a2 5 ἐκείνου a1 6 post δὲ add. καὶ a 9 γὰρ I: εἰ a 11 ἀξιοῦμεν a 12 aut λέγομεν (cf. vs. 13) aut λέγειν ἔστιν scribendum videtur λευκόν alt. om. a1 13 ὑπολαμβάνομεν I: ὑπολαμβάνοντες a 16 ἐν τοῖς προλαβοῦσιν] p. 49,5 sq. 18 τι om. A 23 καὶ alt. I: om. a 24. 25 σωκράτης ἄρα καὶ θεαίτητος a 26 λαμβάνοντα I: λαμβάνουσιν a 29 post μὴν add. ἀλλὰ a: om. AI 30 τῶ AI: τὸ a 31 post εἰ add. γὰρ al: om. A εἰσὶν A, sed cf. vs. 24 32 γὰρ καὶ om. Α 33. 34 γίνεσθαι scripsi: γίνεται aAI 35 ταυτὸ AI: αὐτό a 36 τύχοι Α) 64
τριπήχεις ὄντες, τὸ αὐτὸ καὶ ἓν μέγεθος ἔχοντες ἴσοι εἰσί· ταὐτὸν γάρ ἐστι τῷ ποσῷ τὸ ἀμφοτέρων μέγεθος· οὐ μὴν καὶ τὰ ἴσα γινόμενα τὸ αὐτὸ μέγεθος ἔχουσιν· οὐ γὰρ οἱ αὐτοὶ πάλιν ἴσοι ὄντες τὸ αὐτὸ τῷ ἀριθμῷ μέγεθος ἔχουσιν· ἄλλο γὰρ τὸ μέγεθος τὸ ἐν τῷ Σωκράτει καὶ ἕτερον τὸ ἐν τῷ Πλάτωνι. ἐκεῖ μὲν οὗν, ὡς εἴπομεν, τὸ αὐτὸ τῷ εἴδει καὶ τῷ ὅρῳ λαμβάνεται, ἐνταῦθα δὲ τῷ ἀριθμῷ. ἐπισκεπτέον δέ, φησί, τοῦτο καὶ ἄλλως. αὐτὸς μὲν συλλογισάμενος τὸν παρὰ τὸ ἑπόμενον παραλογισμὸν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνήγαγεν· ἐπισκέψασθαι δὲ λέγει, μήποτε καὶ καθ’ ἕτερόν τινα τρόπον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται, ἢ παρὰ τὸ ἄλλον καὶ ἄλλον λαμβάνειν τὸν μέσον ἢ κατ’ ἄλλο τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου ἀπηριθμημένων.
[*](p. 169a 6)Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν.
Καὶ ὁ ἕβδομος τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν, ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν γινόμενος, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγεται, δῆλον· ἐπειδὴ γάρ, ὡς πολλάκις εἴρηται, ὁ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως, ἐν δὲ τῷ συλλογισμῷ ἕνα δεῖ εἶναι τὸν ὑποκείμενον καὶ ἕνα τὸν κατηγορούμενον, ἐν δὲ τῇ τὰ πλείω ἐρωτήματα ἐρωτώσῃ τοῦτο οὐκ ἔστι, δῆλον ὡς οὐκ ἂν εἴη συλλογισμός. γίνεται οὖν, φησίν, ἐν τῷ μὴ διαιρεῖν τὸν ἀποκρινόμενον τὸν τῆς προτάσεως λόγον, τουτέστιν ἐν τῷ μὴ δύνασθαι αὐτὸν διαιρεῖν τὴν κυρίως πρότασιν ἐκ τῆς δοκούσης προτάσεως κἀντεῦθεν ἀπατᾶσθαι. πρότασις μὲν γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς ὑποκειμένου κατηγοροῦσα· αὕτη δὲ ἡ τοῦ σοφιστοῦ πλείω καθ’ ἑνὸς λέγουσα οὐκ ἔστι πρότασις. τὸ δὲ ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἀπλῶς τοῦ πράγματος τοιοῦτόν ἐστιν, ὅτι καὶ τὸ κατηγορούμενον ἓν ὀφείλει εἶναι καὶ τὸ ὑποκείμενον ἓν καὶ ὁ αὐτὸς ὅρος ἀμφοτέρων. ἢ μᾶλλον οὕτω· ὁ αὐτός, φησίν, ὅρος ἑνὸς μόνου, τουτέστιν ἓν μόνον ὀφείλει εἶναι τὸ κατηγορούμενον, καὶ ἀπλῶς εἰπεῖν καὶ τοῦ ὑποκειμένου· πρᾶγμα γάρ, ὡς πολλάκις εἴπομεν, τὸ ὑποκείμενον λέγει. τὸ δὲ οἷον ἀνθρώπου καὶ ἑνὸς μόνου ἀνθρώπου παράδειγμα ἐπήγαγεν κατηγορουμένου καὶ ὑποκειμένου, ἄνθρωπον μὲν λέγων τὸν κατηγορούμενον, ἕνα δὲ μόνον ἄνθρωπον τὸν ὑποκείμενον· εἰ γὰρ κατηγορεῖται ὁ ἄνθρωπος, καθ’ ἑνὸς [*](2 ἀμφοτέρων AI: ἀμφότερον a 4 τὸ alterum om. a σωκράτη a 5 τὸ ταὐτὸ Α 8 δὲ a: om. I 9 καθ’ a: θ’ I ἄγνοιαν a: om. I 12 πλείονα a ἐρωτήματα om. a 13 τὸ I: om. a 17 ἐρωτώσῃ Α: ἐρωτήσει al 18—22 ἐν τῷ—κατηγοροῦσα al: διὰ τὸ μὴ διαρθροῦν καὶ ἀκριβῶς ἡμᾶς τὸν λόγον καὶ τὸν ὁρισμὸν τῆς κυρίως προτάσεως· ἢ μὴ διαιρεῖν· ἤγουν διὰ τὸ μὴ δύνασθαι διακρῖναι τίς ἐστιν ἡ κυρίως πρότασις, καὶ τίς ἡ δοκοῦσα καὶ φαινομένη, κἀντεῦθεν ἀπατᾶσθαι· κυρίως γὰρ πρότασις ἐστὶν ἡ ἓν κατηγορούμενον (ν prius in ras.) καθ’ ἑνὸς λαμβάνουσα Α 23 post γὰρ add. ὁ Α 25 ἀμφοτέρων Α: ἀμφότερος a: compend. I 26 post ἓν add. καὶ a 28 πολλάκις] velut p. 37,23 λέγει AI: λέγεται a 30 μόνον om. Α 31 ante καθ’ add. καὶ Α)
65
μόνου κατηγορηθήσεται τοῦ Σωκράτους, οὐ κατὰ Σωκράτους καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου. καταχρηστικώτερον δὲ τῷ τοιούτῳ ἐχρήσατο παραδείγματι. σαφῶς δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὰ ἑξῆς ἀπαγγέλλει, πλὴν ἐν τῇ λέξει τῇ φανερὸν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ τὸ οὗτος περὶ τοῦ παραλογισμοῦ εἴρηκε τοῦ ἐκ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ὡρμημένου. εἰ μὲν οὖν δέδωκε, φησίν, ὁ ἐρωτηθεὶς ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος. κυρίως μὲν οὖν οὐδ’ οὕτως ἔλεγχός ἐστι, πλὴν ἐπειδήπερ μὴ προσσχὼν τοῖς ἐρωτωμένοις δέδωκεν ὡς μίαν ἐρώτησιν ἐρωτηθείς, λέγεται ἠλέγχθαι. εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, δηλονότι δεδωκώς (τοῦτο γὰρ δεῖ ἔξωθεν προσεπινοεῖν), ἔσται φαινόμενος ἀλλὰ πότε δὴ μὴ δεδωκὼς φαίνεται δεδωκέναι; ἢ δηλονότι, ὅταν τὸ ῾ἴσως᾿ ἢ τὸ ‘τρόπον τινά᾿ ἢ τὸ ῾ἔστω᾿ ἐν ταῖς ἀποκρίσεσι προσεπιφθέγγηται· οἷον εἴ τις ἤρετο ῾ἆρά γε ὁ τοῦτον τύπτων ἄνθρωπον τύπτει;᾿, ὁ δὲ ἀ|ποκρινόμενός
[*](f. 22v) φησιν ἴσως ἢ ὅτι τρόπον τινὰ ἢ ὅτι ἔστω, ἐκ τοῦ λόγου φαίνεται μὲν δεδωκέναι, οὐ δέδωκε δέ. οὕτω καὶ Πρωταγόρας καὶ Θρασύμαχος καὶ ἄλλοι πολλοὶ τὰς ἀποκρίσεις φαίνονται ποιούμενοι· τὸ γὰρ ῾ἴσως᾿ ἢ τὸ ῾ἔστω᾿ καὶ τὰ τοιαῦτα οὐ δοκοῦσιν εἶναι συγχωρούντων ἀλλὰ μὴ ἀρεσκομένων τῇ ἐρωτήσει. τυχὸν δὲ καὶ μὴ ἀποκρινόμενοι ἀλλὰ σιγῶντες φαίνονται δεδωκέναι, καὶ διὰ τοῦτο καὶ ἐλέγχεσθαι φαίνονται, ἀλλ’ οὐ κυρίως ἐλέγχονται.
[*](p. 169a 18)Ὥστε πάντες οἱ τρόποι πίπτουσι.
Δείξας ἐκ τῆς ἐπαγωγῆς, ὅτι πάντες οἱ τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται, καὶ πάλιν ἡμᾶς ἀναμιμνήσκει τῆς τούτων ἀναγωγῆς, καὶ σαφέστερον ἀπαγγέλλει πῶς οἱ δεκατρεῖς τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. καὶ φησὶν ὅτι οἱ μὲν παρὰ τὴν λέξιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τὸ μὴ ἀληθῆ συνάγειν ἀντίφασιν, ὅπερ ἐστὶν ἴδιον ἐλέγχου, ἀλλὰ φαινομένην· οὐ γὰρ τοῦ ἐλέγχου ἐστὶ τοῦ κυρίως ἴδιον τὸ φαινομένην συνάγειν ἀντίφασιν, ἀλλὰ τούτου μὲν τὸ ἀληθῆ ἀντίφασιν, τοὐ δὲ σοφιστικοῦ τὸ φαινομένην. τοῦ γὰρ ἀποκρινομένου δόντος τὸν σιγῶντα μὴ λέγειν ὁ σοφιστὴς οὐ τοῦτο συνάγει, λέγω δὴ τὸ τὸν σιγῶντα λέγειν, ἀλλ’ ὅτι τὰ σιγώμενα δυνατόν ἐστιν ἡμᾶς λέγειν· ὥστε οὐκ ἀληθῶς ὁ ἀποκρινόμενος ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ ἀλλὰ παρὰ [*](1. 2 οὐ—Ἀλκιβιάδου om. Α 7. 8 κυρίως μὲν οὐδ’ οὕτω· πλὴν καθὸ Α 8 προσσχὼν scripsi: προσχὼν aAI ἐρωτημένοις (sic) a post ἐρωτωμένοις add. ἀλλὰ συναρπαγεὶς Α 8. 9 δέδωκεν ἀπόκρισιν ὡς ἐρωτηθεὶς μίαν πρότασιν Α 11 τότε a1 15 post δέδωκε eras. 2—3 lit. I post οὕτω add. γὰρ Α πρωταγόρας et ante θρασύμαχος add. ὁ Α 18 τυχὼν a 19 καὶ alt. om. Α ἀλλ’ Α: καὶ al post κυρίως add. δὲ a 21 post πίπτουσιν add. ex Arist. εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν A 23 καὶ om. Α 24 σαφέστατα a ἀναγγέλλει a1 27 φαινομένην a: φαινομένως I 28 τὸ prius I: τὴν a τὸ alt. I: τὴν τὸ ἀληθὲς a 29 φαινομένως a 32 οὐκ ἀληθῶς a2I: οὐ καλῶς a1)
66
τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ οἱ μὲν παρὰ τὴν λέξιν οὕτως ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ δ’ ἄλλοι (ἄλλους δὲ λέγει τοὺς ἐκτὸς τῆς λέξεως παραλογισμούς) εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται τὸν τοῦ συλλογισμοῦ ὅρον· εἰ γὰρ συλλογισμός ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, οἱ δὲ παρὰ τὸ συμβεβηκὸς καὶ τὸ ἑπόμενον καὶ οἱ λοιποὶ οὐκ ἐκ τῶν τεθέντων τῷ ἀποκρινομένῳ τὰ συναγόμενα συμπεραίνονται, δῆλον ὅτι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ταῦτα συνάγουσι. καὶ εἴη ἄν τὸ παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ἴσον τῷ ῾ἀσυλλόγιστοι δέ εἰσιν οἱ ἐκτὸς τῆς λέξεως παραλογισμοί᾿.
[*](p. 169a 22)Ἡ δ’ ἀπάτη γίνεται τῶν μὲν παρά.
Εἰπὼν πόσοι τε καὶ τίνες εἰσὶν οἱ τρόποι καθ’ οὓς οἱ σοφισταὶ τοὺς διαλεγομένους ἐπηρεάζουσι, μετὰ δὲ ταῦτα δείξας ὅτι πάντας δυνάμεθα λέγειν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνεσθαι, λέγει καὶ τὴν αἰτίαν καθ’ ἣν παρὰ τῶν σοφιστῶν ἀπατώμεθα. καὶ αἰτιᾶται τὴν ἄγνοιαν ἡμῶν· ἡ ἀπάτη γάρ, φησί, γίνεται ἐπὶ τῶν ὁμωνύμων καὶ τῶν ἀμφιβόλων (λόγον γὰρ τὴν ἀμφιβολίαν λέγει) διὰ τὸ μὴ δύνασθαι διαιρεῖν ποσαχῶς τὸ πρᾶγμα λέγεται· καὶ ὁπηνίκα τι ἐρωτηθῶμεν ὁμώνυμον ἢ ἀμφίβολον, ὡς ἁπλῶς λεγόμενον συγχωροῦμεν καὶ ἀπατώμεθα· ἐπὶ τινῶν γὰρ οὐκ εὐχερές ἐστιν οὐδὲ ῥᾴδιον συνιδεῖν ὅτι τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ ἐρωτώμενον, ὡς τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν. τῶν δὲ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν αἴτιον αὖθις γίνεται τὸ μὴ εἰδέναι ἡμᾶς ὅτι οὐ ταὐτὸν σημαίνει ὁ λόγος συντιθέμενός τε καὶ διαιρούμενος, ἀλλὰ τοτὲ μὲν ἕτερον νοῦν εἰσάγει, τοτὲ δὲ ἕτερον· οἰόμεθα δὲ ταὐτὸν σημαίνειν τὸν λόγον καὶ συντιθέμενον καὶ διαιρούμενον, ὡς ἐπὶ πολλῶν ἔχει· ἐπὶ γὰρ τῶν πλείστων οὐκ ἄλλο δηλοῖ ὁ λόγος συντιθέμενος καὶ ἄλλο διαιρούμενος ἀλλὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν παρὰ τὴν προσῳδίαν ἔχει παραλογισμῶν· οὐ γὰρ ἴσασιν οἱ ἐρωτώμενοι ὅτι ἄλλο σημαίνει ὁ λόγος ἀνιέμενος καὶ ἐπιτεινόμενος, τουτέστιν ὀξυνόμενος ἢ περισπώμενος. ἐπ᾿ οὐδενὸς γὰρ τὸ αὐτὸ σημαίνει ἐπιτεινόμενος καὶ ἀνιέμενος, ἢ μᾶλλον οὐκ ἐπὶ πολλῶν· ἐπ’ ὀλίγων δὲ πάντῃ· Θαλῆς γὰρ καὶ Θάλης τὸ αὐτὸ δηλοῖ· καὶ ἄμφω γὰρ ὀνόματα κύρια· ἄγνος δὲ καὶ ἁγνὸς καὶ Ἀργὸς καὶ ἀργὸς ἄλλο καὶ ἄλλο δηλοῖ, καὶ σχεδὸν ἐπὶ πάντων. ἐπὶ δὲ τῶν παρὰ τὴν ὁμοιοσχημοσύνην γινομένων παραλογισμῶν ἡ ἀπάτη γίνεται διὰ τὸ χαλεπὸν εἶναι διελεῖν ποῖα ὡσαύ|τως καὶ [*](f. 23r) ποῖα ὡς ἑτέρως λέγεται. τοῦτο δὲ εἴρηται διὰ τὰ ἐνεργητικῶς μὲν [*](4 λόγος AI: ὁ λόγος a2: om. a1 cf. p. 58,6 6 οὐκ om. Α 11 post παρὰ add. τὴν a 13 πάντας AI: πάντες a 17 post διαιρεῖν add. ταῦτα Α 20 λεγόμενον a 24 τότε utrobique a 31 μᾶλλον scripsi: μάλιστα al πάντων a1 32 ἅγνος aI 36 μὲν I: om. a)
67
ἐκφερόμενα παθῶν δὲ ὄντα σημαντικά, οἷόν ἐστι τὸ ὁρᾶν, τὸ ἀκούειν καὶ τὸ μανθάνειν· ταῦτα γὰρ ἐνεργείας εἰσὶ καὶ πάθους δηλωτικά, καὶ λαμβάνει μὲν ὁ σοφιστὴς ὡς παθητικά, οἴεται δὲ ὁ ἐρωτώμενος ὡς ἐνεργητικὰ καὶ δίδωσιν οὕτως αὐτά, κἀντεῦθεν καὶ ἀπατᾶται. τὸ δὲ σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές τοιοῦτον ἔχει τὸν νοῦν· ὁ δυνάμενος διαίρεσιν ποιεῖσθαι τῶν ἐνεργείας καὶ πάθους σὴ μαντικῶν, ναὶ μὴν καὶ τῶν ὅσα μὲν διαιρούμενα ἄλλο τι σημαίνει, συντιθέμενα δ’ ἕτερον, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ὁμωνύμων, καὶ συνιεὶς τῶν πολλαχῶς εἶναι λεγομένων τὸ ἐρωτώμενον, ὁ τοιοῦτος ὡς δυνάμενος ἐπὶ πάντων διαίρεσιν ποιεῖσθαι οὐ ῥᾳδίως ἀπατηθήσεται, καὶ μὴ ἀπατώμενος ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές.
[*](p. 169a 33)Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν.
Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παραλογισμοῦ τὸν λόγον ποιησάμενος καὶ εἰπὼν ὅτι ἐπὶ τῶν δι’ αὐτοῦ γινομένων παραλογισμῶν τὸ αἴτιόν ἐστι τῆς ἀπάτης τὸ δυσκολαίνειν ἡμᾶς περὶ τὴν διαίρεσιν τῶν ποῖα μὲν ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται, ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι. καὶ φησὶν ὅτι μάλιστα δὲ συμβαίνει ἡμάς ἀπατᾶσθαι διὰ τὸ οἴεσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τόν τε καθόλου ἄνθρωπον καὶ τὸν μερικὸν τὸν Σωκράτην· ἐπεὶ γὰρ κἀκεῖνος ὁ καθόλου ἄνθρωπος λέγεται καὶ οὗτος ὁ μερικὸς ἄνθρωπος, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον. μάλιστα δέ, φησί, δύναται συμπείθειν. ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν τὰς τῶν σοφιστῶν προτάσεις, ὃ πάλιν ταὐτόν ἐστι τῷ μάλιστα δὲ ἀπατᾶσθαι συμβαίνει ἡμᾶς διὰ τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τί ἐστι καὶ ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. γίνεται δὲ τοῦτο διὰ τὸ ἐν ὁμοίῳ σχήματι τῷ ἄνθρωπος τῷ ἑνικῷ ἀμφότερα, τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, σημαίνεσθαι. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ τόδε τι ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅσον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, ὅταν εἴπῃ ἄνθρωπον”. πόθεν οὖν γίνεται ἡ ἀπάτη; ἢ ὡς καὶ ἄνωθεν εἴρηται, διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, ἥτις καὶ τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε [*](2 ἐνεργητικὰ a1 εἰσι post δηλωτικά collocat a2 4 ἀπατᾶ a1 7 σημαίνουσι Α 8 ἕτερον aA: ἕτερα I 11 θεωρεῖν Α Arist.: non liquet I: θεωροῦντος a cf. vs. 5 12 lemma a: om. AI 13 post περὶ add. δέ al: cm. Α συμβαίνοστος (sic) I 24 δὲ a2I: καὶ a1 25 ἐστι τῶ I: om. a 27 post τὸ prius add. τε v 28 γὰρ I: om. a ἐν ταῖς Κατηγορίαις] c. 5 p. 3b10sq. 30 ὅσον aI: ὁμοίως Arist. 31 post ἄνθρωπον add. ἣ ζῶον, οὐ μὴν ἀληθές· οὐ (ἡ v) γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε τι δείκνυται, ἡ λέγεται, ἀλλ’ ὡς τοιόνδε. διότι περὶ οὐσίαν τὸ ποιὸν, ὡς ἐν ἐκείνοις εἴρηται, ἀφορίζει a2 v)
68
πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον, πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. τὸ δὲ τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι ἓν καὶ οὐσίαν τὰς ἀτόμους λέγει οὐσίας, οἷον Σωκράτην, Πλάτωνα καὶ τὰς τοιαύτας. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ σχήματι τῆς προσηγορίας σημαίνεσθαι τῷ ἑνικῷ (καὶ καὶ ὁ Σωκράτης ἄνθρωπος, καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ’ οὐκ ἄνθρωποι πληθυντικῶς), ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὅτι ὁ καθόλου ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. οἶμαι δὲ μὴ ἐπὶ πάντων ἁπλῶς τῶν παρὰ τὴν ὁμοιότητα ἰῆς λέξεως εἰπεῖν τοῦτο, ἀλλ’ ἐπ’ ἐκείνων μόνων ἐφ’ ὧν διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς συνάγειν πειρῶνται. διὰ τοῦτο γὰρ εἶπε διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, ὡς εἰ ἔλεγεν ἰού μόνον τοὺς ἤδη ῥηθέντας ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα ταῖς παρὰ τὴν λέξιν ἀπάταις συντακτέον᾿. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον, αἰτίας τούτου δύο ἐπήγαγε, μίαν μὲν λέγων ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται | μετ’ ἄλλων σκοπουμένοις· ἐκεῖνοι
[*](f. 23v) γὰρ πρὸς τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ οὐχὶ πρὸς τὰ πράγματα τὰς ἐρωτήσεις ποιοῦνται. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ὅταν μὲν καθ’ ἑαυτοὺς σκεπτώμεθα περί τινος πράγματος, οὐχὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους τὴν σκέψιν ποιούμεθα ἀλλὰ πρὸς τὸ πρᾶγμα, καὶ διὰ τοῦτο ἧττον συμβαίνει ἡμᾶς ἀπατᾶσθαι· ὅταν δὲ μετ’ ἄλλων περί τινος σκεπτώμεθα, πρὸς τοὔνομα καὶ τοὺς λόγους τὰς σκέψεις ποιούμεθα, ἐν οἷς καὶ αἱ ἀπάται, ἐπ’ ἄλλου μὲν τῶν ὑπὸ τοὐ ὀνόματος ἢ τοῦ λόγου δηλουμένων τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν διδόντος, ἐπ’ ἄλλου δὲ τοῦ συλλογιζομένου λαμβάνοντος. διὰ μίαν μὲν οὖν ταύτην αἰτίαν καλῶς ἔχει ἐν τοῖς παρὰ τὴν λέξιν παραλογισμοῖς καὶ τοῦτον τάττειν. δι’ ἑτέραν δέ, ὅτι ἡ ἀπάτη τοῦ τὸν καθόλου ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος γίνεται, ἡ δ’ ὁμοιότης παρὰ τὴν λέξιν, ὥστ’ εἰκότως [γὰρ] τοῖς παρὰ τὴν λέξιν καὶ κατὰ τοῦτο ὑπαχθήσεται. εἰπὼν δὲ ὅταν καθ’ ἑαυτοὺς σκεπτώμεθα, ἧττον συμβαίνει ἀπατᾶσθαι, διότι οὐ διὰ λόγων καὶ ὀνομάτων ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων τὴν σκέψιν
[*](2 σωκράτη I 3 εἴδει I: om. a τῶ I: τὸ a 5 post τοιαύτας add. οὐσίας A 6 an #x003E; ὁμοίῳ ut vs. 8? 7 καὶ prius AI: om. a 15 post γὰρ add. καὶ Ι: om. aA θετέον I post θετέος add. ὁ τὸ καθόλου ἐν τῷ μερικῷ ταὐτὸν συνάγων διὰ τὴν τῆς λέξεως ὁμοιότητα a 18 συντακτέον AI: συντάττει a τοῖς a: τῆ I 20 μᾶλλον ἡ ἀπάτη a Arist.: ἡ ἀπάτη μᾶλλον Ι μετ’ ἄλλως I σκοπούμενος a1 21 γὰρ scripsi: δὲ al 22 ἑαυτοὺς scripsi of. vs. 34 et p. 69, 1: ἑαυτὸ al 29. 30 τοῖς—παραλογισμοῖς a: τῶ (compend.) —παραλογισμῶ I 33 γὰρ delevi ὑπαχθήσεται a2: ἀπαχθήσεται a1I) 69
ποιούμεθα, ἐπήνεγκεν ὅτι καὶ καθ’ ἑαυτοὺς ποιουμένους τὴν σκέψιν οὐδὲν κωλύει ἀπατηθῆναι, ὅταν μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου τὴν σκέψιν ποιώμεθα.
[*](p. 169b 3)Τῶν δὲ παρ’ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι.
Εἰπὼν περὶ τῶν παρὰ τὴν λέξιν παραλογισμῶν καὶ τἀς αἰτίας παραθέμενος, καθ’ ἃς ἀπατώμεθα ἐν ἑνὶ ἑκάστῳ τῶν ἕξ, νῦν καὶ περὶ τῶν ἐκτὸς τῆς λέξεως ἑπτὰ παραλογισμῶν, πῶς συμβαίνει ἡμᾶς καὶ ἀπὸ τούτων ἀπατᾶσθαι, διέξεισι. καὶ φησὶν αἰτίαν περὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά. καὶ εἴρηται περὶ τούτων ἐν τῷ πρώτῳ τρόπῳ τῶν ἐκτὸς τῆς λέξεως (ἐκεῖνος γὰρ ἦν ὁ παρὰ τὸ συμβεβηκός), ὅπως τὸ ἕτερον ὡς ταὐτὸν καὶ τὰ πολλὰ ὡς ἓν συνάγειν ἐπειρῶντο οἱ σοφισταί, καὶ οὐ δεῖ πάλιν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν. τὸ δὲ μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν ἴσον ἐστὶ τῷ ῾ποίοις τῶν κατηγορουμένων πάντα ταὐτὰ καὶ τοῖς ὑποκειμένοις συμβέβηκεν᾿, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς παραλογισμοῖς γίνεται ἡ ἀπάτη παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλὰ καὶ παρὰ τὸ μὴ δύνασθαι διακρίνειν ποίοις τῶν κατηγορουμένων πάντα, ὅσα κατ’ αὐτῶν λέγεται, δύναται καὶ κατὰ τῶν ὑποκειμένων λέγεσθαι. ἐπεὶ δέ, ὡς δέδεικται, μέρη εἰσὶ τῶν παρὰ τὸ συμβεβηκὸς οἱ παρὰ τὸ ἑπόμενον, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ ἑπόμενον παραλογισμῶν· ὡς γὰρ ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς ἀπατώμεθα, οὕτω καὶ ἐν τοῖς παρὰ τὸ ἑπόμενον. τὸ δὲ ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως δυνάμει τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ἐπὶ τινῶν ἀντιστρέφει τὰ ὑποκείμενα πρὸς τὰ ἑπόμενα, ὡς ὁ ἄνθρωπος πρὸς τὸ γελαστικὸν καὶ ὁ ἵππος πρὸς τὸ χρεμετιστικόν, καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο ἀξιοῦται, ἵνα, εἰ ἕπεται τὸ λευκὸν τῇ χιόνι, ἀντιστρέψῃ καὶ ἡ χιὼν πρὸς τὸ λευκόν, καὶ εἰ τὸ ξανθὸν τῷ μέλιτι, καὶ τὸ μέλι πρὸς τὸ ξανθόν, καὶ εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. ἐπὶ δὲ τῶν παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ ἐν τοῖς παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμοῖς ἡ ἀπάτη γίνεται διὰ τὸ νομίζειν μηδὲν διαφέρειν ἀπλῶς τι συγχωρεῖν ἢ πῇ. ὡς γὰρ οἰόμενοι μηδέν τι πλέον σημαίνειν τοῦ πῇ τὸ ἁπλῶς δίδομεν καὶ ἀπατώμεθα, ὡς ἐπὶ τοῦδε δῆλον· ἆρά γε τὸ ἀποβαλεῖν, ὅπερ ἔχει τις, οὐ κακόν ἐστιν; ἀλλὰ μὴν ἔχει τις νόσον· τὸ ἀποβαλεῖν ἄρα νόσον κακόν ἐστιν. ἡ ἀπάτη ἐν- [*](4 διὰ τὸ μὴ δύνασθαι om. Α 5 εἶπον a1 5 —8 παραθέμενος ἑνὶ ἑκάστω τῶν ἓξ, καθ’ ἅς ἀπατώμεθα ἐν αὐτοῖς, νῦν διέξεισι καὶ πῶς ἀπατώμεθα ἐπὶ τῶν ἐκτὸς—παραλογισμῶν A 9 κρίνειν a1 10 εἴρηται] p. 37,17 sq. 13 ποιοῖς I 14 ταῦτα I 15 τῷ a1I: τοῖς a2 16 συμβέβηκεν Waitz l. c.: συμβεβηκέναι al 19 ποίοις scripsi vs. 15: ποῖα al 20 δύναται a: δύνανται I δέδεικται] c. 6 p. 168b27 sq. 21 εἰσὶ a2I: ἡ a1 22 et 23 τοῖς v: τῷ al 30. 31 τῷ—παραλογισμῷ a 31 τὸ alt. om. a 33 σημαίνει a δίδομεν a: διδόμεν I cf. p. 34, 18n.)
70
ταῦθα γέγονε παρὰ τὸ πῇ· οὐ γάρ, εἰ κακόν ἐστι τὸ ἀποβαλεῖν τινα ὧν ἔχει τις, καὶ ἀπλῶς ἐστι κακόν. ἀλλὰ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ αἰτούντων καὶ τῶν τὰ πλείω ἐρωτήματα ἓν ποιούντων ἡ ἀπάτη γίνεται διὰ τὸ παρὰ μικρόν· οὐ γὰρ ἐξακριβούμεθα τὸν τῆς προτάσεως λόγον λέγοντα πρότασιν εἶναι τὴν ἓν καθ’ ἑνὸς ἔχουσαν, | οὔτε τὸν τοῦ συλλογισμοῦ
[*](f. 24r) ὅρον τὸν λέγοντα ἕτερόν τι δεῖν τῶν κειμένων συνάγεσθαι, κἀντεῦθεν ἀπατώμεθα. οὐκ ἐξακριβούμεθα δὲ ταῦτα διὰ τὴν εἰρημένην αἰτίαν, ἥτις ἐστὶ τὸ παρὰ μικρόν. ἢ εἰ θέλεις, νόησον εἰρημένην αἰτίαν καὶ τὸ μὴ εἰδέναι τὸν τῆς προτάσεως λόγον καὶ τοῦ συλλογισμοῦ.
[*](p. 169b 18)Ἐπεῖ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί.
Ἐπειδὴ φαινόμενος συλλογισμὸς καὶ σοφιστικὸς συλλογισμὸς ταὐτόν ἐστιν, ὡς ἐν ἀρχῇ τοῦ παρόντος βιβλίου δέδεικται, ἔχομεν δὲ παρ’ ὁπόσα οἱ φαινόμενοι συλλογισμοὶ γίνονται (ταῦτα δέ ἐστιν οἱ εἰρημένοι δεκατρεῖς τρόποι), δῆλον ὡς ἔχομεν καὶ παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ συλλογισμοί. παρ’ ὅσα γὰρ οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί· παρὰ δὲ τοὺς εἰρημένους τρόπους οἱ φαινόμενοι· παρὰ τούτους ἄρα καὶ οἱ σοφιστικοί. τὸ δὲ παρ’ ὅσα γίνονται οἱ φαινόμενοι ἴσον ἐστὶ τῷ ῾δι’ ὅσα᾿· δι’ ὅσους γὰρ τρόπους καὶ δι’ ὅσας αἰτίας οἱ φαινόμενοι, διὰ τοσούτους οἱ σοφιστικοί. εἰπὼν δὲ ὅτι παρ’ ὅσα γίνονται οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, λέγει ὅτι οὐ μόνον τὸν φαινόμενον συλλογισμόν· οὗτος δέ ἐστιν ὁ μὴ τὸ σχῆμα ἔχων ὑγιές, ὡς καὶ ἐν ἀρχῇ τοῦ βιβλίου εἴρηται, οἷος ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἔν τινι τῶν σχημάτων πειρώμενός τι συνάγειν· οὐ μόνον οὖν φησι τὸν φαινόμενον συλλογισμὸν γίνεσθαι παρὰ τοὺς εἰρημένους τρόπους ἀλλὰ καὶ τὸν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος, μὴ ὄντα δὲ οἰκεῖον· τοῦτο γὰρ δεῖ προσυπακούειν. οὗτος δέ ἐστιν ὁ ὑγιῶς μὲν συλλογιζόμενος μὴ κατὰ τὸ πρᾶγμα δέ, ὅπερ οὐ τῆς σοφιστικῆς λέγει εἶναι ἀλλὰ τῆς πειραστικῆς· οἱ γὰρ πειραστικοὶ πρὸς ὠφέλειαν τοῦ προσποιουμένου τὸ πρᾶγμα εἰδέναι μὴ εἰδότος δὲ τοὺς λόγους ποιούμενοι ἐλέγχουσι μὲν τὸν ἀποκρινόμενον καὶ εἰς ἀντιφάσεις συνθλίβουσιν αὐτόν, ἀλλ’ οὐκ ἐκ τῶν οἰκείων τοῦ πράγματος περὶ οὗ τοὺς λόγους ποιοῦνται, ἀλλ’ ἔκ τινων δοκούντων μὲν οἰκείων εἶναι τοῦ πράγματος μὴ ὄντων δέ. διὰ τοῦτο γὰρ μὴ κατὰ τὸ πρᾶγμα ἐλέγχειν οἱ τοιοῦτοι λέγονται, ὅτι τὰς μὲν ἀρχὰς φυλάττουσι τοῦ [*](2 τις a2: τί a1I 4 λέγοντα a: λέγοντες I: <τὸν> λέγοντα conicio cf. vs. 6 8 τὸ παρὰ I: περὶ τὸ a 10. 11 post συλλογισμοὶ add. ex. Arist. ἔχομεν καὶ a 13 δέδεικται] p. 5,5 sq. 14 ὅσα a1 16 σοφιστικοὶ scripsi: σοφιστοὶ al 18 καὶ Ι: om. a οἱ alterum a: om. I 21 καὶ Ι: om. a 23 εἴρηται] p. 4,22sq. 25 πειρώμενοι a1 29 τῆς σοφιστικῆς a2: τοῦ σοφιστικοῦ a1I 32. 33 τοῦ πράγματος a2A: τῷ πράγματι a1I 35 οἱ τοιοῦτοι al: οὗτοι Α)
71
ἐν τῷ πρώτῳ τῶν τοπικῶν εἴρηται, “καὶ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν ὁ παραλογισμὸς γίνεται’’, καὶ δοκεῖ μὲν ἐκ τῶν οἰκείων τοῦ πράγματος εἶναι, οὐκ ἔστι δέ. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς ὁ πειραστικὸς δύναται ἐλέγχειν τὸν προσποιούμενον εἰδέναι καὶ μὴ εἰδότα λέγων ἔστι δὲ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς. εἰ οὖν ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, αὐτὴ δὲ ἡ διαλεκτικὴ δύναται συλλογίζεσθαι ψεῦδος δι’ ἄγνοιαν τοῦ διδόντος, συλλογίζεται καὶ τὸ μέρος αὐτῆς τὸ τοιοῦτον. πῶς δέ ἐστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, προϊὼν ἐρεῖ, καὶ ἡμεῖς τὰ δοκοῦντα ἐκεῖσε ἐροῦμεν. ἀλλ’ ὁ μὲν διαλεκτικὸς καὶ πειραστικὸς δῆλον ποιοῦσι τὸν ἀποκρινόμενον ὡς ἀγνοεῖ διὰ τὸ τὰ συμπεράσματα συνάγειν ἐκ τῶν δοκούντων καὶ συγκεχωρημένων τῷ ἀποκρινομένῳ· ἔχομεν δὲ τούτων πολλὴν ἀφθονίαν ἔν τε τῷ Πρωταγόρᾳ καὶ τῷ Γοργίᾳ καὶ τοῖς ἄλλοις διαλόγοις τοῦ Πλάτωνος, ἐν οἷς κατὰ τῶν σοφιστῶν ἀγωνίζεται. ὁ δὲ σοφιστικός, ἄν συλλογίζηται τὴν ἀντίφασιν, οὐ ποιεῖ δῆλον εἰ ἀγνοεῖ ὁ ἀποκρινόμενος· ὁμώνυμα γὰρ καὶ ἀμφίβολα καὶ οἷα πολλάκις εἴρηται τὰ ἐρωτήματα προφέροντος τίς οἶδε τῶν ἀκροωμένων, πρὸς τίνα τῶν ὑπὸ τούτων τῶν ἐρωτημάτων σημαινομένων ὁ μὲν ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται; κἂν γὰρ τύχῃ ὁ ἀκροατὴς εἰδὼς ὁσαχῶς τὸ ἐρώτημα λέγεται, ὅμως ἐμποδίζεται διακρῖναι εἰ ἐλήλεγκται ὁ ἀποκρινόμενος. ἐπὶ γὰρ τοῦ ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν;’ τίς οἶδε τῶν ἀκροωμένων περὶ τίνος τῶν σιγώντων ἥ τε ἐρώτησις καὶ ἀπόκρισις γέγονεν, ἵνα διακρίνῃ τὸν ἀποκρινόμενον εἰ ἀγνοεῖ ἢ μή; ὁμώνυμα γὰρ ἐρωτώντων τῶν σοφιστῶν καὶ ἀμφίβολα οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοῦ
[*](f. 24v) τεθέντος παρὰ τοῦ προσδιαλεγομένου, ἢ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ἂν ἀμφίβολόν ἐστι τὸ ἠρωτημένον ἢ ὁμώνυμον ἢ μὴ καλῶς συντεθὲν ἢ διαιρεθέν. εἰ γάρ τις ἐρωτηθείη παρὰ σοφιστοῦ ῾ἆρά γε ὁ κύων καύματα ποιεῖ;’, ὁ δὲ εἴπῃ ιοὔ’ διὰ τὸ τὸν χερσαῖον κύνα μὴ ποιεῖν καύματα, ἐμποδίζεται ὁ ἀκροατὴς ἐληλεγμένον ἔχειν τὸν ἀποφήσαντα· ὅσον γὰρ ἐπὶ τούτῳ, τῷ χερσαίῳ φημὶ κυνί, ἠλήθευκεν ὁ ἀποκρινόμενος καὶ οὐκ ἐλήλεγκται.
[*](1 παρατιθέντες Α 2 ἡ παραγωγή a2AI: ὁ παραλογισμός a1 post γὰρ add. ἢ a Arist. (om. 0) περιγράφειν Arist. δεῖ, ὡς in ras. Α1 3 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] c. 1 p. 101a 15—17 meinoriter citat 8 ἐστὶ om. a1 αὐτὴ a: αὕτη I 10 δέ ἐστιν om. A 10. 11 προιὼν ἐρεῖ ante πῶς collocat Α 11 ἐρεῖ] c. 11 p. 171b4sq. καὶ—ἐροῦμεν om. Α ἡμεῖς I: ἡμῖν a ἐροῦμεν] cf. p. 72,27 sq. ὁ μὲν οὖν omisso ἀλλ’ Α 14 ἔν τε Al: ὡς ἐν a τῷ alterum Al: om. a 15 κατὰ AI: μετὰ a 17 ὁμωνύμον—ἀμφίβολον ὁμωνύμον —ἀμφίβολον a1 21 ἐλήλεγκται a2A: 22 τοῦ I: om. a 23 τίνων a 23. 24 διακρίνει a 24. 25 ὁμώνυμα—ἀμφίβολα Al: ὁμώνυμον—ἀμφίβολον a cf. p. 72,34—73,3 26 ἀγνοεῖ aA: ἀγνοεῖς I ὁ Α: om. al 27 ἠρωτημένον Al: ἐρωτώμενον a 29 ante ποιεῖ add. οὐ Α post καύματα add. καὶ a 31 τούτῳ et φημὶ om. Α)72
[*](p. 169b 30)Ὅτι δὲ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον.
Εἰπὼν ὅτι “ἔχομεν παρ’ ὅσα οἱ σοφιστικοὶ γένοιντ’ ἄν συλλογισμοί” διὰ τὸ ἔχειν ἡμᾶς “παρ᾿ ὅσα γίνονται οἱ φαινόμενοι” καὶ μεταξὺ παρενθεὶς τὰ εἰρημένα, πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον, καὶ κατασκευάζει τοῦτο καὶ ἀπὸ τῶν ἀκροωμένων λέγων παρ’ ὅσα γὰρ ἄν τῶν μὴ καλῶς ἠρωτημένων φανείη τοῖς ἀκροωμένοις ὡς καλῶς ἠρωτημένα, παρ’ ἁ τοσαῦτα ἄν καὶ τῷ ἀποκρινομένῳ δόξειε καλῶς ἠρωτῆσθαι. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἡ διὰ τὴν ὁμωνυμίαν ἢ διὰ τὸ σχῆμα τῆς λέξεως ἢ διά τι τούτων· καὶ ὁ ἀποκρινόμενος ἄρα κατά τι τούτων παραλογισθήσεται. ὥστε ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τῶν ἀπηριθμημένων τρόπων ἢ πάντων συνελθόντων εἰς τὸ ἀπατηθῆναί τινα ἢ τινῶν. εἰπὼν δὲ παρὰ τοσαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειεν ἐπάγει ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἀν ἐρωτηθεὶς θείη, τουτέστιν ὅπερ ἐν τῇ οἰκείᾳ διανοίᾳ καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ ὡς ἀληθεῖ συνένευσε, κἂν ἠρωτήθη, ἐδεδώκει ἄν. πλήν, φησίν, ἐπί τινων, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμόν, οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι τὸν λόγον συμπεράναντος τοῦ σοφιστοῦ, ἀλλὰ προσερωτῶσι τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζουσιν. εἰπόντος γὰρ τοῦ σοφιστοῦ ῾ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν᾿ καὶ ἐπάγοντος ὅτι ὁ δεῖνα βαδίζει, εὐθὺς ὁ καὶ μικρὸν δυνάμενος συνορᾶν προσεπερωτήσοι ἂν τὸ ἐνδεές, τὸ ῾δύναται᾿, καὶ ἐμφανίσοι τὸ ψεῦδος. πάλιν λέγοντος τοῦ σοφιστοῦ ‘ἆρ’ ὃ φῄς εἶναι, τοῦτ’ ἔστι; φῄς δὲ λίθον εἶναι· ἔστιν ἄρα λίθον᾿ οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι, ἀλλά φασιν ῾οὐχί, ἀλλ’ ἔστιν ἄρα λίθος᾿.
Ἀλλὰ περὶ μὲν τούτων σαφὲς γενήσεται τὸ λεγόμενον, ὅταν τὰς λύσεις τῶν σοφισμάτων καὶ αὐτὸς ἐπαγάγῃ. νῦν δὲ τὸ μικρῷ πρόσθεν εἰρημένον, τὸ ὅτι ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, εἴπωμεν. λέγεται τοίνυν ὑπὸ τὴν διαλεκτικὴν εἶναι ἡ πειραστική, διότι καὶ αὐτὴ ψεῦδος δύναται συλλογίζεσθαι διὰ τὴν τοῦ διδόντος ἄγνοιαν ὥσπερ ἡ διαλεκτική, διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς, ὅτι αἱ μὲν δῆλον ποιοῦσιν ὅτι τὴν ἀντίφασιν συλλογίζονται τῆς τοῦ ἀποκρινομένου θέσεως (οὐ γὰρ ἐρωτῶσιν ἀμφίβολα καὶ ὁμώνυμα καὶ τοιαῦτά τινα), οἱ δὲ ἄν καὶ συλλογίζωνταί ποτε τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ οἷα πολλάκις εἴρηται [*](1 μεθόδῳ δῆλον om. I 6 εἰρωτημένων I, ωτ superscr. I1 ἀκροαμένοις I 7 δόξειε a2 cf. vs. 12: δόξειαν Α: δόξει ἄν a1I 7 ἠρωτῆσθαι Av: εἰρῆσθαι al 12 ἐπάγειν a 14 ἀληθῆ a 15 fort. <εἰ> ἠρωτήθη ἐδεδώκει] δε superscr. I1 16 τοῖς Α Arist.: τῶ I 17 συμπεράναντες a 20. 21 προσεπερωτήσοι Α: προσεπερωτήση al 21 ἐνδέον Α ἐμφανίσοι Α: ἐμφανίσῃ I: ἐμφανίζει a 22 εἶναι prius Al: om. a 23 λίθον Al: λίθος a 25 —28 ἀλλὰ—πειραστική al: εἴπομεν δὲ μικρῶ πρόσθεν ὅτι ἡ πειραστικὴ ὑπὸ τὴν διαλεκτικήν ἐστι· διατί; A 25 ὅταν] c. 19sq. 26 λύσις a1 τῷ μικρῷ a πρόσθεν] p. 169b25 34 ὁμώνυμα Al: ὁμώνυμον a cf. p. 71,17 sq.)
73
οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοὐ τεθέντος παρὰ τοῦ προσδιαἠρωτημένον λεγομένου, ῆ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ᾶν ἀμφίβολάν ἐστι τὸ ἢ ὁμώνυμον ἢ ἄλλο τι.
[*](p. 169b 37)Εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσιν.
Εἰπὼν ὅτι παρ’ ὅσα εἰσὶν οἱ φαινόμενοι συλλογισμοί, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, δείκνυσιν ὅτι καὶ οἱ ψευδεῖς παρὰ τοσούτους γίνονται τρόπους παρ’ ὅσους οἱ φαινόμενοι καὶ οἱ σοφιστικοί. εἰ γὰρ ψευδὴς συλλογισμὸς ὁ παρὰ τὸν ἀληθινὸν συλλογισμόν ἐστι, δῆλον ὅτι ὅσα μόριά εἰσι τοῦ ἀληθινοῦ συλλογισμοῦ, παρὰ τοσαῦτα ἔσονται οἱ ψευδεῖς· τοῦ δὲ ἀληθινοῦ συλλογισμοῦ μόριά εἰσι τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος εἶναι καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ὅσα πολλάκις εἴρηται· ψευδὴς ἄρα ἔσται, ὅταν μὴ πρὸς τὸ αὐτὸ μηδὲ κατὰ τὸ αὐτὸ καὶ τὰ ὅμοια γίνηται. εἰπὼν δὲ ὅτι ὁ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ | γίνεται (ἐλλείψαντος γάρ τινος μορίου τῶν τοῦ [*](f.25r) ἀληθινοῦ συλλογισμοῦ σοφιστικὸς φανείη ἄν ἔλεγχος), συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ὁ εἰς τὸ ἀδύνατον. τόδε λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἐπεὶ συλλογισμός ἐστι λόγος συνάγων ἕτερόν τι τῶν κειμένων ἐκ τῶν κειμένων, ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τοῦ συνηγμένου ἀδυνάτου λαβὼν δῆλον ὅτι παρὰ τὸ μόριον τοῦ συλλογισμοῦ τὸ ψεῦδος συνήγαγεν. ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν λόγον γίνεται παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν. ὁμοίως δὲ καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὸν ὁρισμὸν τῆς προτάσεως τὸ ψεῦδος συνάγει. καὶ ὁ ἀπὸ τοῦ συμβεβηκότος ψεῦδός τι συλλογιζόμενος παρὰ τὸ μόριον τοῦ ἀληθινοῦ συλλογισμοῦ τοῦτο συλλογίζεται· ἐκ τῶν καθ’ αὑτὰ γὰρ ὑπαρχόντων ὁ ἀληθὴς συλλογισμὸς ἀλλ’ οὐκ ἀπὸ συμβεβηκότων. ἀλλὰ μὴν καὶ ὁ παρὰ τὸ ἑπόμενον, ὅστις μόριόν ἐστι τοῦ παρὰ τὸ συμβεβηκός, ὡς δέδεικται, διὰ τὴν ἀυτὴν αιτιαν γίνεται.
[*](p. 170a 5)Ἕτι τὸ μὴ ἐπὶ τοῦ πράγματος.
Καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τρόπος σοφιστικός· τοῦτον γὰρ δηλοῖ λέγων τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαῖνον, [*](5 ἐστὶν I pr. 9 συλλογισμὸν AI: συλλογισμὸς a 11 τὸ ex τοῦ, ut videtur, corr. I 12 εἶναι om. Α 13 ἄρα ἔσται AI: inv. ord. a 14 γίνηται AI: γένηται a ὅτι om. a1 16 συλλογισμοῦ a: συλλογισμῶν I 18 ante ὁ add. καὶ a post ἐπεὶ add. γὰρ Α 20 ἀδύνατον λαβεῖν a1 23 ἤτοι AI: ἢ a τὸ τὸ μὴ scripsi: τὸ μὴ τὸ I: τὸ μὴ aA 27 αὐτὰ I: αὐτὸ a γὰρ I: om. a 29 δέδεικται] cf. p. 69, 20 33 συμβαῖνον a2I: συμβαίνειν a1 Arist.)
74
διότι τὸ ἔστιν ἄρα σιγῶντα λέγειν᾿ οὐκ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαίνει. καὶ οὗτος δῆλον ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ λόγου. καὶ ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς παρὰ τὸ μόριόν ἐστι τοῦ ἐλέγχου· τοῦτον γὰρ σημαίνει διὰ τοῦ εἶτ’ ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν. καὶ τὸ μὲν καθόλου τέθεικεν ἀντὶ τοῦ ἁπλῶς, τὴν ἀντίφασιν δὲ ἀντὶ τοῦ πῇ· δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ὅτι τοὺς ὀδόντας λευκός, ἤτοι πῇ λευκός· ἢ πάλιν λεγόντων ‘οὐδεὶς ἐπιορκῶν ἅμα εὐορκεῖ᾿ ἐπιφέρει ‘ὀμόσας τις ἐπιορκήσειν ἐπιώρκησεν· ἅμα ἄρα ἐπιορκεῖ καὶ εὐορκεῖ᾿. ὅτι δὲ καὶ οἱ μὴ κατὰ ταὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ παρ’ ἁ τὸ ἐπί τι παρὰ τὰ μόριά εἰσι τοῦ ἀληθινοῦ λόγου, παντί που δῆλον καὶ εἴρηται πολλάκις καὶ οὐ δεῖ πάλιν μηκύνειν.