In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 165a 17)

Διὰ μὲν οὖν ταύτην τὴν αἰτίαν.

Ποῖαν αἰτίαν; τὴν ἐκ τῶν ὀνομάτων, δηλονότι τὴν ἐκ τῆς ὁμωνυμίας, καὶ τὰς μελλούσας λεχθῆναι τῶν λοιπῶν δώδεκα τρόπων. ἔστιν ἐν συλλογισμοῖς καὶ ἐλέγχοις, ὡς εἴρηται, καὶ τὸ φαινόμενον καὶ τὸ ἀληθές, τὸ μὲν σοφιστικὸν ὂν τὸ δὲ ἐπιστημονικόν.

[*](p. 165a 19)

Ἐπεὶ δ’ ἐστί τισι μᾶλλον πρὸ ἔργου.

Εἰπὼν ὅτι διὰ ταύτην τὴν αἰτίαν καὶ τὰς ἄλλας γίνεται ἡ ἀπάτη ἡ σοφιστική, προτίθεται εἰπεῖν καὶ δι’ ἣν αἰτίαν ἐπιτετήδευται. λέγει τοίνυν ὅτι τινὲς δοκεῖν θέλοντες μᾶλλον ἤπερ εἶναι σοφοὶ διὰ τὸ εὐχερῶς καὶ ῥᾳδίως καὶ ἀνιδρωτὶ αὐτοῖς τοῦτο προσγίνεσθαι διὰ πολλοῦ τιθέασι καὶ τὸ τοῦ σοφοῦ ἔργον δοκεῖν μᾶλλον ποιεῖν παρὸ ποιεῖν κυρίως. οὐ μόνον γὰρ ἐν τοῖς κατωτάτοις χρόνοις τὸ δοκεῖν μὲν εἶναι σοφοῖς μὴ εἶναι δὲ σπουδάζεται, ἀλλὰ καὶ ἐν τοῖς πάλαι χρόνοις τὸ τοιοῦτον περισπούδαστον ἦν τοῖς | σοφισταῖς· ἡ γὰρ σοφιστικὴ φαινομένη μέν ἐστι σοφία [*](f. 6v) οὐκ οὖσα δέ, καὶ ὁ σοφιστὴς χρηματιστὴς ἀπὸ φαινομένης σοφίας. δηλοῦσι δὲ τοῦτο Ἱππίαι καὶ Πρωταγόραι καὶ Γοργίαι καὶ Πρόδικοι, ὧν ὁ βουλόμενος τὴν σοφίαν καὶ τὸν πλοῦτον ὃν ἐκ ταύτης συνή- θροισαν μαθεῖν ἐντυγχανέτω τοῖς ὁμωνύμοις τούτων διαλόγοις τοῦ Πλάτωνος. καὶ ὁ σοφώτατος δὲ Σωκράτης ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ τοῦ θρασυτάτου Πώλου τὸ ἐπηρμένον καὶ τοῦ Καλλικλέους τὸ ἀμαθὲς διελέγχων ἐπιστημονικῷ λόγῳ καὶ ταπεινῷ φρονήματι πάντως πιστούμενος τὴν σοφιστικὴν δοκήσει μόνον εἶναι σοφίαν φησὶ καὶ οὐκ ἀληθείᾳ καὶ τὸν σοφιστὴν [*](1 ἀδύνατον γὰρ ἄλλο a1 2 ὁμωνύμω I: ὁμωνυμίαν a τοῦ a: τῶν Ι 3 πεπεράνθαι scripsi: πεπέρανται al 5. 6 μόναι γὰρ αἱ πρὸς τὰ φωνήεντα συνθέσεις αὐτῶν Α 6 τοῦτο ποιοῦσι AI: inv. ord. a 10 ὡς εἴρηται (sc. p. 8,7sq.) post συλλογισμοῖς collocat Α 13. 14 ἡ σοφιστικὴ ἀπάτη, λέγει καὶ δι’ ἢν Α 16 ἀνιδρωτὶ a1: εὑ νι δι’ τὶ (sic) I 18 χρόνοις aKQR: λόγοις I cf. p. 6,23 n. 18. 19 μὴ εἶναι δὲ KQR, omisso δὲ a: om. Ι 19 σπουδάζοντες a τοῖς — χρόνοις aKQR: τῶ — χρόνω I 20 μέν om. a 23. 24 ὃν—συνήθροισαν om. Α 25 τῶ τοῦ Α: τῷ a: compend. supra lineaiii I ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ] cf. c. 18 p. 463Bsqq. 26 ἐπάρμενον a1 Καλλικλέους a2: καλλίκλου a1: καλλικλἐος Α1 26. 27 τῷ λόγῳ τῷ ἐπιστημονικῷ διελέγχων a2 27 πάντως om. Α 28 σοφίαν Α: σοφίας al φασὶ a ἀλήθεια Α: ἀλήθειαν a: ἀληθείας I)

15
δοκήσει μόνον εἶναι σοφὸν τῇ δ’ ἀληθείᾳ ἄσοφον καὶ χρηματιστήν, ἤγουν χρημάτων ἕνεκεν ἀγωνιζόμενον ἀπὸ φαινομένης σοφίας. ὅτι δ’ ἡ σοφιστικὴ φαινομένη ἐστὶ σοφία καὶ οὐ κυρίως, δῆλον ἐκ τοῦ κατὰ δόκησιν εἶναι· τὰ γὰρ κατὰ δόκησιν οὐ κυρίως· εἰ γὰρ ἡ δόκησις φαινομένη ἐστὶν ὑπάρξις, ἡ δὲ φαινομένη ὑπάρξις οὐ κυρίως ἐστὶν ὑπάρξις, κατ’ ἐπαναδίπλωσιν τοῦ μείζονος ὅρου ἡ ἄρα δόκησις οὐ κυρίως ἐστί. διὰ τοῦτο ἥ τε σοφιστικὴ φαινομένη σοφία καὶ ὁ σοφιστὴς φαινόμενος σοφός, καὶ τὸ ἔργον τοῦ σοφοῦ <φαινομένου> φαινόμενον καὶ οὐκ ἀληθές. καὶ ἐπειδὴ φαινομένης σοφίας ἐχρηματίζοντο, ἀκόλουθον ἦν πάντως δοκεῖν μᾶλλον ποιεῖν τὸ τοῦ σοφοῦ ἔργον ἢ ποιεῖν. ὁ μὲν γὰρ ὄντως σοφὸς ποιεῖ μᾶλλον τὸ τοῦ σοφοῦ ἔργον ἢ δοκεῖ· δηλοῖ δὲ ὁ Σωκράτης μηδὲν εἰδέναι πανταχοῦ διαβεβαιούμενος μηδὲ σοφόν τι ποιεῖν καίτοι πάντα καὶ λέγων καὶ πράττων ἀπ’ ἄκρας ἐπιστήμης. οἱ δὲ σοφισταὶ τοὐναντίον· πάντα γὰρ εἰδέναι διαβεβαιοῦνται· ‘οὐδεὶς γὰρ οὐδέπω μέχρι καὶ τήμερον‘, φησὶν ὁ Πρωταγόρας, ‘καινόν τί με ἠρώτησε’, μόνον οὐχὶ λέγων ‘αὐτὰ ἐκεῖνα παρὰ πάντων ἐρωτῶμαι ἅπερ τυγχάνω εἰδώς’.