In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 167a 21)

Οἱ δὲ παρὰ τὸ μὴ διωρίσθαι τί ἐστι συλλογισμός.

Ὁ τρίτος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν λεγόμενος, ὃς οὕτω λέγεται, ὅτι ὁ εἰδὼς τί ποτέ ἐστιν ἔλεγχος οὐ περιπεσεῖται τῷ τοιούτῳ σοφίσματι. ἔλεγχος γάρ ἐστι τοῦ αὐτοῦ καὶ ἑνὸς καὶ ἑξῆς ὅσα ἄλλα ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου κεῖνται· ὁ δὲ κατασοφισθεὶς παρά τινος διά τι τῶν ἐν τῷ ἐλέγχῳ κειμένων τῷ κυρίως, οὗτος οὐκ ἠλέγχθη. ὅταν δέ τις ἐλεγχθείη τοῦ αὐτοῦ καὶ ἑνὸς ὀνόματος ληφθέντος καὶ τῶν ἄλλων ἁπάντων τῶν περὶ τοῦ ἀληθῶς καὶ κυρίως ἐλέγχου διοριζομένων, τότε δῆτα καὶ ἐλέγχεσθαι λέγοιτ’ ἄν καὶ εἰς ἀντίφασιν περιάγεσθαι. γίνονται δὲ οἱ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογισμοὶ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου, τουτέστι τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου· ὁ γὰρ παρά τι τῶν ἐν τῷ ὁρισμῷ τοῦ ἐλέγχου σοφιζόμενος, ὡς εἰρήκαμεν, παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν παραλογίζεσθαι λέγεται. ἢ τὸ παρὰ τὴν ἔλλειψιν τοῦ λόγου τοῦτο δηλοῖ, ὅτι παρὰ τὴν ἔλλειψιν τοῦ συλλογισμοῦ. ἐπεὶ γὰρ καὶ ὁ ἔλεγχος ὡς συλλογισμός τίς ἐστι, καὶ ὥσπερ ὁ συλλογισμὸς ἐκ τῶν κειμένων ὀφείλει συνάγειν τὸ συμπέρασμα μὴ ὁμωνύμου τινὸς λαμβανομένου μὴ συναριθμουμένου τοῦ [*](1 τούτων ΑΙ: τούτοις a 2 post ἐκείνων add. καὶ a πότερον a 3 χρὴ supra δεῖ scriptum I λαβεῖν Α ἀνδρίαν Α post λέγομεν add. καὶ al: om. Α 5 λαβεῖν Α 7 ἀνδρίας Α ὁμοίως Α: ὁμοία al 8 τὸ prius Α: om. al 10 ἀλλαχοῦ] cf. p. 167a32. 33 12 ἐστιν om. Α 14 post τετράπηχυ add. ὅτε Α 18 ὁ prius al: om. Α 19 τοῦ ἐλέγχου AQR et om. τοῦ Κ: om. al 22 τι Α: τε I: τινος a 22. 23 ἐν τῶ κυρίως ἐλέγχω κειμένων Α 24 περὶ a: παρὰ AI 24. 25 ἀληθοῦς a 26 παράγεσθαι A 29 εἰρήκαμεν a: εἰρήκειμεν Ι: εἴρηται Α 31 ὡς AI: om. a 32 ὅπερ Α)

44
ἐξ ἀρχῆς, οὕτως καὶ ὁ ἔλεγχος ἔχειν ὀφείλει. ἀλλὰ δεῖ πρότερον πᾶσαν τὴν λέξιν θέντας τὰ περὶ τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου κατὰ λέξιν κατασκοπῆσαι. ἔλεγχός ἐστιν ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός. εἰ γὰρ μέλλομεν ἐλέγξαι τὸν ἡμῖν προσδιαλεγόμενον παρὰ τὸ εἰκὸς ἐνιστάμενον, ὀφείλομεν αὐτὸν ἑαυτῷ μαχόμενον ἀπελέγχειν καὶ τὰ ἐναντία ἀποφαινόμενον· τοῦτο γὰρ καὶ ἀντίφασις λέγεται, ὅταν περὶ τοῦ αὐτοῦ καὶ ἑνὸς τὰ ἐναντία λέγῃ τις, οὐ περὶ ἄλλου καὶ ἄλλου· εἰ γὰρ φαίημεν Πλάτωνα μὲν διαλέγεσθαι Σωκράτην δὲ μή, οὐδὲν ἐναντίον ἔσται. διὰ τοῦτο εἰπὼν ἀντίφασιν ἐπήγαγε τοῦ αὐτοῦ καὶ ἑνός· οὐ γὰρ περὶ ἄλλου φησὶ πειρᾶσθαι προσάγειν τῷ προσδιαλεγομένῳ τὸν ἔλεγχον οὐ γὰρ ἔλεγχος τοῦτο) ἀλλὰ περὶ ἑνὸς καὶ τοῦ αὐτοῦ. ὁμοίως τούτῳ καὶ ὁ λέγων πάντα ἄγγελον ἀγαθὸν καὶ οὐδένα δαίμονα ἀγαθὸν οὐκ ἐλέγχει τὸν λέγοντα τὰς ἐναντίας προτάσεις ἐπὶ τῆς ἐνδεχομένης ὕλης συμψεύδεσθαι· οὐ γὰρ ἐπὶ τοῦ αὐτοῦ ὑποκειμένου ἀλλ’ ἐπ’ ἄλλου καὶ ἄλλου τὸν λόγον συνεπεράνατο· δεῖ δὲ ἐφ’ ἑνὸς καὶ τοῦ αὐτοῦ. εἶτα ἐπεὶ πολλὰ ἓν ὄντα τῷ ὀνόματι τὴν φύσιν διάφορα τυγχάνει, ὡς τὰ ὁμώνυμα, ἐπήνεγκε μὴ ὀνόματος ἀλλὰ πράγματος, οἷον μὴ ὀνόματος μόνον ἀλλὰ καὶ πράγματος· οὐ γὰρ μόνον τὸ ὄνομα ἓν εἶναι δεῖ, ἀλλὰ καὶ τὸ σημαινόμενον πρᾶγμα ἕν· τὸ γὰρ μὴ ὀνόματος ἀντὶ τοῦ ‘μὴ μόνον ὀνόματος᾿ τέθεικεν. εἰ γὰρ ἓν ὄνομα ᾖ πολύσημον δέ, καὶ οὕτω τἀναντία λέγων τις οὐ διαψεύδεται· οἷον κύων ὑλακτεῖ, κύων οὐχ ὑλακτεῖ. ἐπεὶ δὲ οὐ μόνον ἐξ ὁμωνυμίας συμβαίνει τινὰ τὰ ἐναντία λέγοντα μὴ διαψεύδεσθαι ἀλλὰ καὶ ἀπὸ συνωνυμίας ἔστι γάρ τινα τἀναντία λέγειν καὶ ἀληθεύειν· οἷον ζῷον περιπατεῖ, ζῷον οὐ περιπατεῖ· ἐνδέχεται γὰρ τινὰ μὲν περιπατεῖν τινὰ δὲ μή), ἐπήγαγε καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοὐ αὐτοῦ καὶ ἑνὸς μήτε ὁμωνύμου μήτε συνωνύμου. κἀκ τῶν δοθέντων ἐξ ἀνάγκης. ἔστιν ὅμοιον τοῦτο τῷ ἐν τῷ ὁρισμῷ τοῦ ἁπλῶς συλλογισμοῦ λεγομένῳ τῷ “ἐκ τῶν κειμένων ἐξ ἀνάγκης” εἰ γάρ τις πειρᾶται ἐλέγχειν τὸν προσδιαλεγόμενον μὴ ἐξ ὧν αὐτὸς ὁ προσδιαλεγόμενος δίδωσιν, οὐ λεχθήσεται οὗτος ἐλέγχειν. μὴ συναριθμουμένου δέ, φησίν, τοῦ ἐν ἀρχῇ, τουτέστι μὴ λαμβανομένου τοῦ ζητουμένου εἰς τὸν λόγον τῆς ἀποδείξεως· οὐ γὰρ δι’ ἑαυτοῦ χρὴ δείκνυσθαι τὸ μὴ δι’ ἑαυτοῦ δῆλον, ὅτι μηδὲ ἔλεγχος τὸ τοιοῦτον. | ἔστι δὲ τὸ τοιοῦτον, ὅταν ὁ μέσος ὅρος ὁ αὐτός τινι τῶν ἄκρων ληφθῇ, [*](f. 16r) μετωνομασμένος μέντοι καὶ ἄλλως κατὰ τὴν προφορὰν ἐκφερόμενος· ζητουμένου γὰρ τοῦ εἰ ἀθάνατος ἡ ψυχή, τὸ οὕτως εἰπεῖν, ὅτι ἡ ψυχὴ [*](1 ἔχειν ὀφείλει AI: inv. ord. a 6 καὶ prius supra lineam Ι1 7 λέγη Α: λέγοι al 8 ἔσται I: ἐστὶν a 9 an ἄλλου 〈καὶ ἄλλου〉? cf. vs. 7. 14 et 45, 14. 17 sq. 18 εἶναι δεῖ AI: inv. ord. a 19. 20 εἰ γὰρ—διαψεύδεται om. a1 20 τὰ ἐναντία a2 διαψεύσεται Α 21. 22 ὁμωνυ—συνωνυ I ἐξ ὁμωνυμίας post συμβαίνει τινὰ collocat Α 22 τινὰ om. a 23 τὰ ἐναντία Α 27 ἁπλῶς AI: ἁπλοῦ a λεγομένῳ] ω corr., ut videtur, alia manu I ἐκ τῶν κτλ.] cf. Anal. Pr. Ι 1 p. 24b19, Top. I 1 p. 100a26 28 πειρᾶται Α: πειρᾶτο I: πειρῶ a: fort, πειρῷτο 29 λεχθήσεται Α: ληφθήσεται al 34 μετωνομαζομένου a1 35 post ἀθάνατος add. ἐστὶν Α)
45
ἀθάνατος, καὶ ἑτέραν σὺν ταύτῃ ἐπαγαγεῖν πρότασιν κομιδῇ ἠλίθιόν ἐστιν. ὁ γοῦν τὸ ἐν ἀρχῇ βουλόμενος παραλαμβάνειν μεταλαμβάνει εἰς ἕτερον ἰσοδύναμον ὄνομα τῷ ζητουμένῳ καὶ οὕτως ποιεῖται τὸν παραλογισμόν· οἷον εἴ τις ἔροιτο πότερον ἡ ψυχὴ ἀθάνατος ἢ οὔ, τοῦ δὲ παραλογισμόν· ἀπαρνησαμένου τὸ εἶναι αὐτὴν ἀθάνατον, αὐτὸς οὑτωσὶ συλλογίζεται· ἡ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος· ἀλλὰ μὴν καὶ οὐκ ἀθάνατος κατὰ σέ. οὐκ ἐλέγχει ὁ οὕτως συλλογιζόμενος τὸν λέγοντα αὐτὴν μὴ ἀθάνατον· τὸ γὰρ ἐν ἀρχῇ ᾐτήσατο· ὃ γὰρ ἔμελλε δεῖξαι, ἔλαβε· τὸ γὰρ ‘ἡ ψυχὴ ἄφθαρτος᾿ ταὐτόν ἐστι τῷ ἰὴ ψυχὴ ἀθάνατος᾿ . εἴρηται δὲ τῷ Ἀριστοτέλει περὶ τοῦ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τοῦτο, τί ποτέ ἐστι καὶ πῶς γίνεται, ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. δεῖ δὲ τὸν ἔλεγχον καὶ κατὰ τὸ αὐτὸ εἶναι. εἰ γὰρ ἓν καὶ τὸ αὐτὸ εἴη τὸ ἠρωτημένον, μήτε ὁμώνυμον μήτε συνώνυμον, μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν, ἀληθεύειν συμβήσεται· οἷον ὁ Αἰθίοψ λευκός, ὁ Αἰθίοψ οὐ λευκός, κατὰ μὲν τὴν ἐπιφάνειαν οὐ λευκός, κατὰ δὲ τοὺς ὀδόντας λευκός. δεῖ οὖν καὶ κατὰ τὸ αὐτό, ἵνα μὴ κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγωμέν τι ὑπάρχειν. οὐ μὴν ἀλλὰ καὶ πρὸς τὸ αὐτό φησιν, ἀλλ’ οὐ πρὸς ἄλλο καὶ ἄλλο, ἀλλὰ πρὸς τὸ αὐτὸ δεικνύναι καταφάσκοντα καὶ ἀποφάσκοντα τὸν προσδιαλεγόμενον, εἰ μέλλοιμεν αὐτὸν ἐλέγχειν ἑαυτῷ ἀντιφάσκοντα. ὁ γὰρ συλλογιζόμενος τὸν δύο διπλάσιόν τε καὶ οὐ διπλάσιον οὐκ ἐλέγχει τὸν λέγοντα αὐτὸν μὴ διπλάσιον εἶναι· οὐ γὰρ πρὸς τὸν αὐτὸν καὶ ἕνα ἀριθμὸν δείκνυσιν αὐτὸν διπλάσιόν τε καὶ οὐ διπλάσιον ἀλλὰ πρὸς ἄλλον καὶ ἄλλον, πρὸς μὲν τὸ ἓν διπλάσιον, πρὸς δὲ τὰ δ΄ οὐ διπλάσιον. ἀλλὰ καὶ ὡσαύτως φησίν, ἤγουν μὴ τὸν μὲν τὸ δυνάμει λαμβάνειν, τὸν δὲ τὸ ἐνεργείᾳ διδόναι· οὐδὲ γὰρ οὐδὲ οὕτως ἔσται ἀντίφασις. ὁ γὰρ λέγων, ὅτι ὁ κοιμώμενος ὄψιν ἔχει, ὁ ἔχων ὄψιν ὁρᾷ, ὁ κοιμώμενος ἄρα ὁρᾷ, οὐκ ἐλέγχει τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον· τὸ γὰρ ‘ὁ ὄψιν ἔχων ὁρᾷ᾿ δύο σημαίνει, τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. καὶ ἐν τῷ αὐτῷ δέ, φησί, χρόνῳ· τὸ γὰρ κατ’ ἄλλον καὶ ἄλλον χρόνον φαῦλόν τε καὶ οὐ φαῦλον λέγειν τὸν αὐτὸν οὐκ ἀδύνατον. ὁ δὲ λέγων πάντα ἄνθρωπον ἐπὶ τοῦ παρ’ Ἡσιόδῳ χρυσοῦ γένους ἀγαθὸν εἶναι καὶ οὐδένα ἄνθρωπον ἐπὶ τοῦ σιδηροῦ ἀγαθόν, εἶτα συνάγων πάντα ἄνθρωπον καὶ μηδένα ἄνθρωπον ἀγαθὸν εἶναι οὐκ ἐλέγχει τὸν μὴ τοῦτο λέγοντα· οὐ γὰρ ἔδειξεν ἐν τῷ αὐτῷ χρόνῳ ἀγαθοὺς εἶναι καὶ μὴ ἀγαθοὺς πάντας ἀνθρώπους, οὗ δειχθέντος ἀληθὴς ἄν ἦν ἔλεγχος, ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ χρόνῳ. ἀλλὰ καὶ ὁ λέγων, ὅτι τὸ σκυλάκιον ὁρᾷ, τὸ σκυλάκιον οὐχ ὁρᾷ, οὐκ ἐν τῷ αὐτῷ χρόνῳ συνάγει τὴν φαινομένην ἀντίφασιν ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. ταῦτα δὴ πάντα [*](5 τὸ aA: τοῦ I συλλογίσεται οὕτως Α 6 ἄφθαρτον (post ψυχὴ) pr. I 10 τὸ AI: om. a καὶ a1aA: οὐ a2 11 ἀναλυτικῶν om. Α ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλ.] c. 16 p. 64b28 sq. 12 καὶ alt. aQR: om. I 17 κατ’ al: πρὸς A 18 τὸ alt. QR: om. al 19 an <δεῖ> δεικν.? at cf. vs. 24. 25 et 44,9 20 δύο a: om. I 22 τε a: om. I 24 ἤγουν a2I: ἡ a1 25 τῷ (post δὲ) a1 26 ἔσται Al: ἐστὶν a 28. 29 δύο γάρ τὸ ὁρᾶ σημαίνει· καὶ τὸν δυνάμενον ἐνεργεῖν, καὶ τὸν ἐνεργοῦντα Α 32 ἡσιόδου a 38 δεῖ Α)
46
εἰδέναι χρεὼν τὸν μήτε ἀπατᾶσθαι ἐθέλοντα μᾶλλον μὲν οὖν σπουδάζοντα] καὶ τὸν ἀπατῶντα ἐλέγχειν, ὡς εἰ μὴ εἰδείη, οὔτε ἐλέγχειν δυνήσεται καὶ αὐτὸς τοῖς ἀπατᾶν ἐσπουδακόσιν ἁλώσεται.

Καὶ τοῦτό ἐστι τὸ παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν. εἰπὼν δὲ τίς ἐστιν ὁ κυρίως ἔλεγχος, κἀντεῦθεν δείξας ὡς οἱ κατὰ τὸν διορισμὸν τοῦ ἐλέγχου τούτου ἐλεγχόμενοι κυρίως ἐλέγχονται, ἑξῆς φησι κατὰ τὸν αὐτὸν δὲ τρόπον γίνεσθαι καὶ τὸ ψεύσασθαι περί τινος. ὥσπερ γὰρ τὸ ἀληθῶς ἐλέγχεσθαι γίνεται, ὅταν τις εἰς ἀντίφασιν περιενεχθῇ τοῦ αὐτοῦ καὶ ἑνὸς ληφθέντος πράγματος, καὶ ὅταν μὴ συναριθμηθῇ τὸ ἐν ἀρχῇ, οὕτως καὶ τὸ ψευδῆ γενέσθαι τὸν παραλογισμὸν συμβαίνει, ὅταν ἢ ὁμώνυ|μον ληφθῇ ἢ τὸ ἐν ἀρχῇ συναριθμηθῇ. καὶ διὰ τοῦ ἐπαγομένου [*](f. 16 ν) μάλιστα τοῦτο σαφηνίζει. ἔνιοι γάρ, φησίν, ἀπολείποντές τι τῶν λεχθέντων φαίνονται ἐλέγχειν, οὐκ ἐλέγχουσι δέ. θέμενος δὲ τὸν ὁρισμὸν τοῦ ἐλέγχου τοῦ πρὸς ταὐτὸ καὶ τοῦ κατὰ ταὐτὸ τίθησι παραδείγματα· φησὶ γὰρ ὅτι φαίνονταί τινες ἐλέγχοντες, ὅταν λέγωσιν τὰ δύο διπλάσια, τὰ δύο οὐ διπλάσια· τοῦ μὲν γὰρ ἑνὸς διπλάσια, τῶν δὲ τριῶν οὐ διπλάσια. καὶ τοῦτο μὲν ἔφησεν ἐνδεικνύμενος τὸ πρὸς ταὐτό· εἰ γάρ τις τὰ δύο διπλάσια τοῦ ἑνὸς ἀποδείξειε καὶ τοῦ αὐτοῦ πάλιν οὐ διπλάσια, τότε καὶ κυρίως ἐποιήσατο ἔλεγχον. τὸ δὲ παράδειγμα δεύτερον τιθέμενον εἰς ἔνδειξιν τοῦ κατὰ ταὐτὸ τέθεικεν. οὐ γὰρ οὐδὲ ὁ τόδε τὸ μέγεθος ἑτέρου λέγων εἶναι διπλάσιον καὶ οὐ διπλάσιον, κατ’ ἄλλο δὲ καὶ ἄλλο, οἷον κατά μὲν τὸ μῆκος διπλάσιον, κατὰ δὲ τὸ πλάτος οὐ διπλάσιον, οὐδὲ οὗτος ἔλεγχον ἐποίησε· τότε γὰρ ἔσται ἄν ἀληθὴς ὁ ἔλεγχος, εἴπερ τὸ μέγεθος τόδε κατὰ τὸ μῆκος μόνον ἐδείκνυτο διπλάσιον καὶ οὐ διπλάσιον. τὸ δὲ ἑξῆς τούτων τίθησι δεικτικὸν τοῦ μὴ μόνον καὶ κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως ὀφείλειν ἔχειν, εἴπερ ἀληθὴς ἔλεγχος μέλλει ἔσεσθαι ὁ τὴν ἀντίφασιν τοῦ αὐτοῦ καὶ ἑνὸς συνάξων, ἀλλὰ καὶ τὸ ἐν τῷ αὐτῷ χρόνῳ ὀφείλειν κατασκοπεῖσθαι. εἰ γὰρ τὸ αὐτὸ μὲν καὶ ἕν ἐστι τὸ πρᾶγμα, μὴ λαμβανομένου τοῦ ἐξ ἀρχῆς, μήτε κατ’ ἄλλο καὶ ἄλλο μέρος λέγοιτο, οὐ λαμβάνοιτο δὲ καὶ ἅμα, τουτέστιν ἐν τῷ αὐτῷ καὶ ἑνὶ χρόνῳ, φαινόμενος ἔλεγχος γενήσεται.

Ταύτα εἰπὼν καὶ τὸν ἔλεγχον τὸν ἀληθῶς ὅστις ἐστὶν ἀκριβῶς διορισάμενος ἐπάγει· ἕλκοι δ’ ἄν τις τὸν τρόπον τοῦτον τὸν σοφιστικὸν [*](1 θέλοντα Α μᾶλλον μὲν οὑν σπουδάζοντα aAI: οm. KQR 5 ὁ om. Α 6 δὲ om. Α 7 ψεύσασθαι Α Arist.: ψεύδεσθαι al cf. vs. 10 παρὰ I 8 post ὅταν add. δὲ al: om. Α περιενεχθῇ Α: περιενεχθείη al 10 post τὸ add. ψεύδεσθαι ἢ a 12 φασὶν Α ἀπολείποντες Α I(C): ἀπολιπόντες (sic) a: ἀπολιπόντες Arist. 14 et 17 πρὸς ταὐτὸ v cf. p. 45,18: πρὸς αὐτὸ al 14 τοῦ tertium a: om. I 16 τὰ δύο οὐ διπλάσια om. pr. I, add. I1 16. 17 διπλάσια—διπλάσια Arist.: διπλασίου— δίπλ’ I: διπλάσιον utrobique a 18 διπλάσια (post οὐ) scripsi: διπλάσιον a: διπλασίου I 19 παράδειγμα β a1: περὶ πόδας a2: παρὰ πο I 23 ἔσται ἄν I: ἐστὶν a 24 οὐ om. a1 26 πρὸς αὐτὸ a 27 μέλει, ut videtur, pr. I 32 εἶπον a 33 τις τοῦτον τρόπον τὸν σοφιστικὸν a)

47
παρὰ τὴν ὁμωνυμίαν καὶ ὁ παρὰ τὴν ἀμφιβολίαν τῶν παρὰ τὴν λέξιν ἦσαν τρόπων· τὸ δὲ ‘ὁ κοιμώμενος ὄψιν ἔχει᾿ ἀμφίβολον· ἢ γὰρ ὅτι ἐνεργεῖ τῇ ὄψει, δύναταί τίς ὑπονοεῖν, ἢ ὅτι ἐνεργήσειεν ἄν.

[*](p. 167a 36)

Οἱ δὲ παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν γίνονται μὲν οὕτως.

Ὁ τὸ ἐν ἀρχῇ λαμβάνων παραλογισμὸς τέταρτός ἐστι τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων, καὶ εἴρηται περὶ τούτου πρὸ βραχέος ὅπως γίνεται· προκειμένου γὰρ τοῦ προβλήματος τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος, λαβών τις τὸ ‘ ἄφθαρτος᾿ καὶ ‘ἀίδιος᾿ ὡς ἕτερα ὄντα καὶ μὴ ταὐτὰ τῷ ‘ἀθάνατος᾿ συνεπεράνατο τὴν ψυχὴν ἀθάνατον. εἴρηται δὲ τελεώτερον ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν· οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν σαφέστατα εἴρηται ὡς πενταχῶς αἰτεῖται. παραλογίζονται δὲ οἱ μὴ δυνάμενοι συνορᾶν ὅτι ταὐτόν ἐστι τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ ἀπατῶνται ὑπὸ τῶν σοφιστῶν μηδὲν ἀποδεικνυόντων ἀλλὰ δι’ ἑαυτοῦ δεικνυόντων τὸ μὴ δι’ ἑαυτοῦ δῆλον καὶ πρότασιν ποιουμένων τὸ πρόβλημα· ὅταν γὰρ ζητουμένου τοῦ εἰ ἡ ψυχὴ ἀθάνατος λέγῃ ὁ σοφιστὴς ἰὴ ψυχὴ ἄφθαρτος, τὸ ἄφθαρτον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος᾿, οὐδὲν ἀποδείκνυσιν, ἀλλὰ τὸ ἐξ ἀρχῆς αἰτεῖται. ἀλλὰ κἄν τινος λέγοντος ὅτι οὐκ ἔστι τόπος συνάγῃ τις τὸ εἶναι τόπον οὕτω πὼς λέγων ‘εἰ ἔστιν ἄνω καὶ κάτω καὶ πρόσθεν καὶ ὄπισθεν καὶ δεξιὸν καὶ ἀριστερόν, ἔστι τόπος· ἀλλὰ μὴν ἔστιν ἄνω καὶ κάτω καὶ τὰ λοιπά· ἔστιν ἄρα τόπος᾿, τὸ ἐν ἀρχῇ καὶ οὗτος αἰτεῖται, ἤτοι ὃ ἔδει δεῖξαι, ἔλαβεν ἀναποδείκτως· εἰ γὰρ τὸ ὅλον οὐδὲν ἄλλο ἐστὶν ἢ τὰ ἑαυτοῦ μέρη, ὁ λέγων ‘εἰ ἔστι τὰ μέρη τοῦ τόπου, ἔστιν ὁ τόπος᾿ οὐδὲν ἄλλο φησὶν ἢ ἱεῖ ἔστιν ὁ τόπος, ἔστιν ὁ τόπος᾿ .

[*](p. 167b 1)

Ὁ δὲ παρὰ τὸ ἑπόμενον ἔλεγχος διὰ τὸ οἴεσθαι ἀντι- στρέφειν τὴν ἀκολούθησιν.

Ὁ παρὰ τὸ ἑπόμενον ἔλεγχος πέμπτος ἐστὶ τρόπος τῶν ἐκτὸς τῆς λέξεως φαινομένων ἐλέγχων. μέρος δέ ἐστι τοῦ παρὰ τὸ συμβεβηκὸς [*](1 τοὺς a Arist.: τὸ I 2 ὁ παρὰ τὴν om. Α 4 ἄν QR: οm. aAI 7 τούτων a πρὸ βραχέος] p. 44,30 sq. 8 γίνονται a 9 λαμβάνων Α 10 συμπεράνατο a1 11 ἐν τοῖς δευτέροις δευ corr. I1) τῶν Προτέρων προ corr. Ι1) ἀλαλ.] cf. p. 6,9, ubi idem caput citatur 11. 12 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 13 p. 162b31 sq. 12 σαφέστατον a εἴρηται al: περὶ τοῦ ἐν ἀρχὴ Α αἰτεῖται Α: εἴρηται al 13 φθαρτὸν Α 14 μὴ Α 15 ἑαυτοῦ utrobique AI: ἑαυτὸ— αὐτὸ a δεικνύντων a 16 λέγει a 19 συνάγει a 20 πρόσθεν al: ἔμπροσθεν Α 21 ἐστιν (post μὴν) aA: om. I 22 ἤτοι—ἀναποδείκτως om. Α 23 τὸ γὰρ omisso εἰ A post ὁ add. γοῦν A 24 ὁ prius om. Α εἰ om. a ὁ alterum I: om. aA 25 ὁ om. Α 26 τὸ alterum a Arist.: τοῦ Ι 28 τρόπος (??) ἐστὶ)

48
παραλογισμοῦ, ὃς πρῶτός ἐστι τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων· τοῦτο δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης προιὼν ἐρεῖ· ἀμφότεροι γὰρ οὗτοι οἱ σοφισμοὶ ἀπὸ συμβεβηκότος ὥρμηνται. διαφέρουσι δέ, ὅτι ὁ μὲν παρὰ τὸ συμβεβηκὸς οὐκ | ἀντιστρέφει τοὺς ὅρους, ἀλλ’ οὑτωσὶ συλλογίζεται· ὁ Σωκράτης [*](f. 17r) ζῷον, τὸ ζῷον γένος, ὁ Σωκράτης ἄρα γένος· ὁ δὲ παρὰ τὸ ἑπόμενον ὡς ἀντιστρέφοντας λαμβάνει τοὺς ὅρους καὶ γίνεται, ὅταν καὶ τὰ μὴ ἀντιστρέφοντα ὡς ἀντιστρέφοντα λαμβάνηται. ἐπειδὴ γὰρ ἕπεται τῷ κλέπτῃ τὸ νύκτωρ πλανᾶσθαι, ἀντιστρέφοντες οἱ σοφισταὶ λέγουσι καὶ ‘ὁ νύκτωρ πλανώμενος κλέπτης ἐστί᾿ καὶ ἐπειδὴ τὸ μέλι ξανθόν ἐστι, καὶ τὸ ξανθὸν μέλι εἶναί φασι. καὶ κατὰ τοῦτο τὸν κατασοφισμὸν συμβαίνει γίνεσθαι. οὐκ ἀνάγκη δέ, εἰ ὁ μοιχὸς καλλωπίζεται, καὶ τὸν καλλωπιζόμενον μοιχὸν εἶναι· πολλοῖς γὰρ ταῦτα ὑπάρχει, λέγω δὲ καὶ τὸ νύκτωρ πλανᾶσθαι καὶ τὸ καλλωπίζεσθαι· τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει. ἀλλὰ τοιαύτη μὲν ἡ τῶν λεγομένων διάνοια. τὰ δὲ κατὰ τὴν λέξιν οὕτως ἔχει· ὅταν γὰρ μέλιτος ὄντος ἐξ ἀνάγκης ἕπεται καὶ τὸ ξανθόν, καὶ τινὸς ξανθοῦ ὄντος οἴονται εἶναι μέλι· καὶ γίνεται ὁ παραλογισμὸς ἐντεῦθεν· συμβαίνει γὰρ εἶναι χολήν, ἥτις ἐστὶ ξανθή, πλὴν οὐχὶ καὶ μέλι. ὁ δὲ παραλογιζόμενος οὕτως ἀπατᾷ· οὐχὶ τὸ μέλι ξανθόν ἐστί; ναί· ὥστε καὶ τὸ ξανθὸν μέλι· ἡ δὲ χολὴ ξανθή· ἡ χολὴ ἄρα μέλι. καὶ αἱ περὶ τὴν δόξαν ἀπάται ἐντεῦθεν τίκτονται· ἡ μὲν γὰρ γεῦσις ἀντιλαμβάνεται τοῦ μέλιτος ὡς γλυκέος, ἡ δὲ ὄψις ὡς ξανθοῦ· ἀφ’ ὧν ἡ δόξα τὰ πάθη συνθεῖσα καὶ ὡς ἓν δοξάζουσα, ὁπηνίκα ἐνεργεῖ ἡ ὄψις περί τι ξανθὸν καὶ ὁρᾷ τι χολοβαφές, εὐθὺς καὶ μέλι τοῦτο εἶναι δοξάζει. πάλιν ἐπειδὴ ἐξ ἀνάγκης ὄμβρου κατενηνεγμένου ἡ γῆ διάβροχος γίνεται, καὶ ὁπηνίκα ὕδατος ἔκχυσις γένηται, ὑετοῦ καταφορὰν γενέσθαι νομίζομεν. ἐντεῦθεν καὶ τὸν ἥλιον πολλάκις ποδιαῖον ἡ ὄψις εἶναι δοξάζει διὰ τὸ ἕπεσθαι ταῖς τῆς ὄψεως φαντασίαις. οὐ μὴν ἀλλὰ καὶ ἐν τοῖς ῥητορικοῖς συλλογισμοῖς αἱ σημειώδεις ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται. ἐπειδὴ γὰρ σημεῖον τοῦ μοιχοῦ τὸ καλλωπίζεσθαί ἐστι καὶ τοῦ κλέπτου τὸ νυκτὸς πλανᾶσθαι ἕπεται γὰρ καὶ τῷ μοιχῷ τὸ καλλωπίζεσθαι καὶ τῷ κλέπτῃ τὸ νυκτοπορεῖν), διὰ τοῦτο αἱ ῥητορικαὶ ἀποδείξεις ἐκ τῶν ἑπομένων γίνονται· ὁ γὰρ βουλόμενος δεῖξαι ὅτι μοιχός ἐστι, τὸ ἑπόμενον ἔλαβεν, ὅτι καλλωπιστής, καὶ ὁ τὸν κλέπτην ἐλέγξαι βουλόμενος ὅτι νύκωρ πλανᾶται. τὸ δὲ πολλοῖς μὲν ταῦτα ὑπάρχει, τὸ δὲ κατηγορούμενον οὐχ ὑπάρχει λύσις ἐστί. κατηγορούμενον δὲ λέγει τὴν μὲν μοιχείαν κατηγο- [*](1. 2 ὃς—ἐρεῖ om. Α 2 ἐρεῖ] c. 6 p. 168b27 sq. παραλογισμοὶ Α 3 post ἀπὸ add. τοῦ Α συμβεβηκότων a δέ om. a1 4 συλλογίζονται pr. I 6 ὡς ἀντιστέφοντας post ὅρους collocat Α 8 et 12 νύκτωρα a 10 σοφισμὸν a 11 τὸν KQR: τὸ al 16 οἴωνται Ι ante μέλι add. τὸ a 18 ὥστε Ι: ὡς a 19 ἡ χολὴ om. a1 21 συντιθεῖσα a καὶ Ι: ἡ a 24 καὶ ὁπηνίκα scripsi: inv. ord. I: ὁπηνίκα δὲ a 26 ἡ ὄψις ποδιαῖον πολλάκις Α immo ἡ δόξα cf. vs. 21 27. 28 σημειώδεις] εἰῶ non liquet in I 29 νύκτα a γὰρ al: δὲ Α 34 post ὑπάρχει add. ἤγουν τὸ καλλωπίζεσθαι καὶ τὸ νυκτορεῖν a: om. Al 35 post ὑπάρχει add. ἤγουν τὸ μοιχὸς καὶ τὸ κλέπτης a: om. Al 35. p. 49, 1 τὴν—κατηγορίαν Al: τὸν μοιχὸν κατηγορούμενον a)
49
ρίαν τοῦ καλλωπίζεσθαι, τοῦ δὲ νυκτὸς βαδίζειν τὸ κλέπτειν, οὐχ ὡς ἀληθῶς κατηγορουμένων εἴρηται γὰρ ὡς οὐκ ἀνάγκη ἀντιστρέφειν), ἀλλ’ ὡς ὑπὸ τῶν σοφιστῶν ὡς κατηγορουμένων λαμβανομένων. ὁμοίως δέ, φησί, καὶ ἐν τοῖς συλλογιστικοῖς, ἤτοι τοῖς κατὰ συλλογισμὸν δοκοῦσι προβαίνειν λόγοις, οἷος δοκεῖ καὶ ὁ τοῦ Μελίσσου εἶναι. οὗτος γάρ, δεῖξαι θέλων ὅτι ὅν ἐστι τὸ ὂν καὶ ἄπειρον, κατεσκεύαζε τοῦτο διὰ τῆς σὺν ἀντιθέσει τάχα ἀντιστροφῆς λέγων ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον λοιπὸν οὐχ ἕξει ἀρχήν· εἶτα προσετίθει καὶ τὴν ἑτέραν πρότασιν, ὅτι τὸ μὴ ἀρχὴν ἔχον ἄπειρον, ὡς εἶναι τοιοῦτον τὸ συλλογιζόμενον· τὸ ὂν οὐ γέγονε, τὸ μὴ γενόμενον ἀρχὴν οὐκ ἔχει, τὸ μὴ ἔχον ἀρχὴν ἄπειρον, τὸ ὂν ἄπειρον. τούτου γοῦν τοῦ λόγου πολλὰ μὲν καὶ ἄλλ’ ἄττα αἰτιάματα ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκροάσεως εἴρηται τῷ Ἀριστοτέλει· ἀπεδείχθη δὲ καὶ τὸ ἡμαρτημένον, ἡ σὺν ἀντιθέσει ἀντιστροφή· ταύτης γὰρ τῇ ἀναιρέσει τοῦ ἑπομένου καὶ τὸ ἡγούμενον ἀναιρούσης οὐχ οὕτως ἔχει καὶ ἡ παρὰ τοῦ Μελίσσου. εἰ μὲν γὰρ ἄνθρωπός ἐστιν, ἕπεται καὶ ζῷον εἶναι ἐξ ἀνάγκης· ζῴου δὲ μὴ ὄντος εὔδηλον ὡς οὐδὲ ἄνθρωπος. ἐχρῆν οὖν καὶ τὸν Μέλισσον οὕτως ἀντιστρέψαι καὶ εἰπεῖν, ὡς εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἀρχὴν ἔχον οὐ γέγονεν· ὁ δ’ οὐχ οὕτω πεποίη|κεν, ἀλλὰ τῇ ἀναιρέσει τοῦ ἡγουμένου συνανεῖλε καὶ τὸ [*](f. 17 ν) ἑπόμενον. ἀλλ’ ἐπισκεπτέον αὖθις τὰ ῥητὰ κατὰ λέξιν. οἷον ὁ Μελίσσου λόγος ὅτι ἄπειρον τὸ ἅπαν. ἐδείκνυε, φησίν, ὁ Μέλισσος ὅτι ἄπειρον τὸ ἅπαν, τουτέστι τὸ ὄν· τὸ γὰρ ἅπαν ἀντὶ τοῦ ὄντος εἴληφεν. ἐδείκνυε δὲ τοῦτο λαμβάνων ὅτι τὸ ὂν ἀγένητον, ἤτοι τὸ ὂν οὐ γέγονε. καὶ τίθησι τὴν τούτου κατασκευήν· εἰ γὰρ τὸ ὂν λέγει τις γενέσθαι, ἢ ἐξ ὄντος ἄν γένοιτο ἢ ἐκ μὴ ὄντος· ἀλλ’ ἐξ ὄντος μὲν γενέσθαι οὐκ ἐνδέχεται· τὰ αὐτὰ γὰρ καὶ περὶ ἐκείνου ζητήσομεν· ὁμοίως δὲ ἀδύνατον καὶ ἐκ μὴ ὄντος εἰπεῖν γενέσθαι τὸ ὄν, διὰ τὸ κοινὸν ἀξίωμα εἶναι τῶν φιλοσόφων μηδὲν ἐκ τοῦ μηδαμῇ μηδαμῶς ὄντος γίνεσθαι· συνάγεται λοιπὸν τὸ ὂν ἀγένητον εἶναι. εἰ γοῦν τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ γενόμενον ἀρχὴν οὐχ ἕξει· τὸ δὲ μὴ ἔχον ἀρχὴν ἄπειρον. πρὸς τοῦτο οὖν φησιν ὁ Ἀριστοτέλης ὡς οὐκ ἀνάγκη, εἰ τὸ γενόμενον ἅπαν ἀρχὴν ἔχει, καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι. τοιοῦτον δέ τινα νοῦν ἔχει τὸ λεγόμενον. ὁ Μέλισσος τὸ μὴ γεγονέναι καὶ τὸ ἀρχὴν μὴ ἔχειν ταὐτὸν ἐνόμιζεν εἶναι καὶ ἐξισάζειν καὶ ἀντιστρέφειν. ὑπήχθη δὲ εἰς ταύτην τὴν ἔννοιαν ἀπὸ τοῦ καὶ τὸ γενό- [*](1 τὸν κλέπτην a 3 ὡς prius om. Α 4 καὶ I Arist.: om. a ἤτοι I: ἤγουν a 7 ἔχειν, post quod καὶ τὸ ἀρχὴν ἔχον γεγονέναι ὃ ψεῦδος ἐστίν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἑ ex p. 50,2. 3 illata expunxit, I 11 τὸ ὃν ἄπειρον om. A post ὂν add. ἄρα a τούτου—λόγου iterata delevit A1 γοῦν Α1: οὖν a μὲν om. Α 11. 12 ἄλλαττα (sic) I: ἄλλα τἄ aA 12 ἐν τῷ πρώτῳ τῆς Φυσικῆς ἀκρ.] c. 3 p. 186a8 sq. 13 καὶ τὸ ἡμαρτημένον al: ὅτι ἡμαρτημένη καὶ A 15 ἔχει AI: ἐπὶ a παρὰ AI: περὶ ut solet a 20.21 κατὰ—ἅπαν om. Α 21.22 ἐδείκνυε— ἅπαν supra lineam I1 22 τουτέστι ΑΙ: τόδε ἐστὶ a τὸ γὰρ— εἴληφεν om. Α τοῦ I: om. a 23 ἤτοι AI: ἤγουν a 25 post ἐκ add. τοῦ a 33 ante ἀρχὴν add. μὴ Α ταὐτά A)
50
μένον καὶ τὸ ἀρχὴν ἔχον ταὐτὰ οἴεσθαι καὶ ἀντιστρέφοντα, ὥστε καὶ πᾶν τὸ γενόμενον ἀρχὴν ἔχειν καὶ πᾶν τὸ ἀρχὴν ἔχον γεγονέναι, ὃ ψεῦδός ἐστιν· εἰσὶ γάρ τινα ἀρχὴν μὲν ἔχοντα μὴ γεγονότα δέ, ὡς τὰ οὐράνια καὶ θεῖα σώματα. εἰ γοῦν τοῦτο ψεῦδος, δῆλον ὡς οὐδὲ τὸ μὴ γενόμενον καὶ τὸ μὴ ἀρχὴν ἔχον ταὐτά εἰσιν.

[*](p. 167b 21)

Ὁ δὲ παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον, ὅταν προσληφθῇ τὸ ἀναίτιον.

Oὗτος ὁ τρόπος ἕκτος ἐστὶ τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν. ὃ δὲ ἐνταῦθα παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καλεῖ, τοῦτο ἐν τοῖς δευτέροις τῶν Προτέρων ἀναλυτικῶν “μὴ παρὰ τοῦτο” ὠνόμασε. γίνεται δὲ τοῦτο ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς, ὅταν καὶ δίχα τῆς ὑποθέσεως οὐδὲν ἧττον περαίνηται τὸ ἀδύνατον, συναγόντων τῶν σοφιστῶν τὸ τοιοῦτον ἀδύνατον καὶ λεγόντων ὅτι διὰ τὴν ὑπόθεσιν ἡμῶν τῶν προσδιαλεγομένων αὐτοῖς τοῦτο γέγονε τὸ ἀδύνατον, μηδαμῶς τῆς ὑποθέσεως ἡμῶν αἰτίας οὔσης τοῦ συμβαίνοντος ἀδυνάτου· τότε γὰρ μάλιστα ἔστι λέγειν τὸ “μὴ παρὰ τοῦτο”. ἔσται δὲ δῆλον τὸ λεγόμενον ὧδε· εἰ τις λέγει τὸ ζῷον παντὶ λευκῷ καὶ ἡμῶν λεγόντων μὴ εἶναι ἀληθές οὐ γὰρ πᾶν λευκὸν ζῷόν ἐστι) πειρᾶται ἐλέγχειν ἡμᾶς λέγων ‘εἰ γὰρ ψεῦδος τὸ παντί, ἔσται ἀληθὲς τὸ ἀντιφατικῶς ἀντικείμενον τὸ ζῷον οὐ παντὶ λευκῷ᾿, ἔπειτα τῇ θέσει ταύτῃ τῇ λεγούσῃ τὸ ζῷον οὐ παντὶ λευκῷ δεικνὺς ἀδύνατόν τι ἑπόμενον, ψεῦδος μὲν εἶναι λέγει τὸ τὸ ζῷον οὐ παντὶ λευκῷ, ἀληθὲς δὲ εἶναι εἰσάγει τὸ ὃ αὐτὸς ἔλεγε, τὸ πᾶν λευκὸν εἶναι ζῷον. δείκνυσι δὲ τοῦτο οὕτως συλλογιζόμενος· τὸ ζῷον καθ’ ὑμᾶς οὐ παντὶ λευκῷ, τὸ λευκὸν παντὶ πτηνῷ, τὸ πτηνὸν παντὶ κόρακι, τὸ λευκὸν ἄρα παντὶ κόρακι· ἀλλὰ μὴν τοῦτο ψεῦδος· ψευδὴς ἄρα καὶ ἡ ὑπόθεσις ᾗ τὸ ἀδύνατον ἠκολούθησε καὶ ἀφ’ ἧς γέγονε τὸ ψεῦδος· ἦν δὲ ἡ λέγουσα ὅτι τὸ ζῷον οὐ παντὶ λευκῷ· ἀληθὲς ἄρα τὸ παντί. πρὸς τοῦτο ῥητέον· οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ [*](I ταὐτὰ AI: ταὐτὸν a καὶ alt. Α: ὡς I: εἰ a 2 ἔχειν ΑΙ: ἔχει a πᾶν Α: om. al 3 post δὲ add. καθ’ ἕλληνας a 9 καλεῖ ante ἐνταῦθα collocat Α τοῖς δευτέροις Ι: τοῖς β a: τῶ δευτέρω, quod coniecit Waitz Organ. II p. X, A cf. p. 47,11 10 ἀναλυτικῶν om. Α 9. 10 ἐν τοῖς δευτέροις τῶν Προτ. ἀναλ.] c. 17 p. 65 a 38 11 post συλλογισμοῖς add. τοῖς ἀδύνατόν τι συνάγουσιν ἔκ τινος ὑποθέσεως ψευδοῦς τεθείσης· ἢ καὶ ψευδοῦς προτάσεως ἐγκαταμιχθείσης, δι’ ἧς ἀναγκαῖον ἀναιρεῖν τινὰ τῶν κειμένων προτάσεων, ἐξ ἧς τὸ ἀδύνατον καὶ τὸ ψεῦδος συνήχθη· γίνεται οὖν τοῦτο, ὡς εἴπομεν, ἐν τοῖς δι’ ἀδυνάτου συλλογισμοῖς Α 12 περαίνηται οὐδὲν ἧττον A συναγόντων om. Α 12. 13 τὸ τοιοῦτον—ὅτι al: διενισταμένων, ὡς Α 14 τοῦτο γέγονε al: συνήχθη Α post ἀδύνατον add. καὶ ταῦτα Α 14. 15 οὔσης τῆς ὑποθέσεως αἰτίας A 15 ante συμβαίνοντος delevit συμπεράσματος Α1 post μάλιστα add. ἔθος Α 16 ἐστι a εἴ τις λέγοι τῶν σοφιστῶν τὸ Α 18 πειρᾶται—γὰρ al: ἀληθεύει γὰρ μᾶλλον τὸ ζῶον οὐ παντὶ λευκῶ, εἶτα λάβη ὁ σοφιστὴς πειρώμενος ἡμᾶς ἐλέγχειν. καὶ εἰπὼν εἰ Α ἐστὶν a 19 post ἀντικείμενον add. ὅπερ ἐστιν Α post ζῶον add. καθ’ ὑμᾶς (e vs. 23) Α 21 τὸ alt. om. Α 22 συνάγει εἶναί Α 23 ὑμᾶς AI: ἡμᾶς a 26 ἡ AI: om. a ὅτι al: ὡς Α 27 ῥητέον οὖν πρὸς τὸν σοφιστὴν, ὡς οὐ A)

51
τὴν ὑπόθεσιν τὴν λέγουσαν τὸ ζῷον οὐ παντὶ λευκῷ συνῆκται τὸ λευκὸν παντὶ κόρακι, ἀλλὰ παρὰ τὴν σὴν τὴν λέγουσαν τὸ λευκὸν παντὶ πτηνῷ· ἀφαιρεθείσης γὰρ τῆς ὑποθέσεως ἡμῶν τῆς, ὡς λέγεις, αἰτίας γενομένης τοῦ ἀτόπου πάλιν τὸ ψεῦδος συνάγεται. δείκνυσι δὲ καὶ αὐτός, ὅπως οὐ γίνεται παρὰ τὴν ὑπόθεσιν ἡμῶν τὸ ψεῦδος ἀλλὰ παρὰ τὴν τῶν σοφιστῶν, καὶ ἐπὶ παραδείγματός τινος. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. λέγει τις ἀληθῶς ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. πειρᾶται οὖν ὁ σοφιστὴς δεικνύναι τοῦτο ψεῦδος καὶ φησίν· εἰ ἔστιν ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ, οὐχ ὄψεταί τι τῇ ὑποθέσει ἀδύνατον· ἀλλὰ μὴν ἕψεται, ὡς δειχθήσεται· οὐκ ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. εἶτα πειρᾶται δεικνύναι ἀδύνατόν τι τοῦτον τὸν τρόπον, εἰ γὰρ ἡ φθορὰ λέγων καὶ ἡ γένεσις ἐναντία, καὶ τῇ τινὶ φθορᾷ ἔσται τὶς γένεσις ἐναντία· [*](f. 18r) τὶς δὲ φθορὰ ὁ θάνατός ἐστιν· ὥστε ἔσται τῷ θανάτῳ τινὶ ὄντι φθορᾷ ἐναντία τὶς γένεσις· οὐδὲν δὲ ἄλλο τῷ θανάτῳ ἐναντίον ἢ ἡ ζωή· ἡ ζωὴ ἄρα γένεσις· εἰ δὲ ἡ ζωὴ γένεσις, καὶ τὸ ζῆν γίνεσθαι· ὥστε καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεται· ἀδύνατον δὲ τῷ ζῴῳ, ᾗ ζῇ, γίνεσθαι· εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατος καὶ ἡ ὑπόθεσις παρ’ ἣν τοῦτο γίνεται· ἦν δὲ ἡ λέγουσα ὅτι ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτὸν τῷ αἰτίῳ. οὐκ ἔστιν ἄρα ἡ ψυχὴ καὶ ἡ ζωὴ ταὐτόν. φαμὲν οὖν πρὸς τοῦτο ὅτι οὐ παρὰ τοῦτο· οὐ γὰρ παρὰ τὸ λέγειν ἡμᾶς τὴν ψυχὴν καὶ τὴν ζωὴν ταὐτὸν συνήχθη τὸ ‘τὸ ζῷον, ᾗ ζῇ, γίνεται᾿, ἐπεὶ καὶ τούτου μὴ κειμένου οὐδὲν ἧττον διὰ τῶν λοιπῶν προτάσεων τὸ ἀδύνατον συναχθήσεται· ἀλλὰ τὸ ἀδύνατον συνῆκται παρὰ τὸ λέγειν σε τὴν ζωὴν ἐναντίαν τῷ θανάτῳ ὄντι φθορᾷ. ἡ γὰρ φθορὰ οὐ τῇ ζωῇ ἐναντία ἐστὶν ἀλλὰ τῷ ἀψύχῳ σώματι· τῇ δὲ ζωῇ ἡ διάλυσίς ἐστιν ἐναντία. ἡ διάλυσις δὲ οὐ ταὐτὸν τῇ φθορᾷ· οὐ γὰρ ἀνάγκη τὰ διαλυόμενα καὶ ἀπ’ ἀλλήλων χωριζόμενα φθείρεσθαι. ἰδοὺ γάρ τις διέλυσε μὲν ἀπ’ ἀλλήλων τὰ ἐξ ἐρίου καὶ ἐκ σηρῶν νήματα ἀλλήλοις συνημμένα καὶ κεκλωσμένα· ἡ δὲ τούτων διάλυσις οὐκ ἤδη γέγονεν αὐτοῖς καὶ αἰτία φθορᾶς. πάλιν ἐάν τις ἀπὸ τοῦ σωροῦ διακρίνῃ τὸν σῖτον καὶ τὴν κριθὴν ἀλλήλοις ὄντα συμπεφυρμένα, διάλυσις μὲν καὶ διάκρισις γέγονεν ἀπ’ ἀλλήλων, φθορὰ δὲ οὐδαμῶς. εἰ οὖν καὶ ὁ θάνατος διάλυσίς ἐστι καὶ διάκρισις ψυχῆς καὶ σώματος ἀπ’ ἀλλήλων, οὐκ ἄν εἴη ὁ θάνατος φθορά. ὅτι δὲ ὁ θάνατος οὐ ταὐτόν ἐστι τῇ φθορᾷ, δῆλον καὶ ἐκ τοῦ θνήσκειν μὲν λέγεσθαι τὰ ζῶντα, φθείρεσθαι δὲ τὰ [*](1 συνήχθη Α 3 λέγεις Α: λέγεται I: ἐλέγετο a 4 τὸ αὐτὸ ψεῦδος καὶ ἀδύνατον συνάγεται ἐκ τῶν παρὰ σοῦ τεθεισῶν προτάσεων Α 8 τὸ ψεῦδος τοῦτο a 9. 10 οὐχ ἕψεται—τῷ αἰτίῳ AKQ (sed τις pro τι et ἀδύνατον om. Κ): οm. al 12 ἐναντίον utrobique A(C) 13 ἔσται Al: ἐστὶ καὶ a 14 ἄλλῳ a ἡ om. a 15 post δὲ add. καὶ al: om. AKQR 16 ζῇ alt. om. a1 21 τὸ alt. I: om. aA 23, 24, 25 ἐναντίον Α 24 ἀψύχω a2A: ἐμψύχῳ a1I 27 ἰδοὺ—30 διάλυσις μὲν al: ὡς πυρὸς τῆς κριθῆς ἡ τὸ κεκλωσμένον σηρικὸν ἐκ τοῦ ἐρίου· οὐ γὰρ αἰτία φθορᾶς ἡ τούτων γέγονεν ἀπ’ ἀλλήλων διάλυσις· ἐστιν οὑν καὶ ὁ θάνατος διάλυσις A ἐξ (ante σήρ.) a 29 τι a 31. 32 γέγονεν—διάκρισις om. Α 32 ante ψυχῆς add. τῆς a2 33 ὅτι—p. 52,3 γίνεται bis habet Α οὐ om. a1 33. 34 ὁ θάνατος καὶ ἡ φθορὰ οὐ ταυτά εἰσι, δῆλον ἀπὸ τοῦ Ab)
52
νεκρὰ καὶ ἄψυχα τῶν σωμάτων. εἰ δ’ ἦν ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν, ἅμα τῷ χωρισθῆναι τὴν ψυχὴν τοῦ σώματος ἐφθείρετο ἄν τὸ σῶμα· νῦν δὲ οὐκ ἔστι τοῦτο, ἀλλὰ μετὰ πολὺ ἡ φθορὰ τοῦ σώματος γίνεται. τὰ μὲν οὖν λεγόμενα οὕτως ἔχει. τὸ δὲ ἐὰν ἐγκαταριθμηθῇ ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι πρὸ τοῦ συμπεράσματος τὸ συμβαῖνον βαῖνον ἀδύνατον τοιοῦτόν ἐστιν. ἐὰν ἐν τοῖς ἀναγκαίοις ἐρωτήμασι, τουτέστι ταῖς παρὰ τοῦ ἐρίζοντος λεγομέναις προτάσεσι ταύτας γὰρ ἄνα γκαῖα λέγει ἐρωτήματα, οὐχ ὅτι ἀναγκαῖόν τι συνάγουσιν, ἀλλ’ ὅτι τούτων μὴ ληφθέντων οὐκ ἄν συνήχθη τὸ προκείμενον ἀδύνατον), ἐὰν οὖν ἐν ταῖς τοιαύταις τοῦ ἐρίζοντος προτάσεσιν ἐγκαταμιχθῇ παρ’ αὐτοῦ δὴ τούτου τοῦ σοφιστοῦ πρὸ τοῦ ἐπενεχθῆναι παρ’ αὐτοῦ τὸ συμπέρασμα τὸ συμβαῖνον ἀδύνατον, τουτέστιν ἡ ψευδὴς πρότασις ἡ αἰτία γινομένη τοῦ συμβαίνοντος ἀδυνάτου δι᾿ αὐτῆς γὰρ περαίνεται τὸ τοιοῦτον ἄτοπον), δόξει πολλάκις παρὰ τοῦτο γίνεσθαι ὁ ἔλεγχος, ὥσπερ δὴ καὶ ἐνταῦθα γέγονε· συγκατεμίχθη γὰρ τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ἰὴ ζωὴ ἐναντία τῷ θανάτῳ ὄντι φθορᾷ οὐ γάρ ἐστιν, ὡς εἴρηται, ὁ θάνατος φθορὰ ἀλλὰ διάλυσις ψυχῆς καὶ σώματος. συγκατεμίχθη οὖν τοῖς ἀναγκαίοις ἐρωτήμασι τὸ ‘ὁ θάνατος καὶ ἡ φθορὰ ταὐτόν᾿ οὗ ληφθέντος συνῆκται καὶ ἡ ζωὴ γένεσις καὶ τὸ ζῆν γίνεσθαι καὶ τὸ ζῷον, ᾗ ζῇ, γίνεσθαι. τοὺς τοιούτους δὲ συλλογισμοὺς ἀσλλογίστους μὲν ἀπλῶς φησι μὴ εἶναι, τουτέστι καθόλου, πρὸς δὲ τὸ προκείμενον ἀσυλλογίστους, ὅτι οὐ συλλογίζονται ὃ αἱροῦνται διὰ τὸ ψευδεῖς τὰς προτάσεις λαμβάνειν. κατὰ τοῦτο γοῦν εἰσιν ἀσυλλόγιστοι. τὸ δὲ λανθάνειν πολλάκις οὐχ ἧττον αὐτοὺς τοὺς ἐρωτῶντας τοιοῦτόν ἐστιν, ὅτι οὐ μόνον οἱ ἀποκρινόμενοι ἐπιλανθάνονται καὶ νομίζουσι τὰ μὴ ταὐτὰ ὡς ταὐτὰ κἀντεῦθεν ἀπάτῃ ὑπάγονται καὶ σοφίζονται, ἀλλὰ καὶ οἱ ἐρωτῶντες αὐτοὶ τοῦτο πάσχουσιν, ὥσπερ καὶ ὁ Πῶλος τὴν βούλησιν καὶ τὴν δόκησιν ταὐτὸν νομίζων ὡς ἓν ὄντων ἠρώτα τὸν Σωκράτην.

[*](p. 167b 38)

Oἱ δὲ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, ὅταν λαν- θάνῃ πλείω ὄντα, καὶ ὡς ἑνός.

Ἕβδομος καὶ τελευταῖος τρόπος τῶν ἐκτὸς τῆς λέξεως σοφισμάτων ἐστὶν ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν. λέγεται δὲ οὕτως, ὅτι ἕκαστον τῶν ὑποκειμένων καὶ περὶ ὧν ὁ λόγος ἐστὶν ἰδίας ἐρωτήσεως [*](1 ἄψυχα σώματα Ab 2 post ἄν add. καὶ Ab 3 τῶ σώματι Ab 4 οὖν prius I: om. a ἐγκᾶταριθμηθῇ a2I: οὖν καταριθμηθῇ a1: καταριθμηθῇ Α: οὖν ἐγκαταριθμηθῇ Arist. 5 πρὸ a2I (c u i T, corr. Α): πρὸς a1: πρὸ—ἀδύνατον om. Α 7 τοῦ σοφιστοῦ Α 9 οὖν om. Α 10 τούτου om. Α 11 πρὸ τοῦ AI: πρὸς τὸ a 14 εἴπερ a1 16 ἐναντίον Α 19 ἡ AI: εἰ a 21 ἀσυλλόγιστος a1 23 καὶ λανθάνει Arist.: καὶ add. Q 26 ἀπάτῃ ὑπάγοντι om. A κατασοφίζονται fort, recte v: ἀπατῶνται Α αὐτοὶ, quod coniecit Waitz 1. c, Av: αὐτὰ a1: αὐτοὺς a2: compend. I 27 post πάσχουσιν add. ὃ συνέβη ἐνταῦθα· ἔλαβον γὰρ καὶ τὴν φθορὰν καὶ τὸν θάνατον ταὐτά Α ὡς Α 28 ὡς ἓν ὄντων om. Α ἠρώτα] Gorg. c. 21 p. 466 —E)

53
δεόμενον οὐ προτείνεται | ἰδίᾳ καὶ ἰδίᾳ ὁ ἐρωτῶν, ἀλλὰ συμμίξας τὰ διάφορα [*](f. 18 ν) ὑποκείμενα καὶ ὡς περὶ ἑνὸς ἐρωτῶν ἀπατᾷ τὸν ἀποκρινόμενον, ὅταν καὶ αὐτὸς τὴν ἀπόκρισιν ὡς ἑνὸς ὄντος τοῦ ὑποκειμένου δοίη, ὡς ἐπὶ τοῦδε τοῦ σοφίσματος· ὁ δεῖνα Σωκράτην καὶ Πλάτωνα τύπτει· ὁ Σωκράτης καὶ ὁ Πλάτων’ ἄνθρωπός ἐστιν· ὁ δεῖνα ἄρα ἄνθρωπον ἁλλ’ οὐκ ἀνθρώπους τύπτει. τοιοῦτόν τι πεποίηκε καὶ ὁ Πῶλος ἐν τῷ Γοργίᾳ τὰ πλείω ὡς ἓν ἐρωτήσας τὸν Σωκράτην. ἦν δὲ ἡ ἐρώτησις τοιαύτη· ‘εἰπέ μοι, ὦ Σώκρατες, οὐ δοκοῦσί σοι οἱ ῥήτορες ὥσπερ καὶ οἱ τύραννοι ποιεῖν ἅπαντα ἃ βούλονται καὶ δοκεῖ αὐτοῖς βέλτιστα εἶναι᾿ . τὰ πλείω γὰρ ἐνταῦθα ἠρώτησεν ὡς ἓν ὁ Πῶλος· ἄλλο γὰρ βούλησις καὶ ἄλλο δόκησις. ὃν ὁ Σωκράτης ἐπέπληξε πλείονας ἅμα ἐρωτήσεις ἐρωτήσαντα ὡς τὴν διαφορὰν τῆς βουλήσεως καὶ τῆς δοκήσεως ἀγνοήσαντα καὶ ὡς ἑνὸς ὄντων μίαν τὴν ἐρώτησιν ποιησάμενον. ἐπ’ ἐνίων μὲν οὖν, φησί, ῥᾴδιόν ἐστιν ἰδεῖν ὅτι πλείω ἐρωτήματά ἐστιν· οἷον πότερον ἡ γῆ θάλαττά ἐστιν ἢ ὁ οὐρανός· δῆλον γὰρ ἐνταῦθα ὅτι δύο τυγχάνει τὰ ἐρωτήματα· ἔδει γὰρ οὕτως ἐρωτῆσαι, πότερον ἡ γῆ θάλαττά ἐστιν, εἶτα αὖθις πότερον ὁ οὐρανὸς θάλαττά ἐστιν. ἐπ’ ἐνίων δέ, φησίν, οὐκ ἔστι ῥᾴδιον ἰδεῖν ὅτι πλείω τὰ ἐρωτήματά ἐστιν, καθάπερ εἶχεν ἡ προειρημένη τοῦ Πώλου ἐρώτησις. καὶ διὰ τὸ μὴ εἶναι δῆλον ὅτι πλείω εἰσὶ τὰ ἐρωτώμενα ἢ ὁμολογοῦσι τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον ἢ ἐλέγχεσθαι φαίνονται. τοιοῦτον δέ ἐστι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι τὴν τοιαύτην ἐρώτησιν ἢ ὁμολογοῦσι μὴ ἀποκρινόμενοι τὸ ἐρωτώμενον φαῦλοι κοινωνοὶ εἶναι ὡς ἐμποδίζοντες τὸ κοινὸν ἔργον, ὡς εἶναι ἔξωθεν λαμβανόμενον τὸ ‘εἶναι φαῦλοι κοινωνοί᾿ ὁμολογοῦσι γὰρ φαῦλοι εἶναι κοινωνοὶ τῷ μὴ ἀποκρίνεσθαι τὸ ἐρωτώμενον), ἢ τῷ ἀποκρίνεσθαι φαίνονται ἐλεγχόμενοι. ἔστι καὶ οὕτω νοῆσαι τὸ λεγόμενον· οἱ ἐρωτώμενοι ἢ οὐδέν τι ἀποκρίνονται, καὶ ὁμολογοῦσι διὰ τῆς σιωπῆς τρόπον τινά ἡ γὰρ σιωπὴ δηλοῖ τὸ ναί, τὸ τῆς συγκαταθέσεως πρόσρημα), ἢ ἀπόκρισιν διδόντες ἐλέγχεσθαι φαίνονται. τὸ δὲ ἡ πάλιν, ὧν τὰ μέν ἐστιν ἀγαθὰ τὰ δὲ οὐκ ἀγαθά, πάντα ἀγαθὰ ἢ οὐκ ἀγαθά, καὶ τοῦτο παράδειγμά ἐστι τοῦ τὰ πλείω ὡς ἓν ἐρωτῶντος. ἔδει γὰρ οὕτως εἰπεῖν, πότερον ἡ σωφροσύνη ἀγαθὸν ἢ φαῦλον, καὶ πότερον ἡ ἀκολασία ἀγαθὸν ἢ φῦλον· ὁ δὲ μίξας ἀμφότερα καὶ ὡς περὶ ἑνὸς ἐρωτήσας οὐκ ἄδηλον ὅτι ἀπατήσει τὸν ἀποκρινόμενον, εἴ γε συνυπαχθεὶς τῇ ἐρωτήσει καταφήσει φήσει ἢ ἀποφήσει. εἰ γὰρ ἐρωτηθείς τις, πότερον ἡ σωφροσύνη καὶ ἡ ἀκολασία ἀγαθόν ἐστιν ἢ φαῦλον, εἴπῃ ὅτι ἀγαθόν, συμβήσεται τὴν ἀκο- [*](1 ὁ Av: om. al 2 τὸν AI: τὸ a 5 ἄρα om. Α 6 τι a: τε AI καὶ ὁ πῶλος πεποίηκεν Α ἐν τῷ Γοργίᾳ] p. 466 Β. C memoriter citat 8 ὦ σωκράτης a1 δοκοῦσί σοι· δοκοῦσιν Α 11 ὃν a1I: οἷον a2 πλείονας] εἰ corr., ut videtur, I 14. 15 πλείω—ἐνταῦθα ὅτι QR: om. aAI 14 θάλασσα QR 15 ὁ Q: om. 11 (c u i T, del. vult Α) 18 εἴδειν a 18. 10 ἡ τοῦ πώλου ἐρώτησις ἡ προειρημένη a 19. 20 ἐρωτήματα Α 24. 25 φαῦλος εἶναι κοινωνὸς τὸ a 30 ἢ οὐκ ἀγαθά a Arist.: om. I 34 ἀπατήσει AQR: ἀπατήσειε al τὸν ἐρωτώμενον Α)
54
λασίαν μὴ οὖσαν τῶν ἀγαθῶν εἶναι ἀγαθόν· εἰ δ’ ἀποφήσει, συμβήσεται πάλιν τὴν σωφροσύνην οὖσαν τῶν ἀγαθῶν μὴ εἶναι ἀγαθόν. καὶ ποτὲ μὲν οὕτως φησὶ γίνεσθαι φαινόμενον ἔλεγχον ἐκ τοῦ μόνον φῆσαι ἢ ἀποφῆσαι ἐν τῇ ἐρωτήσει τῇ τὰ πλείω ὡς ἓν πυνθανομένῃ· τὸ γὰρ φάναι τῶν μὴ ἀγαθῶν τι εἶναι ἀγαθὸν ἢ τῶν ἀγαθῶν τι μὴ ἀγαθὸν ψεῦδος. ποτὲ δὲ συμβήσεται καὶ ἔλεγχον γενέσθαι ἀληθινὸν προσληφθέντων τινῶν· οἷον εἴ τις ἔροιτο ῾ἆρά γε ὃ ἐφ’ ἑνός, τοῦτο καὶ ἐπὶ πολλῶν;’ καὶ τοῦτο λαβὼν προσλάβοι ῾ἐπεὶ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχ’ ὄντα ὄψιν πεφυκότα δὲ ἔχειν, καὶ εἰ λευκόν ἐστι τὸ ἔχον χρῶμα διακριτικὸν ὄψεως, καὶ λευκὰ ἔσται τὰ ἔχοντα χρῶμα διακριτικὸν ὄψεως᾿. καὶ γὰρ ἐπὶ τούτων οὐ μία ἐστὶν ἡ ἐρώτησις· τὸ γὰρ ῾ ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν;’ οὐκ ἔστιν ἓν ἐρώτημα. ἐπειδὴ γὰρ ἐκεῖνό ἐστι τυφλὸν ὃ πεφυκὸς ὄψιν ἔχειν οὐκ ἔχει, οἷον τὸ διὰ πήρωσιν μὴ ἔχον ὄψιν, τὸ δὲ μήπω πεφυκὸς ἔχειν ὄψιν, ὡς τὸ σκυλάκιον, καταχρηστικῶς φαμεν τυφλόν οὔπω γὰρ τοῦτο πέφυκεν ἔχειν ὄψιν), πῶς οὐκ ἂν εἴη διάφορα ἐρωτῶν ὁ λέγων ῾ ἆρά γε, εἰ τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν πεφυκὸς δὲ ἔχειν, καὶ τυφλὰ ἔσται τὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν᾿; εἰ γὰρ τὸ μὲν ἕν ἐστι τυφλὸν διὰ πήρωσιν, ὃ καὶ τυφλὸν | εἰπεῖν ἀληθές ἐστι, τὰ δὲ διὰ τὸ μήπω πεφυκέναι ἔχειν, ἃ καὶ f. 19r καταχρώμενοί φαμεν τυφλά, ὡς ἐπὶ τῶν σκυλακίων ὐ γὰρ ἀληθές ἐστιν εἰπεῖν ὅτι τυφλά), δύο οὖν οὐσῶν τῶν ἐρωτήσεων οὐ μία ἔσται πρὸς ταῦτα ἀπόκρισις. εἰ δέ τις συναρπασθείη ὑπὸ τῆς ἐρωτήσεως καὶ ὥσπερ μιᾶς αὐτῆς οὔσης εἴπῃ ὅτι ναί, τυφλά ἐστιν, ὅταν τὰ μὲν σκυλάκια βλέπῃ τὸ δὲ μή οὐ γὰρ δυνατόν ἐστι τὸ πεπηρωμένον βλέψαι), ἔσονται ἢ πάντα ὁρῶντα ἢ πάντα τυφλά. ἴδιά τίνα γὰρ λόγον’, εἴποι ἄν ὁ σοφιστὴς πρὸς τὸν ἀποκρινόμενον, ῾τὰ μὲν ἔσται ὁρῶντα, τὸ δὲ μὴ ὁρῶν; ἐπεὶ γὰρ ἀμφότερα ἔφησας εἶναι τυφλὰ μὴ ἔχοντα ὄψιν πεφυκότα δὲ ἔχειν, ἡ ἀμφότερα ἀνάγκη ὁρᾶν ἢ μηδέτερον᾿. τὸ δὲ τοιοῦτον σόφισμα οὐ μόνον γέγονε παρὰ τὸ τὰ δύο ἐρωτήματα ὡς ἓν ἐρωτηθῆναι ἀλλὰ καὶ παρὰ τὴν ἔλλειψιν τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου· εἴρηκε γὰρ ἐν αὐτῷ μετὰ τῶν ἄλλων καὶ τὸ ὅτι δεῖ λαβεῖν ‟ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, τουτέστι τὸ ἐρωτώμενον μὴ εἶναι τοιοῦτον ὡς τὸν μὲν ἐρωτῶντα ἄλλου χρόνου λαμβάνειν τὸ ὑποκείμενον, τὸν δὲ ἀποκρινόμενον ἑτέρου. τοῦτο δέ ἐστι καὶ ἐνταῦθα· οὐ γὰρ πᾶν τὸ πεφυκὸς ἔχειν ὄψιν καὶ μὴ ἔχον τυφλόν ἐστιν, ἀλλὰ τὸ μὴ ἔχον ὅτε πέφυκεν ἔχειν.

[*](6 γενέσθαι καὶ ἀληθινὸν ἔλεγχον Α 10. 11 καὶ ἅπαντα τὰ λευκὰ ἔσονται χρώματα διακριτικὰ ὄψεως Α 10 ἔστι I: ἐστὶ a 12 γὰρ aA: om. I 13 ἔσται AT: ἐστὶ a 14 ἐπειδὴ AI: ἐπεὶ a ἔχειν ὄψιν Α 15 μὴ om. a1 ante ὄψιν prius add. τὴν a 16 φαμὲν AI: φασὶ a τοῦτο AI: ταύτην a 17 ὄψιν AI: om. a 18 ἔσται ΑΙ: ἐστὶ a 20 τὸ AI: om. a 22 ἔσται AI: ἐστὶ a 24 εἴπω a1 σκυλάκια AI: σκυλακίων a τὸ AI: τὰ a 25 ἐστὶ aA: ἔσται I 26 εἴπῃ Α ὁ om. a 27 ἔσται AI: ἐστὶν a 31 εἴρηκε] c. 5 p. 167a26 32 τὸ prius AI: om. a λαβεῖν al: λαμβάνειν τὸ ὑποκείμενον Α)
55
[*](p. 168a,17)

Ἤ δὴ οὕτως διαιρετέον.

Εἰπὼν δύο εἴδη εἶναι τῶν παραλογισμῶν καθ’ οὓς φαίνονται ἐλέγχειν οἱ σοφισταὶ τοὺς ἐντυγχάνοντας, καὶ διδάξας ὅσοι τε καὶ τίνες οἱ τρόποι οἱ ὑπὸ τὰ εἴδη ταῦτα τῶν σοφισμῶν τελοῦντες, καὶ τὸ μὲν τὰ] παρὰ τὴν λέξιν ὀνομάσας τὸ δ’ ἐκτὸς τῆς λέξεως, καὶ τοὺς μὲν παρὰ τὴν λέξιν τρόπους σοφιστικοὺς ἓξ εἶναι παραδούς, ὁμωνυμίαν, ἀμφιβολίαν, σύνθεσιν, διαίρεσιν προσῳδίαν, σχῆμα λέξεως, τοὺς δ’ ἐκτὸς τῆς λέξεως ἑπτὰ εἶναι σαφέστατα ἐκθέμενος, τὸν παρὰ τὸ συμβεβηκός, τὸν παρὰ τὸ ἁπλῶς ἢ πῇ καὶ μὴ κυρίως λέγεσθαι μέρη, τὸν παρὰ τὸν διορισμὸν τοῦ συλλογισμοῦ καὶ ἐλέγχου, τὸν παρὰ τὸ ἐν ἀρχῇ λαμβάνειν, τὸν παρὰ τὸ ἑπόμενον, τὸν παρὰ τὸ μὴ αἴτιον ὡς αἴτιον καὶ τὸν παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν, νῦν λέγει ὅτι ἢ οὕτως διαιρετέον τοὺς σοφιστικοὺς ἐλέγχους, καὶ λεκτέον ὅτι οἱ μέν εἰσι παρὰ τὴν λέξιν, οἱ δὲ ἐκτὸς τῆς λέξεως, καὶ οἱ μὲν παρὰ τὴν λέξιν ἓξ ὄντες εἰσὶν οἵδε, οἱ δὲ ἐκτὸς τῆς λέξεως ἑπτὰ τυγχάνοντές εἰσιν οἵδε, ἢ πάντας τοὺς φαινομένους συλλογισμοὺς καὶ ἐλέγχους ἀνακτέον εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ λέγει πῶς ἀναχθήσονται, μᾶλλον δὲ αὐτὸς ἀνάγει πάντας. ἐπειδὴ γὰρ ἔλεγχός ἐστιν, ὡς εἴρηται, ‟τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ καὶ ἑνὸς ὑποκειμένου, ἐκ τῶν δοθέντων τῷ ἀποκρινομένῳ, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, καὶ κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”, ὁ ταῦτα ἀγνοήσας ἤ τι τούτων ἐξ ἀνάγκης περιπεσεῖται τῷ ψεύδει καὶ ἀπατηθήσεται. ἐπειδὴ οὖν, ὡς εἴρηται, ἔλεγχός ἐστι συλλογισμὸς ἀντιφάσεως, ὁ δὲ συλλογισμὸς ἐκ τῶν κειμένων ἐστίν, ὁ ἀγνοῶν ὅ τι ποτέ ἐστι συλλογισμός, καὶ ὅτι ἐκ τῶν κειμένων δεῖ συμβαίνειν τὸ συμπέρασμα, ἀπατηθήσεται παρὰ τοῦ μὴ συλλογιζομένου μηδὲ ἐκ τῶν κειμένων συνάγοντος τὴν δοκοῦσαν ἀντίφασιν. τοιοῦτοι δ’ ἦσαν οἱ μὴ ἐκ τῶν κειμένων συνάγοντες τὴν ἀντίφασιν, οἱ τὸ μὴ αἴτιον ὡς αἴτιον παραλαμβάνοντες παραλογισμοὶ καὶ οἱ τὸ ἐν ἀρχῇ αἰτοῦντες καὶ οἱ παρὰ τὸ ἑπόμενον. πρῶτον μὲν οὖν, φησίν, ἁπλῶς ἀναχθήσονται πάντες οἱ παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ὡς ἀσυλλόγιστοι καὶ μὴ ἐκ τῶν κειμένων συνάγοντες, ὅπερ ἐστὶν ἴδιον τοῦ κυρίως συλλογισμοῦ. ἔπειτα ἀναχθήσονται πάντες οὗτοι καὶ εἰς τὰ μέρη τοῦ ὁρισμοῦ τοῦ ἐλέγχου, καὶ δειχθήσεται ὡς παρὰ τὴν ἔλλειψίν τινος τῶν ἐν τῷ ἐλέγχῳ τὸ σόφισμα συνίσταται, ἢ παρὰ τὸ ὁμώνυμόν τι ληφθῆναι ἢ παρὰ τὸ ἀμφίβολον ἢ ἕτερόν | τι.;

[*](f. 19 ν)[*](1 post διαιρετέον add. τοὺς φαινομένους a 4 τὰ alt. I: τὸ a: delevi 18 εἴρηται] c. 5 p. 167 a 23 —27 memoriter citat 23 ἐπειδὴ ΑΙ: ἐπεὶ a 27 μὴ om. Α 28 παραλογισμοὶ aA: παρασθλλογισμοὶ I 29 τὸ prius AI: om. a 33 δειχθήσονται A 34 τῶν al: τὴν A ἐν superscr. Α τι AI: om. a)
56
[*](p. 168a 23)

Τῶν μὲν γὰρ ἐν τῇ λέξει οἱ μέν εἰσι παρὰ τὸ διττόν.

Εἶπεν ὅτι τῶν παραλογισμῶν ἕκαστος ἀναχθήσεται εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν. καὶ ἁπλῶς μὲν ἓν ἔφησεν ἀπελέγχον τοὺς παραλογισμούς, τὸ μὴ ἐκ τῶν κειμένων αὐτοὺς συνάγεσθαι, ὅπερ καὶ ἐν τῷ διορισμῷ τοῦ ἐλέγχου εἴρητο. νῦν δὲ καὶ παρ’ ἓν ἕκαστον τῶν μερῶν τοῦ ἐλέγχου γίνεσθαι τούτους διδάσκει, καὶ πρότερον τὸν ἐκ τῆς ὁμωνυμίας φησὶ γίνεσθαι παρὰ τὸ μὴ ἓν εἶναι τὸ ὄνομα καὶ τὸ πρᾶγμα καὶ τὸν ἐκ τῆς ἀμφιβολίας· τόύτους γὰρ ἐδήλωσε διὰ τοῦ ἥ τε ὁμωνυμία καὶ ὁ λόγος. οὗτοί τε οὖν καὶ ἡ ὁμοιοσχημοσύνη τῆς λέξεως, τουτέστιν οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως, ὅτι παρὰ τὴν τοῦ ἐλέγχου ἄγνοιαν γίνονται, δῆλον· κεῖται γὰρ τὸν ἔλεγχον εἶναι ‟τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος”· οἱ δὲ ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας ἐξ ὀνομάτων εἰσὶ καὶ λόγων οὐχ ἁπλῶν ἀλλὰ διάφορα σημαινόντων, ναὶ μὴν καὶ ἡ ὁμοιοσχημοσύνη. τό τε γὰρ μανθάνειν δύο σημαίνει καὶ ὁμώνυμον, ἀλλὰ καὶ ὁ ἀμφίβολος λόγος ὁ ῾ὃ ὁρᾷ τις, τοῦτο ὁρᾷ᾿ λέγων δύο παρεμφαίνει, τόν τε ὁρῶντα καὶ τὸ ὁρώμενον· καὶ τὸ ἐνεργεῖν περὶ τὴν μάθησιν δύο ταῦτα δηλοῖ, ὡς εἴρηται· πάθους γάρ ἐστι καὶ ἐνεργείας σημαντικόν, ὅπερ ἐστὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως συλλογισμοῦ. δῆλον οὖν ὡς εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν καὶ οἱ τρεῖς οὗτοι ἀναχθήσονται, ὅτι οὐ πράγματός εἰσιν ἑνός· δεῖ δὲ τὸν συλλογιζόμενον καὶ ἔλεγχον ποιῆσαι βουλόμενον τὸ αὐτὸ καὶ ἓν πρᾶγμα λαμβάνειν. τὸ δὲ σύνηθες γὰρ τὸ πάντα ὡς τόδε τι σημαίνειν περὶ τῆς ἀμφιβολίας δοκεῖ εἰρῆσθαι, οὐ περὶ τοῦ παρὰ τὸ σχῆμα τῆς λέξεως παραλογισμοῦ, ὃν ὁμοιοσχημοσύνην, ὡς εἴρηται, ἐνταῦθα λέγει· σύνηθες γὰρ σιγῶντα λέγειν μὴ μόνον τὸν σιγῶντα ἀλλὰ καὶ τὰ σιγώμενα καὶ ὁρῶντα τόν τε ὁρῶντα καὶ τὰ ὁρώμενα. ἐπήγαγε δὲ τοῦτο ἀναμιμνήσκων τοῦ ἔμπροσθεν εἰρημένου, ὅτι εἷς τρόπος τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν καὶ οὗτος, ‟ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν”. καὶ ἡ ἀπὸ τῆς συνθέσεως, φησί, καὶ διαιρέσεως ἀπάτη εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀναχθήσεται· δεῖ γὰρ ἐπὶ τοῦ κυρίως ἐλέγχου τὸ αὐτὸ δηλοῦσθαι καὶ χωρὶς καὶ μετὰ τῆς συνθέσεως· ὅπερ ἐπὶ τῆς συνθέσεως καὶ τῆς διαιρέσεως οὐ συμβαίνει, ἀλλ’ ἕτερον μέν ἐστι τὸ χωρὶς ὑπὸ τῶν ὀνομάτων ἢ ῥημάτων δηλούμενον, ἕτερον δὲ τὸ ὑπὸ τῆς τούτων συνθέσεως. τὰ γὰρ γράμματα χωρὶς καὶ τὸ ῾ἐπίσταται' χωρὶς οὐ ταὐτὸν σημαίνει καὶ συντεθέντα, ὡς ἐπὶ [*](3 ἓν om. Α 5 εἴρηται Α 6 πρότερον al: παρὰ Α 8 τοῦ AI: τὸ a τε alt. a2AI: δὲ a1 10. 11 κεῖται—εἶναι al: ἐν τῶ ὁρισμῶ τοῦ ἐλέγχου κεῖται Α 12 εἰσὶ AI: ἢ a1 εἰσὶν ἢ a2 13 ναὶ μὴν—18 συλλογισμοῦ al: ὡς καὶ οἱ παρὰ τὸ σχῆμα τῆς λέξεως Α 15 τὸ ex τὸν corr. Ι 16 εἴρηται] p. 35,21 sq. 19 πράγματος ἑνός εἰσι σημαντικοί Α δεῖ scripsi: δεῖν al 20.21 λαμβάνειν I: μεταλαμβάνειν a 22 περὶ τοῦ al: παρὰ τὸ Α 26 τοῦ ἔμπροσθεν εἰρημένου] c. 4 p. 166a 17 28 συνθέσεως a1I: συνθέτου φύσεως a2 post καὶ add. τῆς a 29 γὰρ al: δὲ Α 30 τῆς tertium om. Α οὐ I: om. aA)

57
τοῦ γράμματα ἐπίσταται᾿· ἀλλὰ καὶ ῾ ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης βαδίζει᾿ οὐ ταὐτὸν σημαίνει, ὥσπερ εἴρηται καὶ πρότερον. ταῦτα εἰπὼν λέγει τὴν αἰτίαν δι’ ἣν ἀναχθήσονται οἱ προειρημένοι παραλογισμοὶ εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν· ἔστι δὲ αὕτη τὸ μὴ τὸ αὐτὸ σημαίνειν τὸ ὁμώνυμον καὶ τὸν ἀμφίβολον λόγον. νοηθήσεται δὲ καὶ περὶ τῆς συνθέσεως καὶ διαιρέσεως τοῦτο εἰρῆσθαι, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν οὗτοι ἀναχθήσονται παρὰ τὸ μὴ ταὐτὸ σημαίνειν. τὸ γὰρ βαδίζει καὶ τὸ δύναται βαδίζειν, ναὶ μὴν καὶ τὸ οὗ καταλύεις καὶ τὸ ἰού καταλύεις᾿ οὐ ταὐτὸν σημαίνει· ὁ γὰρ ἀμφίβολος λόγος καὶ τὸ ὄνομα τὸ διαφέρον οὐ ταὐτὸν σημαίνουσι. χρεὼν δὲ εἶναι καὶ τοῦτο, ἤγουν τὸ ὄνομα μὴ διάφορα σημαίνειν· ὥσπερ γὰρ τὸ πρᾶγμα ἓν καὶ ταὐτὸν εἶναι δεῖ, εἰ μέλλει ἔλεγχος γενέσθαι, οὕτω καὶ τὸ ὄνομα οὐ πολλῶν εἶναι δηλωτικόν. ὥσπερ γάρ, φησίν, οὐ γίνεται ἔλεγχος, ἄν ἐπ’ ἄλλου μὲν πράγματος ὁ ἐρωτώμενος καταφήσῃ, ἐπ’ ἄλλου δὲ τὴν ἀντίφασιν τὴν δοκοῦσαν συναγάγῃ ὁ ἐρωτῶν, οὕτω, κἄν τὸ πρᾶγμα μὲν ἓν ᾖ πολυώνυμον δέ, μὴ ἐπὶ τοῦ αὐτοῦ δὲ ὀνόματος, ἐφ’ οὗ κατέφησεν ὁ ἐρωτώμενος, συναγάγῃ τὴν ἀντίφασιν ὁ ἐρωτῶν, οὐ δοκεῖ ἔλεγχος ἀληθὴς γίνεσθαι, | ἀλλ’ ἔτι ἐρωτήματος δεῖ εἰ ταὐτόν ἐστι τοῦτο κἀκεῖνο. οἷον εἴ τις [*](f. 20r) οὕτως συλλογίσεται· πότερον καὶ Σκύθαι καὶ οἱ ἄλλοι ἄνθρωποι τὰ δυνατὰ ὁρᾶν ὁρῶσιν ἢ τὰ ἀδύνατα; τὰ δυνατὰ δήπου· οὐκοῦν καὶ σὺ καὶ ἐγώ; ναί· ὁρᾷς δὲ τὰ ἡμέτερα λωπία; ναί· δυνατὰ οὖν ὁρᾶν ἐστι ταῦτα· ὁρᾷ ἄρα τὰ ἡμέτερα ἱμάτια· ἀλλὰ καὶ οὐχ ὁρᾷ· ἐπὶ τούτου, εἰ καὶ ταὐτόν ἐστι τὸ λώπιον καὶ τὸ ἱμάτιον, ἀλλ’ ὅμως διὰ τὸ πολλοὺς τῶν ἀκουόντων ἀορισταίνειν δεῖται ὁ λόγος ἐρωτήματος εἰ ταὐτόν ἐστι τὸ λώπιον τῷ ἱματίῳ. δεῖ οὖν ὥσπερ τὸ πρᾶγμα εἶναι ταὐτὸν καὶ ἕν, εἰ μέλλει ἔλεγχος ἔσεσθαι, οὕτω καὶ τὸ ὄνομα τὸ αὐτὸ καὶ ἓν εἶναι καὶ μὴ ἱματίου προκειμένου ἀποδεικνύναι λώπιον ἀλλὰ ἱμάτιον. ἀληθὴς μὲν γὰρ ὁ συλλογισμός ἐστι κἀκεῖνος ὁ ἀντὶ ἱματίου λώπιον συλλογισάμενος, ἀλλ’ ἐπειδή, εἰ ἀγνοεῖ τις ὅτι ταὐτόν ἐστι τὸ ἱμάτιον τῷ λωπίῳ, θροηθήσεται οὐκ ἀπεικότως κἀντεῦθεν ζητήσει τὸ διὰ τί, διὰ τοῦτό φησι μὴ συλλογίζεσθαι τὸν οὕτω συλλογιζόμενον.