De fato
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
ἀλλ’ ὅτι μὲν τὸ δόγμα τοῦτο ἀνατροπῆς [*](ΧVIII) αἴτιον παντὸς τοῦ τῶν ἀνθρώπων βίου, παντί που μαθεῖν ῥᾴδιον, ὅτι δὲ καὶ ψεῦδος, ἱκανὸν μαρτύριον τὸ μηδ’ αὐτοὺς τοὺς προστάτας αὐτοῦ δύνασθαι πείθεσθαι τοῖς ὑφ’ αὐτῶν λεγομένοις. οὕτω γὰρ ἐν πᾶσι τοῖς λόγοις φυλάσσουσιν τὸ ἐλεύθερόν τε καὶ αὐτεξούσιον, ὡς μὴ ἀκούσαντές ποτε παρ’ ἄλλου τοιούτου τινὸς δόγματος, τοῦτο μὲν προτρέπειν τινὰς πειρώμενοι, ὡς τοῦ τε ποιεῖν ἢ μὴ ποιεῖν τοῦτο τὴν ἐξουσίαν [*](3 φησιν V1 (corr. v. c.) προκαταβεβλημένην] τα s. v. V 5 τι Cas. 8 διότι] fortasse ἀλλ’ ὅτι 10.11 προκαταβεβλημένους a2 11 ἀναιροῖεν ἂν Casp. 0 (vel ἀναιροῖτ’ ἂν καὶ μαντικὴ idem): ἀναιροῖαν καὶ sic V: ἂν ἀναιρεῖ ἄν KB1 (ἀναιροῖ B2): ἀναιρεῖ ἂν a¹²: ἀναιροῖ ἂν 0 12 χρείαις O μαθεῖν ⟨δέοι⟩ B2: μάθοι Schwartz 13 φυλάξαιτ’ V: φυλάξετο a2: φυλάξασθ’ a¹ εἰ K Cas. Lond. 0: ἢ sic V: ἢ a1² ταῦτα Va¹: ταῦθ’ ἃ a2: ταῦθ’ K 14 τοῦ] fortasse τὸ τι del. Schwartz 15 πρὸ a¹ : πρὸς Va2 τοῦ τε a2: τοῦτο Va¹ : τούτοις E ἐνμένειν sic V 16 προαγορευόμενοι, οὐχ V¹ 17 μεν V 19 ὅτι] cf. Eusebius pr. ev. VI, 9. 272b ὅτι δὲ ψεῦδος ἦν αὐτῶν ὁ περὶ εἱμαρμένης λόγος, ἱκανὸν κτλ. το, δ᾿ sic V 20 ὑπ᾿ αὐτῶν Eusebius, qui pergit: καὶ γὰρ καὶ προτρέπειν καὶ διδάσκειν ἐπαγγέλλονται, καὶ μανθάνειν καὶ παιδεύεσθαι συμβουλεύουσιν, ἐπιτιμῶσί τε καὶ ἐπιπλήττουσι τοῖς οὐ τὰ προσήκοντα δρῶσιν, ὡς κατὰ προαίρεσιν ἰδίαν ἁμαρτάνουσιν. ἀλλὰ καὶ συγγράμματα πλεῖστα καταλείπουσι, δι’ ὧν ἀξιοῦσι παιδεύεσθαι τοὺς νέους. ἐπαύσαντο δ’ ἂν τῆς ἐν τοῖς λόγοις φιλοτιμίας, εἰ προσέσχον ὅτι καὶ συγγνώμης ἀξιοῦσι τοὺς ἀκουσίως ἁμαρτάνοντας, τοὺς δὲ ἑκουσίως πλημμελοῦντας κολάσεως ἀξίους εἶναί φασιν (ἀ. ἐ. φ. del. cum l. p Gaisford, ὡς ἐπ’ αὐτοῖς δηλονότι τοῦ τε ἁμαρτάνειν καὶ τοῦ μὴ κειμένου. ὥστε καὶ κατ’ αὐτοὺς ἀναιρεῖσθαι τὴν ἐξ εἱμαρμένης ἀνάγκην, συνίστασθαι δὲ κατὰ φύσιν ἡμῖν ὑπάρχειν τὸ αὐτεξούσιον· μετὰ τοῦ πλεῖστα εἶναι καὶ τὰ μὴ ἐφ’ ἡμῖν, ὥσπερ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκ τύχη, ἕτερα ὄντα καὶ αὐτὰ παρὰ τὸν τῆς εἱμαρμένης λόγον, καθὼς προδέδεικται 22 μὲν v. c. i. v. V: δὲ V¹a1²)