De fato
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας καὶ συγχωρησάντων εἶναι τὸ ἐφ’ ἡμῖν ἐλεύθερόν τε καὶ αὐτεξούσιον καὶ κύριον τῆς τῶν ἀντικειμένων αἱρέσεώς τε καὶ πράξεως --- ἐπὶ περιεστῶσιν ἀνθρώποις δίκαιος γίνεσθαι πεπιστευμένος ὁμοίως ἰδιώταις τε καὶ νομοθέταις. ἔστι δὲ τοῦτο τὸ συγγινώσκεσθαι μὲν ἀξίους εἶναι τοὺς ἀκουσίως τοιοῦτόν τι πράξαντας, οὐχ ὡς ἐπὶ τῷ γιγνομένῳ πράγματι τῆς κολάσεως ὁριζομένης, ἀλλ’ ἐπὶ τῷ τρόπῳ τῆς πράξεως· ὅπερ οὔτε τῶν ἄλλων τις οὔτε αὐτῶν τούτων ὡς οὐ καλῶς ἔχον αἰτιᾶται. καίτοι τί τῶν δι’ ἄγνοιαν πραττομένων ἁμαρτανόντων ἢ βίᾳ ἧττον ἂν εἶεν συγγνώμης ἄξιοι ⟨οἱ⟩ εἰδότες μὲν ἃ πράττουσιν, οὐκ ἔχοντες δὲ ἐν αὐτοῖς τὴν ἐξουσίαν τοῦ, τούτων αὐτοῖς περιεστώτων, ἃ πάντως αὐτοῖς καὶ ἐξ ἀνάγκης περιεστάναι δεῖ, ἄλλο τι παρ’ ἃ πράττουσιν ⟨πράττειν⟩ τῷ τὴν φύσιν αὐτῶν εἶναι τοιαύτην, καὶ εἶναι τὸ κατὰ τὴν οἰκείαν αὐτοῖς φύσιν ἕκαστα πράττειν ὧν πράττουσιν καθ’ εἱμαρμένην, ὡς τοῖς βαρέσιν ἀφεθεῖσιν ἄνωθεν τὸ φέρεσθαι κάτω, καὶ τοῖς περιφερέσι τὸ κατὰ τοῦ πρανοῦς, εἰ ἀφεθεῖεν, ἀφ’ αὐτοῦ κινεῖσθαι; ὅμοιον γὰρ τὸ τοῦ τὸν ἵππον κολάζειν ἀξιοῦν, ὅτι μὴ ἔστιν ἄνθρωπος, καὶ τῶν ἄλλων ζῴων ἕκαστον, ὅτι ταύτης τῆς τύχης καὶ μὴ βελτίονος τετυχήκασίν τινος. ἀλλ’ οὐδεὶς Φάλαρις οὕτως ὠμός τε καὶ ἀνόητος, ὡς ἐπί τινι τῶν οὕτως γινομένων κολάζειν τὸν ποιήσαντα. ἐπὶ τίσιν οὐν αἱ κολάσεις εὔλογοι; οὐκ ἐπ’ ἄλλοις τισίν, ἢ ἐπὶ τοῖς παρὰ τὴν αὑτῶν μοχθηρὰν αἵρεσιν γινομένοις. [*](1 ἔχοντας αὐτοὺς B2 τῶν προτρεπομένων Cas. Lond. 0: τῷ προτρεπομένῳ Va¹²: τὸ προτρεπομένω Ε τοὺς παρ’ αὐτῶν λόγους Lond. O: τῶν παρ’ αὐτῶν λόγους Va¹: τῶν παρ’ αὐτοῖς λόγων a2 2 ὧν add. Cas. Lond. 0 αὐτῶν 0: τῶν libri σιωπώντων] primum ω supra vers. V 3 ἐπιπλῆττες a1 4 πλείω] fortasse πλεῖ στᾳ 5 κεχωλυμένοι a1 6 fortasse τοῦτο ⟨μὴ⟩ 9 συγχωρήσαιντο Lond. 0: fortasse συνεχώρησαν τῷ 11 τε] τι Cas. lacunam indicavi γὰρ περιεστώτων 0 δίκαιος om. K ἄνθρωποι δίκαιοι Lond. 0 12 πεπιστευμένος Va1² πεπιστευμένοις H: πεπιστευμένοι Lond. 0 Casp. Or. καὶ ἰδ. καὶ ν. 0 14 τοῖς γινομένοις πράγμασι τῆς a2 πραγματικῆς κολάσεως a1 16 οὐ καλῶς a¹2: ουκαλλῶσ sic V: οὐκ ἄλλως HE πραττομένων delevi: ἀπατωμένων coni. 0: ⟨τῶν⟩ πραττομένων Casp. 0 17 ἢ Cas. Lond. 0: ἠ V: ᾗ Η: οἱ in lit. B²: ἡ a¹² συγγώμης a1 οἱ addidi 18 τοῦ om. a2 αυτοῖσ V 19 αυτοῖς V 20 πράττειν add. B²0 (sed post τι v. 19) 21 ἕκαστον 0 22 βαρεσιν V 23 αὑτῶν B2 τοῦ del. Β² 25 ὅτι] ὡς Ο τύχης] ψυχῆς a2: ψύχης Lond. τινες 0 27 τὸ κολάσαι 0 εὔλογοι a2: εὔλογον Va1 οὐχ 0 28 ἢ om. a¹2)