Ἠθικὰ προβλήματα [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ὀτι μὴ πάντες ὰγνοίᾳ τοῦ κακὰ εἰναι καὶ βλαβεπά, ἃ πράττουσιν, ἁμαρτάνουσι, δῆλον ἐκ τῶν πεπεισμένων ὅτι μαρτάνουσι, καὶ μὴ ἀντεχόντων αὑτοῖς διὰ μαλακίαν καὶ ἀνασκησίαν. ὧν εἰσι καὶ οἱ νοσοῦντες καὶ τὰ βλάπτοντα αὐτοὺς πράττοντες, οὐκ ἀγνοοῦν τες ὁποῖά ἐστιν· ὅτι γὰρ οὐκ ἀγνοοῦσιν, αὐτοῖς ἐπικαλοῦσι, τοὺς μὴ τὰ ὅμοια ἁμαρτάνοντας ἐπικαλοῦνται, εὔχονται τοῖς θεοῖς ὑπὲρ τοῦ κάλλιον φρονῆσαι. ἐν [*](1 alt. δὲ V1 in mg. 3 οὕτε γένος Ba Sp.: οὐ γένος V 4 ante οὔτε titulum iterat Ba Sp. οὔτε] οὐ B²a Sp. 6. 7 γε οὕτωσ V: τε sa Sp.: fortasse δὲ οὕτως 7 εἰδῶν οὕτως τἆλλα θa Sp. 8 ἀναιρουμένης] ης s. v. in lit. V 9 ἐν] εῖναι coni. Sp. bene 10 ἀποφρονήσεωσ V οὐκ ἂν] υκ ἂν in lit. V εἴη] η add. v. c. V 17 τῆς ἀρετῆς coll. post κατηγορεῖσθαι Ba Sp. 19 εἴη] η add. v. c. V ἐκείνη a 20 οὐ punctis notat B: om. a 21 τελείαν Sp. 22 τι a Sp.: τισ (ι in lit.) V 25, 26 δτι-πράττουσιν add. Ba Sp. 27 ἀνασκησίαν] ἀναισθησίαν Vict. Sp. 28 αὐτοὺς Sp. 30 ἐπικαλοῦνται B2a Sp.: ἐπικαλοῦσιν V ἔχονται a)

129
οἷς εἰσι καὶ οἱ ἐρῶντες, οἳ εἰ τὸ ἐρασθῆναι ἐπ’ αὐτοῖς ὡς τὸ ἐρῶσιν παύσασθαι, ἑκόντες ἂν εἶεν τὰ κατὰ τὸν ἔρωτα πράττοντες. ἀλλὰ καὶ ἐκ τῶν ἀρχομένων ἁμαρτάνειν δῆλον. οὐδεὶς γὰρ αὐτῶν ἀγνοῶν τὰ κακὰ ὅτι κακά ἐστιν ἐπ’ αὐτὰ τὴν ἀρχὴν ἔρχεται. πάντες γοῦν ἀρχόμενοι αἰδοῦνται καὶ λανθάνειν σπεύδουσιν, καὶ ὡς μὴ καὶ δεύτερον πράξοντες τὰ ὅμοια εἶσιν ἐπ’ αὐτά, πεπεισμένοι βλαβήσεσθαί τι ἀπ’ αὐτῶν, εἴκοντες τῇ ἡδονῇ, οὐ πίστει τοῦ αἱρετωτέραν αὐτοῖς εἶναι, ἀλλὰ τῷ μὴ βούλεσθαι πονήσαντες ὀλίγον ἀντισχεῖν πρὸς αὐτήν. τοῦ δὲ ταύτην περὶ τῶν κακῶν ἔχειν τὴν πρόληψιν ὡς ἔννοιαν αὐτῶν ἔχειν ὁποῖά ἐστιν αἰτίαν πρώτην μὲν τὴν φύσιν ἔχουσιν (οὐ γὰρ ἀνεννόητοι τῶν βελτιόνων οἱ μηδέπω παντάπασιν διεστραμμένοι, ἀλλὰ τὰς κοινάς τε καὶ φυσικὰς σώζοντες ἐννοίας· ὅτι γὰρ πρὸς τὰ βελτίω νένευκεν ἡ φύσις ἑκάστου, δῆλόν ἐστιν ἐκ τοῦ καὶ τοὺς ἐν ἁμαρτήμασιν ὄντας ἤδη ἐπαινεῖν ἔτι τοὺς οὐχ ἁμαρτάνοντας, καὶ τοὺς ἁμαρτάνοντας τοὺς αὐτῶν παῖδας μὴ ἐπὶ τὰ αὐτὰ ἄγειν), κανὴ δὲ καὶ ἡ κοινὴ φήμη τε καὶ πρόληψις τῶν ἀνθρώπων τὴν τῶν κακῶν ἀτοπίαν ὁποία τίς ἐστι διδάξαι. ἀλλὰ καὶ οἱ νόμοι ταῦτα κηρύττοντες ἱκανοὶ τὰ βελτίω διδάσκειν. πρὸς δὲ τούτοις διδάσκαλοί τε καὶ παιδαγωγοὶ πάντες κοινῶς τὰ κακὰ φεύγειν παραινοῦντες οὐκ ἀνεννοήτους τῶν βελτιόνων τοὺς νέους ἐῶσιν εἶναι. καὶ ὅτι μὲν οὐκ ἀγνοίᾳ τῶν κακῶν τὰ ἁμαρτήματα, δῆλον ἐκ τούτων τε καὶ τῶν τοιούτων. ὅτι δὲ μὴ βίᾳ πράττουσιν τὰ φαῦλα, δῆλον ἐκ τοῦ αὐτοὺς εἶναι τοὺς πράττοντας αὐτά, καὶ κατὰ τὴν ἐξ αὐτῶν ὁρμὴν κινεῖν ἐπὶ τὰς τοιαύτας πράξεις τὰ ὀργανικὰ μέρη καὶ βουλευομένους περὶ αὐτῶν καὶ προαιρουμένους αὐτά. εἰ γὰρ οἱ προαιρούμενοι βιάζονται, τίνες ἂν εἶεν οἱ μὴ βιαζόμενοι; εἰ δὲ ἐν ἕξει τῶν ἁμαρτανομένων γενόμενοι μήτε αἰδοῦνται αὐτοὺς --- τῶν κακῶν φρονοῦσιν, οὐδὲν τοῦτο πρὸς τὸ εἶναι αὐτὰ ἀκούσια. τοῦ γὰρ ἐν ταύτῃ τῇ ἕξει γενέσθαι, ὡς τὰ κακὰ μὴ ὑπολαμβάνειν καὶ αὐτοῖς εἶναι κακά. αὐτοὶ αἴτιοι, ὅτε γ’ ἦν ἐπ’ αὐτοῖς μὴ πράττειν ταῦτα δι’ ἃ γεγόνασιν τοιοῦτοι μὴ φυλαξάμενοι. εἰ δὲ ἀρχομένοις μὲν αὐτοῖς τῶν μαρτημάτων οὐκ ἐφαίνετο τὰ κακὰ ώφέλιμά τε καὶ αἱρετά, προελθοῦσιν δὲ ἐν αὐτοῖς καὶ δι’ ἀμέλειαν αὐτῶν ἐν ἕξει γενομένοις μοχθηρ τὰ τοιαῦτα φαίνεται, ἑαυτοῖς ἂν εἶεν τῆς ἀπ’ αὐἐρῶντες [*](1 ἐρωτῶντες sic V: ἐρωτῶντες B1 ὡς addidi: ἐστὶ καὶ add. B2a Sp. 6 εἰσιν (εἰσιν V)] ἴασιν coni. Sp. fortasse recte πεπεισμένοι μὲν βλαβήσεσθαι B2a Sp. εἴκοντες δὲ τῇ aSp. 8 αὐτήν] ην in lit. V 9 ἔννοιαν] εὖνοιαν a Sp. 10 ἀ| νεννόητοι (νεν in lit. V οἱ μηδέπω B Sp.: οἱ μὴ δέπω (μὴ s. v.) V: ὅρμη δέπω a 15 κοινὴ] ὴ in lit. V 17 τούτοις Sp.: τούτους libri 19 ὰμαρτήματα] tert. α in lit. V 20 ὅτι] ο in lit. V δὲ μὴ corr.e μὴ δὲ V: δὲ μὴ δὲ Ba Sp. βίη] β in lit. V 21 αὐτοὺς αἰτίους⟩ Θiels 22 ὀργ ἴκὰ (κὰ in lit.) sic V 23 προαιρουμένους] pr. υ in lit. V 24 εῖεν] νin lit. V εὶ] οἱ Vict. 25 αὑτοὺς Sp.: αὐτοὺς V: om. a τῶν κακῶν φρονοῦσιν VFB1 s1: Sp.) νόμων καταφρονοῦσιν, τὰ κακὰ οὐχ ἡγούμενοι εἶναι κακά B²S²a Sp. 27 αὐτοῖσ V αὐτοὶ Ba Sp.: αὑτοὶσ V: αὐτοις FS ὅτε γ’ ἦν Schwartz: ὅτε μὴν VBFS¹: εἴ γε B2a Sp. 28 τὸ μὴ πράττειν B2a Sp. δι’ ἃ γεγόνασιν scripsi: διαγεγόνασιν VB¹B¹F: ἂν διαγεγόνασιν B²S²a Sp. 31 μοχθηρᾷ Schsartz: μοχθηρὰ VFB¹S¹: αλρετὰ B²S2a Sp. τὰ delevi)
130
τῶν τοιαύτης φαντασίας αἴτιοι, ὄντες αὐτοῖς τῆς τοιαύτης ἕξεως αἴτιοι, δι’ ἣν φαντασίας περὶ τῶν κακῶν τοιαύτας ἔχουσιν. τούτοις δὲ μαρτυρεῖ καὶ τὸ μισεῖσθαι καὶ κολάζεσθαι τοὺς οὕ| τως ἁμαρτάνοντας, ὡς ἑκουσίως καὶ αὐτοῖς αἰτίους ὄντας τῶν τοιούτων πράξεων, τῶν ἀκουσίως τοιοῦτόν τι πραττόντων συγγνώμης τυγχανόντων. διὰ τί γάρ, εἰ πάντα ἀκούσια, τὰ μὲν αὐτῶν συγγινώσκεται, τὰ δ’ οὔ; εἰ γάρ, ὅτε ἐπ’ αὐτοῖς ἦν τὸ μαθοῦσιν ὁποῖά ἐστιν ἀπέχεσθαι αὐτῶν, εἰ μὲν εἰδότες τοῦτο ἠμέλουν αὐτοῦ, αὐτοὶ αἴτιοι πάλιν καὶ ἑκόντες τοιοῦτοι, εἰ δὲ κἀκεῖνο ἠγνόουν, πῶς οὐ καὶ αὐτοὶ συγγνώμης ἄξιοι; ἱκανὴ δὲ πίστις τοῦ μήτε βίᾳ μήτε δι’ ἄγνοιαν τῶν βελτιόνων τινὰς ἁμαρτάνειν τῶν ἁμαρτανόντων καὶ τὸ μήτε λυπεῖσθαι μήτε μεταγινώσκειν ἐπὶ τοῖς ἁμαρτήμασιν· τὰ γὰρ ἀκουσίως πραττόμενα ἐπίλυπά τέ ἐστι καὶ ἐν μεταμελείᾳ. ὅτι δὲ εἰ ἀκούσια τὰ ἁμαρτήματα, οὐδὲ ἐφ’ ἡμῖν ἂν εἴη, δῆλον ἐκ τοῦ ἀκούσια μὲν εἶναι τὰ βίᾳ ἢ δι’ ἄγνοιαν γινόμενα, οὔτε δὲ ἃ βιαζόμενοι ποιοῦμεν ἐφ’ ἡμῖν μὴ ποιεῖν (ἃ γὰρ μὴ ἐφ’ ἡμῖν καὶ ποιῆσαι καὶ μὴ ποιῆσαι, ταῦτα οὐ βίᾳ), τὰ δὲ διὰ θυμὸν ἢ ἐπιθυμίαν μαρτανόμενα βίᾳ φασὶν ποιεῖν τοὺς ποιοῦντας, ὥστε ⟨τὰ> διὰ θυμὸν ἢ ἐπιθυμίαν ἁμαρτανόμενα οὐκ ἐφ’ ἡμῖν. εἰ δὴ αἱ κολάσεις ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οἱ διὰ θυμὸν ἢ δι’ ἐπιθυμίαν ἁμαρτάνοντες οὐκ ἂν εὐλόγως κολάζοιντο. ὅσα δὲ δι’ ἄγνοιαν ἁμαρτάνεται, ταῦτα εἰ μὲν τῆς ἀγνοίας αὐτοῖς οἱ ἁμαρτάνοντες αἴτιοι, εἶεν ἂν ἐπ’ αὐτοῖς· εἶεν δ’ ἂν αὐτοῖς αἴτιοι τῆς ἀγνοίας, εἰ ἐνὸν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπομένοις μὴ γενέσθαι ἐν ἕξει τοιαύτῃ, δι’ ἣν ἀγνοήσουσι τὰ ἀγαθά, οἱ δὲ ἠμέλησαν τοῦ τοιούτου. ἀλλὰ μὴν οὐκ ἄλλως ἐνῆν αὐτοῖς ἐπὶ τὰ βελτίω τραπέσθαι, εἰ μὴ εἶχόν ποτε ὑπολήψεις τινὰς περὶ τῶν ἀγαθῶν ὡς ὄντων τοιούτων. εἰ γὰρ ἀεὶ τὰ κακὰ αὐτοῖς ἀγαθῶν φαντασίαν ἐπέστελλεν, οὐκ ἦν ἐπ’ αὐτοῖς τὸ μὴ αἱρεῖσθαι αὐτά. ἀλλὰ μὴν οἱ ἔχοντες ὑπολήψεις περὶ τῶν ἀγαθῶν ὡς ἀγαθῶν ἔπειτα μὴ αρούμενοι αὐτὰ ἑκόντες ἡμάρτανον. οὔτε γὰρ διὰ βίαν οὔτε δι’ ἄγνοιαν παρεώρων τὴν τῶν βελτιόνων αἵρεσιν, ὥστε ὡς ἐπ’ αὐτοῖς τὸ ἁμαρτάνειν, οὕτως καὶ ἑκούσιον. εἰ δὲ μὴ αὐτοῖς τῆς ἀγνοίας αἴτιοι, οὐδ’ ἂν ἐπ’ αὐτοῖς εἴη τὸ δι’ ἄγνοιαν ἁμαρτάνειν, οὕτως δὲ οὐδεὶς ἂν εὐλόγως κολάζοιτο τῶν ἁμαρτανόντων, εἴ γε αἱ κολάσεις μὲν ἐπὶ τοῖς ἐφ’ ἡμῖν, οὐδὲν δὲ τῶν ἁμαρτανομένων ἐφ’ ἡμῖν, εἴ γε ἀκούσιον, πᾶν δὲ ἀκούσιον ἡ δι ἄγνοιαν ἢ βίᾳ.

Εἰ ἐν τοῖς φύσει γινομένοις ἐστίν τι, οὖ χάριν τὰ οὕτως γινόμενα γίνεται, [*](1. 2 δι ἣν] δ’ ἦν a 6 εὶ] fortasse καὶ ὅτε Diels, cf. 29,27: ὅτι libri ἠμέλουν V 13 ἡ δι’—οὐ βίᾳ (15)] om. Ba Sp. del. 14 fortasse ⟨ποιοῦμεν οὔθ’ ἃ δι’ ἄγνοιαν⟩ ποιοῦμεν 15 οὐ del. v. c. V βίᾳ—ἁμαρτανόμενα (16) V in mg. 16 τὰ add. B²SFa Sp. 17 ἁμαρτανόμενα] ἀμαρτανόμεῦ |V 20 αὐτοτσ V εῖεν] εἴη Sp. 22 ἀγαθα V οἱ δὲ] οῖ δὲ V 24 ὑπολήψεις] εἰ in lit. V ἀεὶ] δὴ a 27 ἐπεὶ τὰ a 30 αὑτοῖς VB: αὐτοὶ a Sp. 32 ἀκού| σίον V 35 γινόμενα] ινο in lit. V)

131
τὸ δέ, οὗ χάριν γίνεταί τινα, τέλος ἐκείνων, ἐν τοῖς φύσει γινομένοις τέλος τί ἐστιν. ἀλλὰ μὴν τὸ τέλος τῶν τοῦ τέλους χάριν γινομένων ἄμειω ὥστε καὶ τῶν φύσει γινομένων τὰ τέλη τῶν ἐκείνων γινομένων χάριν ἀμείνω. ἔστι δὲ καὶ ὁ ἄνθρωπος τῶν φύσει γινομένων, ὥστε ἐστίν τι καὶ τούτῳ τέλος, καὶ τοῦτο τῶν ἐφ’ οἷς τοῦτο βέλτιον. τέλος δὲ τοῦ ἀνθρώπου τὸ σπουδαῖον ἄνθρωπον γενέσθαι, τούτου χάριν ὁ ἄνθρωπος, τὸ δὲ σπουδαῖον γενέσθαι ἐστὶ τὸ ἔχειν τὰς ἀνθρώπου ἀρετάς. ἀλλὰ μὴν οὐχ οἷόν τε σχεῖν τῷ ἀνθρώπῳ τὰς ἀρετάς, εἰ μὴ πρῶτον ἄνθρωπος γένοιτο. ὁ ἄνθρωπος ἄρα τῆς τῶν ἀρετῶν κτήσεως χάριν, ἀλλ’ οὐχ αἱ ἀρεταὶ τοῦ ἀνθρώπου. διὸ καὶ ἀμείνων ὁ κεκτημένος τὰς ἀρετὰς ἄνθρωπος τοῦ χωρὶς τούτων ἀνθρώπου. οὐ γὰρ αἱ ἀρεταὶ γίνονται. οὐ γὰρ ἡμεῖς αὐτὰς κτώμεθα ὡς χωρίον ἢ ἀνδράποδον ἢ οἰκίαν, ἀλλ’ ἡ τῶν ἑκάστου ἀρετῶν γένεσις ἐν τῇ κτήσει αὐτῶν. εἰ δὲ ἡ γένεσις αὐτῶν ἐν τῇ κτήσει, καὶ τὸ εἶναι αὐταῖς ἐν τούτῳ, ἔστι δὲ τὸ τέλος ἡμῖν ἡ κτῆσις αὐτῶν, εἶεν ἂν καὶ αἱ ἀρεταὶ τέλη ἡμῶν καὶ τούτων χάριν ἡμεῖς. διὸ καὶ ἀμείνους ἡμῶν αἱ ἀρεταί, διότι καὶ τὸ τέλος ἡμῶν ἐν τῇ τῶν ἀρετῶν παρουσίᾳ τε καὶ κτήσει.

Ὡσπερ οὐ λέγεται πολλαχῶς τὸ ζῷον, ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ λογικὸν τὸ δ’ ἄλογον, ἀλλ’ οὐδὲ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατὰ ἔνδειαν, οὕτως οὐδὲ τὸ ἀκοῦ σιον πολλαχῶς, ἐπεὶ τὸ μὲν αὐτοῦ βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. μέρη γὰρ ἢ εἴδη τοῦ ἀκουσίου ταῦτα. εἰ δὲ μὴ πολλαχῶς τὸ ἀκούσιον, οὐδ’ ἂν ὁ τόπος ἔτι διὰ τοῦτο διαβάλλοιτο ὁ ἀξιῶν εἰ τὸ ἕτερον τῶν ἐναντίων πολλαχῶς, καὶ τὸ ἕτερον πολλαχῶς· οὐ πολλαχῶς δὲ τὸ ἑκούσιον τοῦ ἀκουσίου τοῦ ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου’; οὐδὲ γὰρ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μέν ἐστιν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ. γένος γάρ τι ἡ κακία ἐπὶ εἴδεσιν τῇ τε ὑπερβολῇ καὶ τῇ ἐνδείᾳ, καὶ ὥσπερ κακία μὲν ἑκατέρα, καὶ ἡ ἐν ὑπερβολῇ καὶ ἡ ἐν ἐνδείᾳ (οὐδὲ γὰρ σἶόν τε ἄμα τὸν κακὸν κατ’ ἄμφω κακὸν εἶναι, οὐ μέντοι καὶ ἡ ἀρετὴ ἤδη διπλῆ ἑκατέρᾳ τῶν κακιῶν ἰδία τις ἀντικειμένη· οὐ γὰρ αὔταρκες πρὸς ἀρετὴν τὸ μὴ εἶναι ἐν ὑπερβολῇ, ἢ πάλιν τὸ μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ δεῖ, εἰ ἀρετὴ ἔσοιτο, ἐν μηδετέρῳ ἐκείνων εἶναι) οὕτως καὶ τὸ ἑκούσιον ἐν τῇ ἑκατέρου τῶν ἐν οἷς τῷ ἀκουσίῳ τὸ εἶναί ἐστιν ἀντιθέσει ἅμα τὸ εἶναι ἔχει. δεῖ γὰρ τὸν ἑκουσίως τι ποιοῦντα ἐν αὐτῷ [*](6 γὰρ χάριν B2 coni. Sp. 7 αρετάσ V τ’ ἔχειν coni. Sp. 9 ἄρα (in mg. m¹ VB: ὁ γὰρ ἄνθρωπος GFS (S² in mg. ἄρα) MNL: ὁ ἄνθρωπος ἀρα a Sp. 11 οὐ—γίνονται] sententiaaut manca (ἀρεταὶ ἀρετῶν] υ ἀρ in lit. V 21 οὐδὲ coni. Sp.: οὔτε libri 22 ἡ] ἠ V 24 post ὁ litura V 26 οὐδὲ Sp.: οὕτε libri 27 γένος] τινὸς a 29 ἐν Sa Sp.: ἐπὶ V 30 ἡ om. aSp. διπλῇ a Sp. ἑκατέρα corr. in ἑκατέραι v. c. V 31 ἤ add. v. c. V 32 δεῖ] δὴ a 34 δεῖ S2B (in lit.) a: διὰ VS1 αὐτῷ V)

132
τε τὴν ἀρχὴν ἔχειν τῶν πραττομένων καὶ ἔτι εἰδέναι τὰ καθ’ ἕκαστα, ὧν τὸ μὲν τοῦ βίᾳ ἀναιρετικόν ἐστι, τὸ δὲ τοῦ δι’ ἄγνοιαν. διὸ ἅμα ἀμφοτέροις τοῖς τοῦ ἀκουσίου μέρεσιν ἀντίκειται τὸ ἑκούσιον ἐκείνων μηδὲ ἤδη δυναμένων. οὐ γὰρ οἷόν τε τὸν βίᾳ τι ποιοῦντα ἢ πάσχοντα καὶ ἀγνοοῦντα τὰ καθ’ ἕκαστα ἁμαρτάνειν. οὐδὲν γὰρ πρὸς τὸ ἀκουσίως ποιεῖν τοὺς βιαζομένους ὑπό τινων συντελεῖ ἡ ἄγνοια ἢ γνῶσις τῶν καθέ κάστα. οὐκ ἀναιρεῖται δὲ ὁ τόπος οὐδὲ ὑπὸ τοῦ τὸ μὲν φιλεῖν πολλαχῶς λέγεσθαι, τὸ δὲ μισεῖν ἐναντίον ὄν αὐτῷ μηκέτι λέγεσθαι πολλαχῶς. εἰ μὲν γὰρ ἦν τὸ μισεῖν παντὶ τῷ φιλεῖν ἐναντίον, καὶ μὴ πολλαχῶς ἐλέγετο, ἀνῃρεῖτο ἂν ὁ τόπος· εἰ δὲ τὸ μισεῖν μόνῳ ἐστὶν ἐναντίον τῷ φιλεῖν τῷ κατὰ διάθεσιν, οὐκέτι δὲ καὶ τῷ καταφιλεῖν, οὐ διαβάλλεται ὁ τόπος. τότε γὰρ διαβάλλοιτο ἄν, εἰ παντὶ τῷ σημαινομένῳ ὑπὸ τοῦ πολλαχῶς λεγομένου ὄν ἐναντίον τι μὴ εἴη καὶ αὐτὸ πολλαχῶς λεγόμενον. τῷ γὰρ λευκῷ πολλαχῶς λεγομένῳ τὸ μέλαν ἐναντίον ὂν πολλαχῶς λέγεται, ὅτι πᾶσι τοῖς σημαινομένοις ὑπὸ τοῦ λευκοῦ ἐναντίον ἐστίν· καὶ γὰρ τῷ ἐν χρώματι λευκῷ καὶ τῷ ἐν φωνῇ ἐναντίον τὸ μέλαν, ὡς εἴ γε μόνον ἦν τῷ ἑτέρῳ αὐτῶν ἐναντίον, οὐδ’ αὐτὸ ἂν ἐλέγετο πολλαχῶς.