In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 169b 18)

Ἐπεῖ δ’ ἔχομεν παρ’ ὅσα γίνονται οἱ φαινόμενοι συλλογισμοί.

Ἐπειδὴ φαινόμενος συλλογισμὸς καὶ σοφιστικὸς συλλογισμὸς ταὐτόν ἐστιν, ὡς ἐν ἀρχῇ τοῦ παρόντος βιβλίου δέδεικται, ἔχομεν δὲ παρ’ ὁπόσα οἱ φαινόμενοι συλλογισμοὶ γίνονται (ταῦτα δέ ἐστιν οἱ εἰρημένοι δεκατρεῖς τρόποι), δῆλον ὡς ἔχομεν καὶ παρ’ ὁπόσα γίνονται οἱ σοφιστικοὶ συλλογισμοί. παρ’ ὅσα γὰρ οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί· παρὰ δὲ τοὺς εἰρημένους τρόπους οἱ φαινόμενοι· παρὰ τούτους ἄρα καὶ οἱ σοφιστικοί. τὸ δὲ παρ’ ὅσα γίνονται οἱ φαινόμενοι ἴσον ἐστὶ τῷ ῾δι’ ὅσα᾿· δι’ ὅσους γὰρ τρόπους καὶ δι’ ὅσας αἰτίας οἱ φαινόμενοι, διὰ τοσούτους οἱ σοφιστικοί. εἰπὼν δὲ ὅτι παρ’ ὅσα γίνονται οἱ φαινόμενοι, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, λέγει ὅτι οὐ μόνον τὸν φαινόμενον συλλογισμόν· οὗτος δέ ἐστιν ὁ μὴ τὸ σχῆμα ἔχων ὑγιές, ὡς καὶ ἐν ἀρχῇ τοῦ βιβλίου εἴρηται, οἷος ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἔν τινι τῶν σχημάτων πειρώμενός τι συνάγειν· οὐ μόνον οὖν φησι τὸν φαινόμενον συλλογισμὸν γίνεσθαι παρὰ τοὺς εἰρημένους τρόπους ἀλλὰ καὶ τὸν ὄντα μὲν φαινόμενον δὲ οἰκεῖον τοῦ πράγματος, μὴ ὄντα δὲ οἰκεῖον· τοῦτο γὰρ δεῖ προσυπακούειν. οὗτος δέ ἐστιν ὁ ὑγιῶς μὲν συλλογιζόμενος μὴ κατὰ τὸ πρᾶγμα δέ, ὅπερ οὐ τῆς σοφιστικῆς λέγει εἶναι ἀλλὰ τῆς πειραστικῆς· οἱ γὰρ πειραστικοὶ πρὸς ὠφέλειαν τοῦ προσποιουμένου τὸ πρᾶγμα εἰδέναι μὴ εἰδότος δὲ τοὺς λόγους ποιούμενοι ἐλέγχουσι μὲν τὸν ἀποκρινόμενον καὶ εἰς ἀντιφάσεις συνθλίβουσιν αὐτόν, ἀλλ’ οὐκ ἐκ τῶν οἰκείων τοῦ πράγματος περὶ οὗ τοὺς λόγους ποιοῦνται, ἀλλ’ ἔκ τινων δοκούντων μὲν οἰκείων εἶναι τοῦ πράγματος μὴ ὄντων δέ. διὰ τοῦτο γὰρ μὴ κατὰ τὸ πρᾶγμα ἐλέγχειν οἱ τοιοῦτοι λέγονται, ὅτι τὰς μὲν ἀρχὰς φυλάττουσι τοῦ [*](2 τις a2: τί a1I 4 λέγοντα a: λέγοντες I: <τὸν> λέγοντα conicio cf. vs. 6 8 τὸ παρὰ I: περὶ τὸ a 10. 11 post συλλογισμοὶ add. ex. Arist. ἔχομεν καὶ a 13 δέδεικται] p. 5,5 sq. 14 ὅσα a1 16 σοφιστικοὶ scripsi: σοφιστοὶ al 18 καὶ Ι: om. a οἱ alterum a: om. I 21 καὶ Ι: om. a 23 εἴρηται] p. 4,22sq. 25 πειρώμενοι a1 29 τῆς σοφιστικῆς a2: τοῦ σοφιστικοῦ a1I 32. 33 τοῦ πράγματος a2A: τῷ πράγματι a1I 35 οἱ τοιοῦτοι al: οὗτοι Α)

71
ἐν τῷ πρώτῳ τῶν τοπικῶν εἴρηται, “καὶ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθεῖεν ὁ παραλογισμὸς γίνεται’’, καὶ δοκεῖ μὲν ἐκ τῶν οἰκείων τοῦ πράγματος εἶναι, οὐκ ἔστι δέ. εἶτα καὶ τὴν αἰτίαν τίθησι τοῦ πῶς ὁ πειραστικὸς δύναται ἐλέγχειν τὸν προσποιούμενον εἰδέναι καὶ μὴ εἰδότα λέγων ἔστι δὲ ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς. εἰ οὖν ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, αὐτὴ δὲ ἡ διαλεκτικὴ δύναται συλλογίζεσθαι ψεῦδος δι’ ἄγνοιαν τοῦ διδόντος, συλλογίζεται καὶ τὸ μέρος αὐτῆς τὸ τοιοῦτον. πῶς δέ ἐστιν ἡ πειραστικὴ μέρος τῆς διαλεκτικῆς, προϊὼν ἐρεῖ, καὶ ἡμεῖς τὰ δοκοῦντα ἐκεῖσε ἐροῦμεν. ἀλλ’ ὁ μὲν διαλεκτικὸς καὶ πειραστικὸς δῆλον ποιοῦσι τὸν ἀποκρινόμενον ὡς ἀγνοεῖ διὰ τὸ τὰ συμπεράσματα συνάγειν ἐκ τῶν δοκούντων καὶ συγκεχωρημένων τῷ ἀποκρινομένῳ· ἔχομεν δὲ τούτων πολλὴν ἀφθονίαν ἔν τε τῷ Πρωταγόρᾳ καὶ τῷ Γοργίᾳ καὶ τοῖς ἄλλοις διαλόγοις τοῦ Πλάτωνος, ἐν οἷς κατὰ τῶν σοφιστῶν ἀγωνίζεται. ὁ δὲ σοφιστικός, ἄν συλλογίζηται τὴν ἀντίφασιν, οὐ ποιεῖ δῆλον εἰ ἀγνοεῖ ὁ ἀποκρινόμενος· ὁμώνυμα γὰρ καὶ ἀμφίβολα καὶ οἷα πολλάκις εἴρηται τὰ ἐρωτήματα προφέροντος τίς οἶδε τῶν ἀκροωμένων, πρὸς τίνα τῶν ὑπὸ τούτων τῶν ἐρωτημάτων σημαινομένων ὁ μὲν ἐρωτᾷ, ὁ δὲ ἀποκρίνεται; κἂν γὰρ τύχῃ ὁ ἀκροατὴς εἰδὼς ὁσαχῶς τὸ ἐρώτημα λέγεται, ὅμως ἐμποδίζεται διακρῖναι εἰ ἐλήλεγκται ὁ ἀποκρινόμενος. ἐπὶ γὰρ τοῦ ῾ἆρ᾿ ἔστι σιγῶντα λέγειν;’ τίς οἶδε τῶν ἀκροωμένων περὶ τίνος τῶν σιγώντων ἥ τε ἐρώτησις καὶ ἀπόκρισις γέγονεν, ἵνα διακρίνῃ τὸν ἀποκρινόμενον εἰ ἀγνοεῖ ἢ μή; ὁμώνυμα γὰρ ἐρωτώντων τῶν σοφιστῶν καὶ ἀμφίβολα οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοῦ [*](f. 24v) τεθέντος παρὰ τοῦ προσδιαλεγομένου, ἢ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ἂν ἀμφίβολόν ἐστι τὸ ἠρωτημένον ἢ ὁμώνυμον ἢ μὴ καλῶς συντεθὲν ἢ διαιρεθέν. εἰ γάρ τις ἐρωτηθείη παρὰ σοφιστοῦ ῾ἆρά γε ὁ κύων καύματα ποιεῖ;’, ὁ δὲ εἴπῃ ιοὔ’ διὰ τὸ τὸν χερσαῖον κύνα μὴ ποιεῖν καύματα, ἐμποδίζεται ὁ ἀκροατὴς ἐληλεγμένον ἔχειν τὸν ἀποφήσαντα· ὅσον γὰρ ἐπὶ τούτῳ, τῷ χερσαίῳ φημὶ κυνί, ἠλήθευκεν ὁ ἀποκρινόμενος καὶ οὐκ ἐλήλεγκται.

[*](1 παρατιθέντες Α 2 ἡ παραγωγή a2AI: ὁ παραλογισμός a1 post γὰρ add. ἢ a Arist. (om. 0) περιγράφειν Arist. δεῖ, ὡς in ras. Α1 3 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] c. 1 p. 101a 15—17 meinoriter citat 8 ἐστὶ om. a1 αὐτὴ a: αὕτη I 10 δέ ἐστιν om. A 10. 11 προιὼν ἐρεῖ ante πῶς collocat Α 11 ἐρεῖ] c. 11 p. 171b4sq. καὶ—ἐροῦμεν om. Α ἡμεῖς I: ἡμῖν a ἐροῦμεν] cf. p. 72,27 sq. ὁ μὲν οὖν omisso ἀλλ’ Α 14 ἔν τε Al: ὡς ἐν a τῷ alterum Al: om. a 15 κατὰ AI: μετὰ a 17 ὁμωνύμον—ἀμφίβολον ὁμωνύμον —ἀμφίβολον a1 21 ἐλήλεγκται a2A: 22 τοῦ I: om. a 23 τίνων a 23. 24 διακρίνει a 24. 25 ὁμώνυμα—ἀμφίβολα Al: ὁμώνυμον—ἀμφίβολον a cf. p. 72,34—73,3 26 ἀγνοεῖ aA: ἀγνοεῖς I ὁ Α: om. al 27 ἠρωτημένον Al: ἐρωτώμενον a 29 ante ποιεῖ add. οὐ Α post καύματα add. καὶ a 31 τούτῳ et φημὶ om. Α)
72
[*](p. 169b 30)

Ὅτι δὲ ἔχομεν αὐτοὺς τῇ αὐτῇ μεθόδῳ, δῆλον.

Εἰπὼν ὅτι “ἔχομεν παρ’ ὅσα οἱ σοφιστικοὶ γένοιντ’ ἄν συλλογισμοί” διὰ τὸ ἔχειν ἡμᾶς “παρ᾿ ὅσα γίνονται οἱ φαινόμενοι” καὶ μεταξὺ παρενθεὶς τὰ εἰρημένα, πάλιν ἐπάνεισιν ἐπὶ τὸ προκείμενον, καὶ κατασκευάζει τοῦτο καὶ ἀπὸ τῶν ἀκροωμένων λέγων παρ’ ὅσα γὰρ ἄν τῶν μὴ καλῶς ἠρωτημένων φανείη τοῖς ἀκροωμένοις ὡς καλῶς ἠρωτημένα, παρ’ ἁ τοσαῦτα ἄν καὶ τῷ ἀποκρινομένῳ δόξειε καλῶς ἠρωτῆσθαι. ἀπατηθήσεται δὲ ὁ ἀκροατὴς ἡ διὰ τὴν ὁμωνυμίαν ἢ διὰ τὸ σχῆμα τῆς λέξεως ἢ διά τι τούτων· καὶ ὁ ἀποκρινόμενος ἄρα κατά τι τούτων παραλογισθήσεται. ὥστε ἔσονται συλλογισμοὶ ψευδεῖς διὰ τῶν ἀπηριθμημένων τρόπων ἢ πάντων συνελθόντων εἰς τὸ ἀπατηθῆναί τινα ἢ τινῶν. εἰπὼν δὲ παρὰ τοσαῦτα ἂν καὶ τῷ ἀποκρινομένῳ δόξειεν ἐπάγει ὃ γὰρ μὴ ἐρωτηθεὶς οἴεται δεδωκέναι, κἀν ἐρωτηθεὶς θείη, τουτέστιν ὅπερ ἐν τῇ οἰκείᾳ διανοίᾳ καλῶς ἠρωτῆσθαι ἐνόμισε καὶ ὡς ἀληθεῖ συνένευσε, κἂν ἠρωτήθη, ἐδεδώκει ἄν. πλήν, φησίν, ἐπί τινων, οἷον ἐν τοῖς παρὰ τὴν λέξιν καὶ τὸν σολοικισμόν, οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι τὸν λόγον συμπεράναντος τοῦ σοφιστοῦ, ἀλλὰ προσερωτῶσι τὸ ἐνδεὲς καὶ τὸ ψεῦδος ἐμφανίζουσιν. εἰπόντος γὰρ τοῦ σοφιστοῦ ῾ὁ δεῖνα κάθηται, ὁ καθήμενος δύναται βαδίζειν᾿ καὶ ἐπάγοντος ὅτι ὁ δεῖνα βαδίζει, εὐθὺς ὁ καὶ μικρὸν δυνάμενος συνορᾶν προσεπερωτήσοι ἂν τὸ ἐνδεές, τὸ ῾δύναται᾿, καὶ ἐμφανίσοι τὸ ψεῦδος. πάλιν λέγοντος τοῦ σοφιστοῦ ‘ἆρ’ ὃ φῄς εἶναι, τοῦτ’ ἔστι; φῄς δὲ λίθον εἶναι· ἔστιν ἄρα λίθον᾿ οὐκ ἄφωνοι διατελοῦσιν οἱ ἀποκρινόμενοι, ἀλλά φασιν ῾οὐχί, ἀλλ’ ἔστιν ἄρα λίθος᾿.

Ἀλλὰ περὶ μὲν τούτων σαφὲς γενήσεται τὸ λεγόμενον, ὅταν τὰς λύσεις τῶν σοφισμάτων καὶ αὐτὸς ἐπαγάγῃ. νῦν δὲ τὸ μικρῷ πρόσθεν εἰρημένον, τὸ ὅτι ἡ πειραστικὴ μέρος ἐστὶ τῆς διαλεκτικῆς, εἴπωμεν. λέγεται τοίνυν ὑπὸ τὴν διαλεκτικὴν εἶναι ἡ πειραστική, διότι καὶ αὐτὴ ψεῦδος δύναται συλλογίζεσθαι διὰ τὴν τοῦ διδόντος ἄγνοιαν ὥσπερ ἡ διαλεκτική, διαφέρουσι δὲ ἀμφότεραι τῆς σοφιστικῆς, ὅτι αἱ μὲν δῆλον ποιοῦσιν ὅτι τὴν ἀντίφασιν συλλογίζονται τῆς τοῦ ἀποκρινομένου θέσεως (οὐ γὰρ ἐρωτῶσιν ἀμφίβολα καὶ ὁμώνυμα καὶ τοιαῦτά τινα), οἱ δὲ ἄν καὶ συλλογίζωνταί ποτε τὴν ἀντίφασιν, οὐ ποιοῦσι δῆλον εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος· ὁμώνυμα γὰρ ἐρωτώντων καὶ οἷα πολλάκις εἴρηται [*](1 μεθόδῳ δῆλον om. I 6 εἰρωτημένων I, ωτ superscr. I1 ἀκροαμένοις I 7 δόξειε a2 cf. vs. 12: δόξειαν Α: δόξει ἄν a1I 7 ἠρωτῆσθαι Av: εἰρῆσθαι al 12 ἐπάγειν a 14 ἀληθῆ a 15 fort. <εἰ> ἠρωτήθη ἐδεδώκει] δε superscr. I1 16 τοῖς Α Arist.: τῶ I 17 συμπεράναντες a 20. 21 προσεπερωτήσοι Α: προσεπερωτήση al 21 ἐνδέον Α ἐμφανίσοι Α: ἐμφανίσῃ I: ἐμφανίζει a 22 εἶναι prius Al: om. a 23 λίθον Al: λίθος a 25 —28 ἀλλὰ—πειραστική al: εἴπομεν δὲ μικρῶ πρόσθεν ὅτι ἡ πειραστικὴ ὑπὸ τὴν διαλεκτικήν ἐστι· διατί; A 25 ὅταν] c. 19sq. 26 λύσις a1 τῷ μικρῷ a πρόσθεν] p. 169b25 34 ὁμώνυμα Al: ὁμώνυμον a cf. p. 71,17 sq.)

73
οὐδεὶς οἶδεν εἰ τὴν ἀντίφασιν συνάγουσι τοὐ τεθέντος παρὰ τοῦ προσδιαἠρωτημένον λεγομένου, ῆ ὅλως εἰ ἀγνοεῖ ὁ προσδιαλεγόμενος ᾶν ἀμφίβολάν ἐστι τὸ ἢ ὁμώνυμον ἢ ἄλλο τι.

[*](p. 169b 37)

Εἰ οὖν οἱ παραλογισμοὶ τῆς ἀντιφάσεως παρὰ τὸν φαινόμενον ἔλεγχόν εἰσιν.

Εἰπὼν ὅτι παρ’ ὅσα εἰσὶν οἱ φαινόμενοι συλλογισμοί, παρὰ τοσαῦτα καὶ οἱ σοφιστικοί, δείκνυσιν ὅτι καὶ οἱ ψευδεῖς παρὰ τοσούτους γίνονται τρόπους παρ’ ὅσους οἱ φαινόμενοι καὶ οἱ σοφιστικοί. εἰ γὰρ ψευδὴς συλλογισμὸς ὁ παρὰ τὸν ἀληθινὸν συλλογισμόν ἐστι, δῆλον ὅτι ὅσα μόριά εἰσι τοῦ ἀληθινοῦ συλλογισμοῦ, παρὰ τοσαῦτα ἔσονται οἱ ψευδεῖς· τοῦ δὲ ἀληθινοῦ συλλογισμοῦ μόριά εἰσι τὸ τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος εἶναι καὶ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ ὅσα πολλάκις εἴρηται· ψευδὴς ἄρα ἔσται, ὅταν μὴ πρὸς τὸ αὐτὸ μηδὲ κατὰ τὸ αὐτὸ καὶ τὰ ὅμοια γίνηται. εἰπὼν δὲ ὅτι ὁ φαινόμενος παρὰ τὰ μόρια τοῦ ἀληθινοῦ | γίνεται (ἐλλείψαντος γάρ τινος μορίου τῶν τοῦ [*](f.25r) ἀληθινοῦ συλλογισμοῦ σοφιστικὸς φανείη ἄν ἔλεγχος), συνίστησι τοῦτο διὰ τῆς ἐπαγωγῆς λέγων οἷον ὁ παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ὁ εἰς τὸ ἀδύνατον. τόδε λεγόμενόν ἐστι δυνάμει τοιοῦτον· ἐπεὶ συλλογισμός ἐστι λόγος συνάγων ἕτερόν τι τῶν κειμένων ἐκ τῶν κειμένων, ὁ τὸ μὴ αἴτιον ὡς αἴτιον τοῦ συνηγμένου ἀδυνάτου λαβὼν δῆλον ὅτι παρὰ τὸ μόριον τοῦ συλλογισμοῦ τὸ ψεῦδος συνήγαγεν. ἔστι δὲ τὸ κατάλληλον τῆς λέξεως τοιοῦτον· ὁ εἰς τὸ ἀδύνατον δοκῶν ἄγειν τὸν λόγον γίνεται παρὰ τὸ μὴ συμβαῖνον διὰ τὸν λόγον, ἤτοι παρὰ τὸ τὸ μὴ αἴτιον ὡς αἴτιον λαβεῖν. ὁμοίως δὲ καὶ ὁ τὰς δύο ἐρωτήσεις μίαν ποιῶν παρὰ τὸν ὁρισμὸν τῆς προτάσεως τὸ ψεῦδος συνάγει. καὶ ὁ ἀπὸ τοῦ συμβεβηκότος ψεῦδός τι συλλογιζόμενος παρὰ τὸ μόριον τοῦ ἀληθινοῦ συλλογισμοῦ τοῦτο συλλογίζεται· ἐκ τῶν καθ’ αὑτὰ γὰρ ὑπαρχόντων ὁ ἀληθὴς συλλογισμὸς ἀλλ’ οὐκ ἀπὸ συμβεβηκότων. ἀλλὰ μὴν καὶ ὁ παρὰ τὸ ἑπόμενον, ὅστις μόριόν ἐστι τοῦ παρὰ τὸ συμβεβηκός, ὡς δέδεικται, διὰ τὴν ἀυτὴν αιτιαν γίνεται.

[*](p. 170a 5)

Ἕτι τὸ μὴ ἐπὶ τοῦ πράγματος.

Καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τρόπος σοφιστικός· τοῦτον γὰρ δηλοῖ λέγων τὸ μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαῖνον, [*](5 ἐστὶν I pr. 9 συλλογισμὸν AI: συλλογισμὸς a 11 τὸ ex τοῦ, ut videtur, corr. I 12 εἶναι om. Α 13 ἄρα ἔσται AI: inv. ord. a 14 γίνηται AI: γένηται a ὅτι om. a1 16 συλλογισμοῦ a: συλλογισμῶν I 18 ante ὁ add. καὶ a post ἐπεὶ add. γὰρ Α 20 ἀδύνατον λαβεῖν a1 23 ἤτοι AI: ἢ a τὸ τὸ μὴ scripsi: τὸ μὴ τὸ I: τὸ μὴ aA 27 αὐτὰ I: αὐτὸ a γὰρ I: om. a 29 δέδεικται] cf. p. 69, 20 33 συμβαῖνον a2I: συμβαίνειν a1 Arist.)

74
διότι τὸ ἔστιν ἄρα σιγῶντα λέγειν᾿ οὐκ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου συμβαίνει. καὶ οὗτος δῆλον ὅτι παρὰ τὸ μόριόν ἐστι τοῦ ἀληθινοῦ λόγου. καὶ ὁ παρὰ τὸ πῇ καὶ ἁπλῶς παρὰ τὸ μόριόν ἐστι τοῦ ἐλέγχου· τοῦτον γὰρ σημαίνει διὰ τοῦ εἶτ’ ἀντὶ τοῦ καθόλου τὴν ἀντίφασιν. καὶ τὸ μὲν καθόλου τέθεικεν ἀντὶ τοῦ ἁπλῶς, τὴν ἀντίφασιν δὲ ἀντὶ τοῦ πῇ· δόντων γὰρ ἡμῶν ἁπλῶς ὅτι ὁ Αἰθίοψ μέλας, συνάγει ὅτι τοὺς ὀδόντας λευκός, ἤτοι πῇ λευκός· ἢ πάλιν λεγόντων ‘οὐδεὶς ἐπιορκῶν ἅμα εὐορκεῖ᾿ ἐπιφέρει ‘ὀμόσας τις ἐπιορκήσειν ἐπιώρκησεν· ἅμα ἄρα ἐπιορκεῖ καὶ εὐορκεῖ᾿. ὅτι δὲ καὶ οἱ μὴ κατὰ ταὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ παρ’ ἁ τὸ ἐπί τι παρὰ τὰ μόριά εἰσι τοῦ ἀληθινοῦ λόγου, παντί που δῆλον καὶ εἴρηται πολλάκις καὶ οὐ δεῖ πάλιν μηκύνειν.