In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 169a 18)

Ὥστε πάντες οἱ τρόποι πίπτουσι.

Δείξας ἐκ τῆς ἐπαγωγῆς, ὅτι πάντες οἱ τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται, καὶ πάλιν ἡμᾶς ἀναμιμνήσκει τῆς τούτων ἀναγωγῆς, καὶ σαφέστερον ἀπαγγέλλει πῶς οἱ δεκατρεῖς τρόποι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται. καὶ φησὶν ὅτι οἱ μὲν παρὰ τὴν λέξιν εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται διὰ τὸ μὴ ἀληθῆ συνάγειν ἀντίφασιν, ὅπερ ἐστὶν ἴδιον ἐλέγχου, ἀλλὰ φαινομένην· οὐ γὰρ τοῦ ἐλέγχου ἐστὶ τοῦ κυρίως ἴδιον τὸ φαινομένην συνάγειν ἀντίφασιν, ἀλλὰ τούτου μὲν τὸ ἀληθῆ ἀντίφασιν, τοὐ δὲ σοφιστικοῦ τὸ φαινομένην. τοῦ γὰρ ἀποκρινομένου δόντος τὸν σιγῶντα μὴ λέγειν ὁ σοφιστὴς οὐ τοῦτο συνάγει, λέγω δὴ τὸ τὸν σιγῶντα λέγειν, ἀλλ’ ὅτι τὰ σιγώμενα δυνατόν ἐστιν ἡμᾶς λέγειν· ὥστε οὐκ ἀληθῶς ὁ ἀποκρινόμενος ἐλέγχεται παρὰ τοῦ σοφιστοῦ ἀλλὰ παρὰ [*](1. 2 οὐ—Ἀλκιβιάδου om. Α 7. 8 κυρίως μὲν οὐδ’ οὕτω· πλὴν καθὸ Α 8 προσσχὼν scripsi: προσχὼν aAI ἐρωτημένοις (sic) a post ἐρωτωμένοις add. ἀλλὰ συναρπαγεὶς Α 8. 9 δέδωκεν ἀπόκρισιν ὡς ἐρωτηθεὶς μίαν πρότασιν Α 11 τότε a1 15 post δέδωκε eras. 2—3 lit. I post οὕτω add. γὰρ Α πρωταγόρας et ante θρασύμαχος add. ὁ Α 18 τυχὼν a 19 καὶ alt. om. Α ἀλλ’ Α: καὶ al post κυρίως add. δὲ a 21 post πίπτουσιν add. ex Arist. εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν A 23 καὶ om. Α 24 σαφέστατα a ἀναγγέλλει a1 27 φαινομένην a: φαινομένως I 28 τὸ prius I: τὴν a τὸ alt. I: τὴν τὸ ἀληθὲς a 29 φαινομένως a 32 οὐκ ἀληθῶς a2I: οὐ καλῶς a1)

66
τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ οἱ μὲν παρὰ τὴν λέξιν οὕτως ἀνάγονται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν, οἱ δ’ ἄλλοι (ἄλλους δὲ λέγει τοὺς ἐκτὸς τῆς λέξεως παραλογισμούς) εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγονται τὸν τοῦ συλλογισμοῦ ὅρον· εἰ γὰρ συλλογισμός ἐστι “λόγος ἐν ᾧ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων συμβαίνει”, οἱ δὲ παρὰ τὸ συμβεβηκὸς καὶ τὸ ἑπόμενον καὶ οἱ λοιποὶ οὐκ ἐκ τῶν τεθέντων τῷ ἀποκρινομένῳ τὰ συναγόμενα συμπεραίνονται, δῆλον ὅτι παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ταῦτα συνάγουσι. καὶ εἴη ἄν τὸ παρὰ τὸν τοῦ συλλογισμοῦ ὅρον ἴσον τῷ ῾ἀσυλλόγιστοι δέ εἰσιν οἱ ἐκτὸς τῆς λέξεως παραλογισμοί᾿.

[*](p. 169a 22)

Ἡ δ’ ἀπάτη γίνεται τῶν μὲν παρά.

Εἰπὼν πόσοι τε καὶ τίνες εἰσὶν οἱ τρόποι καθ’ οὓς οἱ σοφισταὶ τοὺς διαλεγομένους ἐπηρεάζουσι, μετὰ δὲ ταῦτα δείξας ὅτι πάντας δυνάμεθα λέγειν παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνεσθαι, λέγει καὶ τὴν αἰτίαν καθ’ ἣν παρὰ τῶν σοφιστῶν ἀπατώμεθα. καὶ αἰτιᾶται τὴν ἄγνοιαν ἡμῶν· ἡ ἀπάτη γάρ, φησί, γίνεται ἐπὶ τῶν ὁμωνύμων καὶ τῶν ἀμφιβόλων (λόγον γὰρ τὴν ἀμφιβολίαν λέγει) διὰ τὸ μὴ δύνασθαι διαιρεῖν ποσαχῶς τὸ πρᾶγμα λέγεται· καὶ ὁπηνίκα τι ἐρωτηθῶμεν ὁμώνυμον ἢ ἀμφίβολον, ὡς ἁπλῶς λεγόμενον συγχωροῦμεν καὶ ἀπατώμεθα· ἐπὶ τινῶν γὰρ οὐκ εὐχερές ἐστιν οὐδὲ ῥᾴδιον συνιδεῖν ὅτι τῶν πολλαχῶς λεγομένων ἐστὶ τὸ ἐρωτώμενον, ὡς τὸ ἓν καὶ τὸ ὂν καὶ τὸ ταὐτόν. τῶν δὲ παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν αἴτιον αὖθις γίνεται τὸ μὴ εἰδέναι ἡμᾶς ὅτι οὐ ταὐτὸν σημαίνει ὁ λόγος συντιθέμενός τε καὶ διαιρούμενος, ἀλλὰ τοτὲ μὲν ἕτερον νοῦν εἰσάγει, τοτὲ δὲ ἕτερον· οἰόμεθα δὲ ταὐτὸν σημαίνειν τὸν λόγον καὶ συντιθέμενον καὶ διαιρούμενον, ὡς ἐπὶ πολλῶν ἔχει· ἐπὶ γὰρ τῶν πλείστων οὐκ ἄλλο δηλοῖ ὁ λόγος συντιθέμενος καὶ ἄλλο διαιρούμενος ἀλλὰ τὸ αὐτό. ὁμοίως δὲ καὶ ἐπὶ τῶν παρὰ τὴν προσῳδίαν ἔχει παραλογισμῶν· οὐ γὰρ ἴσασιν οἱ ἐρωτώμενοι ὅτι ἄλλο σημαίνει ὁ λόγος ἀνιέμενος καὶ ἐπιτεινόμενος, τουτέστιν ὀξυνόμενος ἢ περισπώμενος. ἐπ᾿ οὐδενὸς γὰρ τὸ αὐτὸ σημαίνει ἐπιτεινόμενος καὶ ἀνιέμενος, ἢ μᾶλλον οὐκ ἐπὶ πολλῶν· ἐπ’ ὀλίγων δὲ πάντῃ· Θαλῆς γὰρ καὶ Θάλης τὸ αὐτὸ δηλοῖ· καὶ ἄμφω γὰρ ὀνόματα κύρια· ἄγνος δὲ καὶ ἁγνὸς καὶ Ἀργὸς καὶ ἀργὸς ἄλλο καὶ ἄλλο δηλοῖ, καὶ σχεδὸν ἐπὶ πάντων. ἐπὶ δὲ τῶν παρὰ τὴν ὁμοιοσχημοσύνην γινομένων παραλογισμῶν ἡ ἀπάτη γίνεται διὰ τὸ χαλεπὸν εἶναι διελεῖν ποῖα ὡσαύ|τως καὶ [*](f. 23r) ποῖα ὡς ἑτέρως λέγεται. τοῦτο δὲ εἴρηται διὰ τὰ ἐνεργητικῶς μὲν [*](4 λόγος AI: ὁ λόγος a2: om. a1 cf. p. 58,6 6 οὐκ om. Α 11 post παρὰ add. τὴν a 13 πάντας AI: πάντες a 17 post διαιρεῖν add. ταῦτα Α 20 λεγόμενον a 24 τότε utrobique a 31 μᾶλλον scripsi: μάλιστα al πάντων a1 32 ἅγνος aI 36 μὲν I: om. a)

67
ἐκφερόμενα παθῶν δὲ ὄντα σημαντικά, οἷόν ἐστι τὸ ὁρᾶν, τὸ ἀκούειν καὶ τὸ μανθάνειν· ταῦτα γὰρ ἐνεργείας εἰσὶ καὶ πάθους δηλωτικά, καὶ λαμβάνει μὲν ὁ σοφιστὴς ὡς παθητικά, οἴεται δὲ ὁ ἐρωτώμενος ὡς ἐνεργητικὰ καὶ δίδωσιν οὕτως αὐτά, κἀντεῦθεν καὶ ἀπατᾶται. τὸ δὲ σχεδὸν γὰρ ὁ τοῦτο δυνάμενος ποιεῖν ἐγγύς ἐστι τοῦ θεωρεῖν τἀληθές τοιοῦτον ἔχει τὸν νοῦν· ὁ δυνάμενος διαίρεσιν ποιεῖσθαι τῶν ἐνεργείας καὶ πάθους σὴ μαντικῶν, ναὶ μὴν καὶ τῶν ὅσα μὲν διαιρούμενα ἄλλο τι σημαίνει, συντιθέμενα δ’ ἕτερον, οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ὁμωνύμων, καὶ συνιεὶς τῶν πολλαχῶς εἶναι λεγομένων τὸ ἐρωτώμενον, ὁ τοιοῦτος ὡς δυνάμενος ἐπὶ πάντων διαίρεσιν ποιεῖσθαι οὐ ῥᾳδίως ἀπατηθήσεται, καὶ μὴ ἀπατώμενος ἐγγύς ἐστι τοῦ θεωρεῖν τὸ ἀληθές.

[*](p. 169a 33)

Μάλιστα δὲ ἐπίσταται συνεπινεύειν.

Περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συμβαίνοντος παραλογισμοῦ τὸν λόγον ποιησάμενος καὶ εἰπὼν ὅτι ἐπὶ τῶν δι’ αὐτοῦ γινομένων παραλογισμῶν τὸ αἴτιόν ἐστι τῆς ἀπάτης τὸ δυσκολαίνειν ἡμᾶς περὶ τὴν διαίρεσιν τῶν ποῖα μὲν ὡσαύτως καὶ ποῖα ὡς ἑτέρως λέγεται, ἔτι περὶ τοῦ αὐτοῦ τούτου διέξεισι. καὶ φησὶν ὅτι μάλιστα δὲ συμβαίνει ἡμάς ἀπατᾶσθαι διὰ τὸ οἴεσθαι διὰ τὴν ὁμοιοσχημοσύνην ταὐτὸν εἶναι τόν τε καθόλου ἄνθρωπον καὶ τὸν μερικὸν τὸν Σωκράτην· ἐπεὶ γὰρ κἀκεῖνος ὁ καθόλου ἄνθρωπος λέγεται καὶ οὗτος ὁ μερικὸς ἄνθρωπος, ἀπατώμεθα διὰ τὸ τῆς λέξεως ὁμοιόσχημον. μάλιστα δέ, φησί, δύναται συμπείθειν. ἢ οὕτως· μάλιστα δὲ δύναται πείθειν εἰς τὸ συνεπινεύειν καὶ ὁμολογεῖν τὰς τῶν σοφιστῶν προτάσεις, ὃ πάλιν ταὐτόν ἐστι τῷ μάλιστα δὲ ἀπατᾶσθαι συμβαίνει ἡμᾶς διὰ τὸ νομίζειν ὅτι πᾶν τὸ κατηγορούμενόν τινος τόδε τί ἐστι καὶ ἓν καὶ ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. γίνεται δὲ τοῦτο διὰ τὸ ἐν ὁμοίῳ σχήματι τῷ ἄνθρωπος τῷ ἑνικῷ ἀμφότερα, τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον, σημαίνεσθαι. τοῦτο δὲ οὐκ ἔστιν ἀληθές· ὡς γὰρ ἐν ταῖς Κατηγορίαις εἴρηται, τῷ μὲν ἑνὶ καὶ τῇ πρώτῃ οὐσίᾳ τὸ τόδε τι ἁρμόττει· “ἄτομον γὰρ καὶ ἓν ἀριθμῷ τὸ δηλούμενόν ἐστιν· ἐπὶ δὲ τῶν δευτέρων οὐσιῶν φαίνεται μὲν ὅσον τῷ σχήματι τῆς προσηγορίας ὅτι τόδε τι σημαίνει, ὅταν εἴπῃ ἄνθρωπον”. πόθεν οὖν γίνεται ἡ ἀπάτη; ἢ ὡς καὶ ἄνωθεν εἴρηται, διὰ τὸ ἀνώμαλον τῆς συνηθείας, ἥτις καὶ τὰ ἀνόμοια πράγματα ὁμοίοις σχήμασι λέξεων εἴωθε [*](2 ἐνεργητικὰ a1 εἰσι post δηλωτικά collocat a2 4 ἀπατᾶ a1 7 σημαίνουσι Α 8 ἕτερον aA: ἕτερα I 11 θεωρεῖν Α Arist.: non liquet I: θεωροῦντος a cf. vs. 5 12 lemma a: om. AI 13 post περὶ add. δέ al: cm. Α συμβαίνοστος (sic) I 24 δὲ a2I: καὶ a1 25 ἐστι τῶ I: om. a 27 post τὸ prius add. τε v 28 γὰρ I: om. a ἐν ταῖς Κατηγορίαις] c. 5 p. 3b10sq. 30 ὅσον aI: ὁμοίως Arist. 31 post ἄνθρωπον add. ἣ ζῶον, οὐ μὴν ἀληθές· οὐ (ἡ v) γὰρ δευτέρα οὐσία οὐχ ὡς τόδε τι δείκνυται, ἡ λέγεται, ἀλλ’ ὡς τοιόνδε. διότι περὶ οὐσίαν τὸ ποιὸν, ὡς ἐν ἐκείνοις εἴρηται, ἀφορίζει a2 v)

68
πολλάκις σημαίνειν· καὶ γὰρ ὅταν εἴπῃ τις ἄνθρωπον, πιθανὴν φαντασίαν ἐμποιεῖ, ὡς ἄρα ὁ ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, ἐπειδὴ εἴδει ἐστὶν εἷς. τὸ δὲ τῷ γὰρ ἑνὶ καὶ τῇ οὐσίᾳ μάλιστα δοκεῖ παρέπεσθαι τὸ τόδε τι ἓν καὶ οὐσίαν τὰς ἀτόμους λέγει οὐσίας, οἷον Σωκράτην, Πλάτωνα καὶ τὰς τοιαύτας. ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ὁμοίῳ σχήματι τῆς προσηγορίας σημαίνεσθαι τῷ ἑνικῷ (καὶ καὶ ὁ Σωκράτης ἄνθρωπος, καὶ ὁ ἄνθρωπος ὁμοίως ἄνθρωπος, ἀλλ’ οὐκ ἄνθρωποι πληθυντικῶς), ὡς οὖν ἐπὶ τούτων διὰ τὸ ἐν ὁμοίῳ σχήματι σημαίνεσθαι φαντασίαν ἐμποιεῖ ὅτι ὁ καθόλου ἄνθρωπος ὅμοιός ἐστι τῷ Σωκράτει καὶ εἷς ἀριθμῷ, οὕτως καὶ ἐπὶ τῶν ἄλλων συμβαίνει γίνεσθαι τῶν παρὰ τὴν ὁμοιότητα τῆς λέξεως γινομένων παραλογισμῶν. οἶμαι δὲ μὴ ἐπὶ πάντων ἁπλῶς τῶν παρὰ τὴν ὁμοιότητα ἰῆς λέξεως εἰπεῖν τοῦτο, ἀλλ’ ἐπ’ ἐκείνων μόνων ἐφ’ ὧν διὰ τὴν ὁμοιότητα τὰς καθόλου οὐσίας τὰς αὐτὰς εἶναι τῷ ἀριθμῷ ταῖς μερικαῖς συνάγειν πειρῶνται. διὰ τοῦτο γὰρ εἶπε διὸ καὶ τῶν παρὰ τὴν λέξιν οὗτος ὁ τρόπος θετέος, ὡς εἰ ἔλεγεν ἰού μόνον τοὺς ἤδη ῥηθέντας ἀλλὰ καὶ τοὺς τὰ καθόλου τοῖς μερικοῖς τὰ αὐτὰ συνάγοντας διὰ τὴν τῆς λέξεως ὁμοιότητα ταῖς παρὰ τὴν λέξιν ἀπάταις συντακτέον᾿. εἰπὼν δὲ ὅτι καὶ τοῦτον τὸν τρόπον ἐν τοῖς παρὰ τὴν λέξιν θετέον, αἰτίας τούτου δύο ἐπήγαγε, μίαν μὲν λέγων ὅτι μᾶλλον ἡ ἀπάτη γίνεται | μετ’ ἄλλων σκοπουμένοις· ἐκεῖνοι [*](f. 23v) γὰρ πρὸς τοὺς λόγους καὶ τὰ ὀνόματα καὶ οὐχὶ πρὸς τὰ πράγματα τὰς ἐρωτήσεις ποιοῦνται. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ὅταν μὲν καθ’ ἑαυτοὺς σκεπτώμεθα περί τινος πράγματος, οὐχὶ πρὸς τὰ ὀνόματα καὶ τοὺς λόγους τὴν σκέψιν ποιούμεθα ἀλλὰ πρὸς τὸ πρᾶγμα, καὶ διὰ τοῦτο ἧττον συμβαίνει ἡμᾶς ἀπατᾶσθαι· ὅταν δὲ μετ’ ἄλλων περί τινος σκεπτώμεθα, πρὸς τοὔνομα καὶ τοὺς λόγους τὰς σκέψεις ποιούμεθα, ἐν οἷς καὶ αἱ ἀπάται, ἐπ’ ἄλλου μὲν τῶν ὑπὸ τοὐ ὀνόματος ἢ τοῦ λόγου δηλουμένων τοῦ ἐρωτωμένου τὴν ἀπόκρισιν διδόντος, ἐπ’ ἄλλου δὲ τοῦ συλλογιζομένου λαμβάνοντος. διὰ μίαν μὲν οὖν ταύτην αἰτίαν καλῶς ἔχει ἐν τοῖς παρὰ τὴν λέξιν παραλογισμοῖς καὶ τοῦτον τάττειν. δι’ ἑτέραν δέ, ὅτι ἡ ἀπάτη τοῦ τὸν καθόλου ἄνθρωπον τῷ Σωκράτει ταὐτὸν συνάγεσθαι ἐκ τῆς ὁμοιότητος γίνεται, ἡ δ’ ὁμοιότης παρὰ τὴν λέξιν, ὥστ’ εἰκότως [γὰρ] τοῖς παρὰ τὴν λέξιν καὶ κατὰ τοῦτο ὑπαχθήσεται. εἰπὼν δὲ ὅταν καθ’ ἑαυτοὺς σκεπτώμεθα, ἧττον συμβαίνει ἀπατᾶσθαι, διότι οὐ διὰ λόγων καὶ ὀνομάτων ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων τὴν σκέψιν [*](2 σωκράτη I 3 εἴδει I: om. a τῶ I: τὸ a 5 post τοιαύτας add. οὐσίας A 6 an #x003E; ὁμοίῳ ut vs. 8? 7 καὶ prius AI: om. a 15 post γὰρ add. καὶ Ι: om. aA θετέον I post θετέος add. ὁ τὸ καθόλου ἐν τῷ μερικῷ ταὐτὸν συνάγων διὰ τὴν τῆς λέξεως ὁμοιότητα a 18 συντακτέον AI: συντάττει a τοῖς a: τῆ I 20 μᾶλλον ἡ ἀπάτη a Arist.: ἡ ἀπάτη μᾶλλον Ι μετ’ ἄλλως I σκοπούμενος a1 21 γὰρ scripsi: δὲ al 22 ἑαυτοὺς scripsi of. vs. 34 et p. 69, 1: ἑαυτὸ al 29. 30 τοῖς—παραλογισμοῖς a: τῶ (compend.) —παραλογισμῶ I 33 γὰρ delevi ὑπαχθήσεται a2: ἀπαχθήσεται a1I)
69
ποιούμεθα, ἐπήνεγκεν ὅτι καὶ καθ’ ἑαυτοὺς ποιουμένους τὴν σκέψιν οὐδὲν κωλύει ἀπατηθῆναι, ὅταν μὴ ἐπὶ τοῦ πράγματος ἀλλ’ ἐπὶ τοῦ λόγου τὴν σκέψιν ποιώμεθα.

[*](p. 169b 3)

Τῶν δὲ παρ’ τὸ συμβεβηκὸς διὰ τὸ μὴ δύνασθαι.

Εἰπὼν περὶ τῶν παρὰ τὴν λέξιν παραλογισμῶν καὶ τἀς αἰτίας παραθέμενος, καθ’ ἃς ἀπατώμεθα ἐν ἑνὶ ἑκάστῳ τῶν ἕξ, νῦν καὶ περὶ τῶν ἐκτὸς τῆς λέξεως ἑπτὰ παραλογισμῶν, πῶς συμβαίνει ἡμᾶς καὶ ἀπὸ τούτων ἀπατᾶσθαι, διέξεισι. καὶ φησὶν αἰτίαν περὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν τὸ μὴ δύνασθαι διακρίνειν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλά. καὶ εἴρηται περὶ τούτων ἐν τῷ πρώτῳ τρόπῳ τῶν ἐκτὸς τῆς λέξεως (ἐκεῖνος γὰρ ἦν ὁ παρὰ τὸ συμβεβηκός), ὅπως τὸ ἕτερον ὡς ταὐτὸν καὶ τὰ πολλὰ ὡς ἓν συνάγειν ἐπειρῶντο οἱ σοφισταί, καὶ οὐ δεῖ πάλιν τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγειν. τὸ δὲ μηδὲ τοῖς ποίοις τῶν κατηγορημάτων πάντα ταὐτὰ καὶ τῷ πράγματι συμβέβηκεν ἴσον ἐστὶ τῷ ῾ποίοις τῶν κατηγορουμένων πάντα ταὐτὰ καὶ τοῖς ὑποκειμένοις συμβέβηκεν᾿, ὡς εἶναι τοιοῦτον τὸ λεγόμενον· ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς παραλογισμοῖς γίνεται ἡ ἀπάτη παρὰ τὸ μὴ δύνασθαι διαιρεῖν τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ ἓν καὶ πολλὰ καὶ παρὰ τὸ μὴ δύνασθαι διακρίνειν ποίοις τῶν κατηγορουμένων πάντα, ὅσα κατ’ αὐτῶν λέγεται, δύναται καὶ κατὰ τῶν ὑποκειμένων λέγεσθαι. ἐπεὶ δέ, ὡς δέδεικται, μέρη εἰσὶ τῶν παρὰ τὸ συμβεβηκὸς οἱ παρὰ τὸ ἑπόμενον, ὁμοίως ἔχει καὶ ἐπὶ τῶν παρὰ τὸ ἑπόμενον παραλογισμῶν· ὡς γὰρ ἐν τοῖς παρὰ τὸ συμβεβηκὸς ἀπατώμεθα, οὕτω καὶ ἐν τοῖς παρὰ τὸ ἑπόμενον. τὸ δὲ ἔτι καὶ ἐπὶ πολλῶν φαίνεται καὶ ἀξιοῦται οὕτως δυνάμει τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ἐπὶ τινῶν ἀντιστρέφει τὰ ὑποκείμενα πρὸς τὰ ἑπόμενα, ὡς ὁ ἄνθρωπος πρὸς τὸ γελαστικὸν καὶ ὁ ἵππος πρὸς τὸ χρεμετιστικόν, καὶ ἐπὶ ἄλλων πολλῶν τοῦτο ἀξιοῦται, ἵνα, εἰ ἕπεται τὸ λευκὸν τῇ χιόνι, ἀντιστρέψῃ καὶ ἡ χιὼν πρὸς τὸ λευκόν, καὶ εἰ τὸ ξανθὸν τῷ μέλιτι, καὶ τὸ μέλι πρὸς τὸ ξανθόν, καὶ εἰ τὸ γεγονὸς ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. ἐπὶ δὲ τῶν παρὰ τὴν ἔλλειψιν τοῦ λόγου καὶ ἐν τοῖς παρὰ τὸ πῇ καὶ ἁπλῶς παραλογισμοῖς ἡ ἀπάτη γίνεται διὰ τὸ νομίζειν μηδὲν διαφέρειν ἀπλῶς τι συγχωρεῖν ἢ πῇ. ὡς γὰρ οἰόμενοι μηδέν τι πλέον σημαίνειν τοῦ πῇ τὸ ἁπλῶς δίδομεν καὶ ἀπατώμεθα, ὡς ἐπὶ τοῦδε δῆλον· ἆρά γε τὸ ἀποβαλεῖν, ὅπερ ἔχει τις, οὐ κακόν ἐστιν; ἀλλὰ μὴν ἔχει τις νόσον· τὸ ἀποβαλεῖν ἄρα νόσον κακόν ἐστιν. ἡ ἀπάτη ἐν- [*](4 διὰ τὸ μὴ δύνασθαι om. Α 5 εἶπον a1 5 —8 παραθέμενος ἑνὶ ἑκάστω τῶν ἓξ, καθ’ ἅς ἀπατώμεθα ἐν αὐτοῖς, νῦν διέξεισι καὶ πῶς ἀπατώμεθα ἐπὶ τῶν ἐκτὸς—παραλογισμῶν A 9 κρίνειν a1 10 εἴρηται] p. 37,17 sq. 13 ποιοῖς I 14 ταῦτα I 15 τῷ a1I: τοῖς a2 16 συμβέβηκεν Waitz l. c.: συμβεβηκέναι al 19 ποίοις scripsi vs. 15: ποῖα al 20 δύναται a: δύνανται I δέδεικται] c. 6 p. 168b27 sq. 21 εἰσὶ a2I: ἡ a1 22 et 23 τοῖς v: τῷ al 30. 31 τῷ—παραλογισμῷ a 31 τὸ alt. om. a 33 σημαίνει a δίδομεν a: διδόμεν I cf. p. 34, 18n.)

70
ταῦθα γέγονε παρὰ τὸ πῇ· οὐ γάρ, εἰ κακόν ἐστι τὸ ἀποβαλεῖν τινα ὧν ἔχει τις, καὶ ἀπλῶς ἐστι κακόν. ἀλλὰ καὶ ἐπὶ τῶν τὸ ἐν ἀρχῇ αἰτούντων καὶ τῶν τὰ πλείω ἐρωτήματα ἓν ποιούντων ἡ ἀπάτη γίνεται διὰ τὸ παρὰ μικρόν· οὐ γὰρ ἐξακριβούμεθα τὸν τῆς προτάσεως λόγον λέγοντα πρότασιν εἶναι τὴν ἓν καθ’ ἑνὸς ἔχουσαν, | οὔτε τὸν τοῦ συλλογισμοῦ [*](f. 24r) ὅρον τὸν λέγοντα ἕτερόν τι δεῖν τῶν κειμένων συνάγεσθαι, κἀντεῦθεν ἀπατώμεθα. οὐκ ἐξακριβούμεθα δὲ ταῦτα διὰ τὴν εἰρημένην αἰτίαν, ἥτις ἐστὶ τὸ παρὰ μικρόν. ἢ εἰ θέλεις, νόησον εἰρημένην αἰτίαν καὶ τὸ μὴ εἰδέναι τὸν τῆς προτάσεως λόγον καὶ τοῦ συλλογισμοῦ.