In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 165a 24)

Ἔστι δ΄ ὡς ἓν πρὸς ἓν εἰπεῖν ἔργον.

Εἰπὼν ὁποία ἐστὶν ἡ τῶν σοφιστῶν σοφία, ὅτι φαινομένη σοφία, καὶ ὁποῖον τὸ ἔργον αὐτῶν, ὅτι τὸ δοκεῖν ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον, νῦν προστίθησι καὶ τὸ τῶν ἀληθῶν σοφῶν ἔργον. ἵνα γὰρ μή τις εἴπῃ ‘πῶς δὲ καὶ τίνα τρόπον ἐρωτᾶν καλῶς, ὡσαύτως καὶ ἀποκρίνεσθαι γνόντες οὐχ ἁλωθείημεν τοῖς ἐπιχειροῦσι σοφίζεσθαι;’, φησὶ τῶν ἐπιστημόνως ἐρωτώντων καὶ ἀποκρινομένων τοῦ μὲν ἐρωτῶντός ἐστιν ἔργον τὸ ἀψευδεῖν περὶ τὰς ἐρωτήσεις καὶ τὸν ἀποκρινόμενον ἐμφανίζειν ψευδόμενον, εἴ που κακῶς καὶ ψευδῶς ἀποκρίνεται, τοῦ δ’ ἀποκρινομένου τὸ ἐμφανίζειν, εἴ που δια- ψεύδεται ὁ ἐρωτῶν. καὶ τὸ μὲν ἐμφανίζειν τὸν ψευδόμενον, ὅπερ ἐστὶν ἔργον τοὐ ἀποκρινομένου, ἐν τῷ δύνασθαι ὑπέχειν λόγον ἐστίν· ὁ γὰρ εἰδώς, εἴτε πολλαχῶς εἴτε μοναχῶς τὰ πράγματα λέγεται, τὸν ἐρωτῶντά τι τῶν πολλαχῶς ὡς μοναχῶς λεγόμενον οὐ συγχωρήσει τοῦτον ἀπατῆσαί τε καὶ σοφίσασθαι. τὸ δὲ ἀψευδεῖν ἐν τῷ λαμβάνειν, ὅ ἐστι τοῦ ἐρωτῶντος· ὁ γὰρ δυνάμενος καλῶς ἐρωτᾶν οὐδέποτε πρότασιν ἐρωτήσει ἀφ’ ἧς συμβήσεται τὰ ἐναντία λέγειν ἑαυτῷ· ὡς γὰρ ἐρωτῶν καλῶς οὐ δι’ ἑαυτὸν δείκνυσι τἀναντία συμβαίνειν, ὡς εἰδὼς ἐρωτᾶν ἀναμαρτήτως, ἀλλὰ διὰ τὸν ἀποκρινόμενον.

[*](2 post χρημάτων add. ἐρῶντα· καὶ τούτων Α ἀγωνιζόμενος a 8 φαινομένου add. v καὶ prius AI: ἐστὶν a 10 ἡ δοκεῖν I σοφιστὴς a1 12 ποιῶν Α 14 βεβαιοῦνται a μέχρι Α: om. aI 14. 15 ὁ Πρωταγόρας] immo ὁ Γοργίας, qui c. 2 p. 448 Α dicit καὶ λέγω ὅτι οὐδείς μέ πω ἠρώτηκε καινὸν οὐδὲν πολλῶν ἐτῶν 15 περὶ a1 17 ἔργον om. Α 18 σοφιστῶν AI: σοφιστικῶν a 23 ἔργον ἐστὶ Α 24 εἴ που a2A: εἴπερ a1I 25 post ἀποκρίνεται add. ἀποκρινόμενος al: om. Α 29 ὡς μοναχῶς om. a1 λεγομένων a 30 τε I: om. a ὅ I: om. a 33 τὰ ἐναντία a ἀναμαρτήτως a: ἀναμάρτητα I)
16
[*](p. 165a 24)

Ἔστι δ᾿ ὡς ἓν πρὸς ἕν.

Ἵνα συνελὼν εἴπω ὡς ἓν πρὸς ἓν τὰ ἀμφοτέρων ἔργα, τοὐ μὲν καλῶς ἐρωτῶντος ἔργον ἐστὶ τὸ λαμβάνειν προτάσεις κυρίας καὶ μὴ ἀμφιβόλους, τοῦ δέ γε ἀποκρινομένου ἔργον ἐστὶ τὸ δύνασθαι τὸν ἐρωτῶντα ἐλέγχειν ψευδόμενον· τὸ δὲ δύνασθαι τὸν ψευδόμενον ἐλέγχειν γίνεται παρὰ τὸ εἰδέναι τά τε ὁμώνυμα καὶ ἀμφίβολα καὶ τἄλλα δι’ ὧν ἀπατᾶν πειρᾶται ὁ ἐρωτῶν. ἢ τοίνυν τὸ ἓν πρὸς ἓν οὕτω νοητέον ἢ καὶ οὕτως ὀφείλει νοεῖσθαι· ὅτι ἐπειδή με ἐρωτᾶν βούλει, γίνωσκε ὅτι, εἰ θέλεις μὴ παρατραπῆναι, ἐρώτα καλῶς καὶ ἀληθῶς, ὅπερ ἐστὶν ἔργον τοῦ ἐπιστημόνως ἐρωτῶντος, καὶ σπούδαζε τὸν ψευδόμενον ἐλέγχειν δι’ ὧν εἴπομεν, ὅπερ ἐστὶν οἰκεῖον ἔργον τοῦ ἐπιστημόνως ἀποκρινομένου. ἢ τοίνυν κατὰ τὸ πρῶτον νοητέον τὸ ἓν πρὸς ἓν ἢ κατὰ τὸ δεύτερον· † σῴζει γὰρ καὶ ἐπὶ τούτου· δύο γάρ τινα εἶπε, τό τε πῶς δεῖ ἀποκρίνεσθαι | καὶ τὸ ἐρωτᾶν.

[*](f. 7r)

Ταῦτα δὴ εἰπὼν ὑπομιμνήσκει ἡμᾶς ὧν ἔδειξε· καὶ γὰρ ὅτι ἔστι τοιοῦτον εἶδος λόγων, ὅπερ οἱ σοφισταὶ διώκουσιν, συνέστησεν ἐν οἷς καὶ τὴν ὁμωνυμίαν παρέθετο, προσθεὶς καὶ τὴν αἰτίαν δι’ ἣν ἐφίενται τῆς τοιαύτης τῶν λόγων δυνάμεως ὡς εὐχεροῦς καὶ ῥᾳδίας, καὶ ὅτι ἡ τοιαύτη δύναμις τῆς ἔριδος ποιεῖ τὸν φαινόμενον σοφόν, δι’ οὗ τυγχάνουσιν οἱ σοφιστάὶ τὴν προαίρεσιν ἔχοντες. συνίστησι δὲ τρόπον τινὰ διὰ τούτων ὁ Ἀριστοτέλης ὅτι ἀναγκαῖόν ἐστι τῷ φιλοσόφῳ κατ’ ἀλήθειαν καὶ ἐπιστημονικῶς καὶ τοῦτο εἰδέναι τὸ εἶδος τῶν λόγων τὸ παρὰ τοῖς σοφισταῖς σπουδαζόμενον. πῶς γὰρ τὸ ἀγνοούμενον ἐλεγχόμενον ἔσται; ἀλλὰ δῆλον ὅτι τὸ γινωσκόμενον. εἰ γὰρ ἡ ἀπειρία καὶ ἡ ἄγνοια τῶν τοιούτων λόγων τῆς φαντασίας αἰτία, δῆλον ὡς ἡ γνῶσις αὐτῶν ἅμα τῇ γνώσει καὶ ἔλεγχός ἐστι. ταῦτα δείξας ἐπὶ τούτοις προτίθεται εἰπεῖν περὶ οὗ ἡ προκειμένη πραγματεία• ἔστι δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων, πῶς τε γίνονται καὶ διὰ τίνων.