Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ὁ μὲν γὰρ πόνος σωματικήν τινα θλῖψιν ἐμφαίνει, ἡ δὲ λύπη ψυχικὴν συστολήν. εἰ μὲν οὖ καὶ ἡ ἡδονὴ πᾶσα ἦν ἐν σωματικῇ διαχύσει, ἦν ἂν ὁ πόνος αὐτῇ ἐναντίος, ἐπεὶ δ’ ἐστὶν ἡδονὴ διάχυσίς τις τῆς ψυχῆς οὐ διὰ σώματος οὐδ’ ἐπὶ σώματι γινομένη μόνῳ, οὐκ ἂν εἴη τῇ τοιαύτῃ ἡδονῇ ἐναντίον πόνος, ἀλλὰ λύπη. ἡ μὲν γὰρ λύπη καὶ ἐπὶ ταῖς θλίψεσι τοῦ σώματος καὶ αὐτῆς τῆς ψυχῆς ἐφ’ αὐτῆς, ὥσπερ καὶ ἡ ἡδονή, ὁ δὲ πόνος ἐπὶ σώματι μόνον. διὸ εἴη ἂν ἁπλῶς μὲν ἡδονῇ λύπη ἐναντία, τινὶ δὲ ἡδονῇ ἡ ὡς πόνος. τῇ γὰρ σωματικῇ διαχύσει καὶ τῇ τοῦ σώματος εὐσθενείᾳ καὶ τῇ ἐπὶ τούτοις ἡδονῇ εἴη ἂν ἡ τοῦ σώματος θλῖψίς τε καὶ ὀδύνη ἐναντία. ὁ δὲ ἐπὶ τῆς ψυχῆς λεγόμενος πόνος, ὡς λέγονταί τινες φιλόπονοι, οὐδὲ τὴν ἀρχὴν ἐναντίος ἡδονῇ· μεθ’ ἡδονῆς γοῦν γίνεται. εἰ δέ τις ἐπὶ τῷ πονεῖν λυποῖτο, ἡ λύπη ἄν, οὐχ ὁ πόνος εἴη τὸ ἐναντίον τῇ ἡδονῇ. οὔσης δὲ λύπης τῇ ἡδονῇ ἐναντίας πᾶσα μὲν λύπη κακὸν εὐλόγως ἂν λέγοιτο· τῇ γὰρ αὐτῆς φύσει φευκτή. ἡ δ’ ἡδονὴ οὐ πᾶσα ἀγαθόν, ἀλλ’ ὅσαι μὲν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς ἡ ἡδονὴ ὑπερβολὴν ἔχουσιν, ἕξουσιν ὁμοίως καὶ αἱ ἐπ’ αὐταῖς ὑπερβολὴν ἡδοναί, τοιαῦται δ’ αἱ σωματικαί. διότι τούτων αἱ μὲν σύμμετροι αἱρεταί, ὁποῖαί εἰσιν καὶ αἱ περὶ τὰ ἀναγκαῖα τὰ πρὸς τὸ σῶμα (αἱρετὰ γὰρ καὶ τὰ ἀναγκαῖα), αἱ δ’ ὑπερβάλλουσαι φευκταί, ὁποῖαί εἰσιν αἱ τῶν ἀκολάστων, καὶ εἴη ἂν ἐπ’ αὐτῶν καὶ ἡ λύπη ὡς ἔνδειά τις κακόν, καὶ ἡ ὑπερβάλλουσα ἡδονὴ ὡς ὑπερβολή τις, ἡ δὲ σύμμετρος ἀγαθὸν ἐν μεσότητί πως οὖσα τῶν προειρημένων. ὧν δ’ ἡδονῶν μὴ ἔστιν ὑπερβολή (τοιαῦται δ’ εἰσίν, ὅσαι ἐπὶ ἐνεργείαις γίνονται, ὅσων τὸ αἱρετὸν ἐκ τῆς ἐπιδόσεως τε καὶ προσθήκης αὔξεται, ὁποῖαί εἰσιν αἱ γινόμεναι κατὰ τὰς ἀρετάς), ἐπὶ τούτων οὐδὲ τῶν ἡδονῶν ἔσται τις ὑπερβολή· διὸ αἱ τοιαῦται αἱρεταί τε καὶ ἀγαθαὶ τῇ οἰκείᾳ φύσει πᾶσαι. |
[*](1 τοῖσ] ταῖσ a Sp. 2 κακόν VB¹: ἐναντίον ὡς κακὸν κακῷ B2a Sp. τὸ ἐφ’ οἷς μηδὲ γενόμενον VB¹: ἐλλείψει β Sp. 8 διαχύσει Vict. (ubique restituit): διαλύσει litbri 9 ὁ om. a Sp. αὐτῇ Sp.: αὐτῆς libri διάλυσις V 10. 11 τῇ τοιαύτῃ ἡδονῇ Sp.: τῆς τοιαύτης ἡδονῆς libri 13 ἐναντία V: ἐναντίον Βa 14 διαλύσει V 19 τῇ ἡδονῇ B2 Sp: τῆς ἡδονῆς libri bis 21 ὅσαι B2a Sp.: ὅσα libri 22 αὐταῖς] υ in lit. V 23 διό coni. Sp. 21 post τῶν add. ἐνεργειῶν, εἰ δὲ τῶν B2a: τῶν ⟨ἐνεργειῶν ἡδονῶν⟩ coni. Sp.)Ἢ γὰρ πᾶσαν ἔδει καὶ τὴν ἡδονὴν κακὸν εἶναι οὖσαν ἐναντίον τῇ λύπῃ ὡς κακὸν κακῷ, ἢ εἰ μὴ ὡς φευκτὸν μηδὲ κακὸν ἡ ἡδονή, ἀλλ᾿ ὡς ἀγαθὸν κακῷ ἀντίκειται, πᾶσαν ἀγαθὸν εἶναι. εἰ γὰρ εἴη τις ἡδονὴ κακόν, εἴη ἂν τῶν λυπῶν κακῶν οὐσῶν πασῶν ἡ ἡδονή, ἐναντία οὖσα τῇ λύπῃ, ἡ μὲν ὡς κακὸν κακῷ ἐναντία, ἡ δὲ ὡς ἀγαθὸν κακῷ, ὅτι δεῖται λόγου. ἢ οὐδὲ λύπη πᾶσα κακόν, εἴ γε καὶ ἐν τούτοις ἡ ἀρετὴ τοῦ μέσου στοχαστική, καί εἰσιν οἰκεῖαι τῷ σπουδαίῳ καὶ λύπαι τινὲς καὶ πόνοι. εἴη δ᾿ ἂν κοινότερον ὁ πόνος τῆς λύπης. τὶς γὰρ πόνος ἡ λύπη. καὶ γὰρ ὥσπερ ἡ ἡδονὴ ταῖς ἐνεργείαις ἑπομένη καὶ μέρος πως ἢ τέλος οὖσα αὐτῶν παῤ ἐκείνων ἔχει τὸ αἱρετόν τε καὶ φευκτόν (αἱρεταὶ μὲν γὰρ αἱ ἐπὶ ταῖς αἱρεταῖς ἐνεργείαις, φευκταὶ δ᾿ αἱ ἐπὶ ταῖς μὴ τοιαύταις), οὕτως εὔλογον καὶ τὰς λύπας ὑπολαμβάνειν ἐπὶ ἐνεργείαις τισὶ γινομένας παῤ ἐκείνων καὶ αὐτὰς ἔχειν τὸ αἱρετόν τε καὶ φευκτὸν ἔμπαλιν τῶν ἡδονῶν. τὰς μὲν γὰρ ἐπὶ ταῖς καλαῖς γινομένας ἐνεργείαις φευκτὰς εἶναι, τὰς δ᾿ ἐπὶ ταῖς αἰσχραῖς αἱρετάς. εἰ δέ εἰσιν λῦπαί τινες αἱρεταὶ καὶ πόνοι, εἶεν ἂν καὶ ἡδοναὶ φευκταὶ αἱ ταῖς λύπαις ταύταις ἐναντίαι. ἐναντίαι δὲ ἡδοναὶ λύπαις αἱ γινόμεναι ἐπὶ ταῖς τοιαύταις ἐνεργείαις. καὶ διὰ τοῦτο οὐ πᾶσα ἀγαθὸν ἡδονή, ὅτι μηδὲ πᾶσα λύπη κακόν. ἐλέγετο δέ τι καὶ τοιοῦτον, ὅτι οὐδὲ τοῖς ὑποθεμένοις πᾶσαν εἶναι λύπην κακὸν ἀκολουθεῖν ἀνάγκη τὸ ἢ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι ἢ πᾶσαν κακόν, κειμένου τοῦ τὴν λύπην ἐναντίαν εἶναι τῇ ἡδονῇ. ἐφ᾿ ὧν γὰρ ἡδονῶν ὑπερβολαί τινές εἰσιν, ἐν τούτοις εἰσὶ καὶ αἱρεταί τινες ἡδοναὶ καὶ φευκταί. αἱ μὲν γὰρ μέσαι αἱρεταί, αἱ δὲ κατὰ τὰς ὑπερβολὰς φαῦλαι, εἰσὶ δὲ τοῦτο ἔχουσαι αἱ σωματικαὶ τῶν ἡόνων. ἐφ᾿ ὧν δὲ μή εἰσιν ὑπερβολαὶ τῷ καὶ τὰς ἐπὶ πλέον αὐτῶν γινομένας ἐν ἐν τῷ αἱρετῷ μένειν, αὗται πᾶσαι αἱρεταί, οἷαί εἰσιν αἱ ἐπὶ ταῖς κατὰ θεωρίαν ἐνεργείαις. εἰσὶ δέ τινες καὶ παρὰ φύσιν ἡδοναί, ὁποῖαί εἰσιν αἱ θηριώδεις τε καὶ νοσηματώδεις, περὶ ὧν εἴρηται ἐν τῷ ἑβδόμῳ τῶν Ἠθικῶν, αἳ οὔτε κυρίως ἀνθρώπου λέγοιντο ἂν ἡδοναί, ὅτι μὴ κατὰ φύσιν, οὔτε αἱρεταί οὕτως δὲ ἐχουσῶν τῶν ἡδονῶν πάσαις μὲν αὐταῖς ἔσται λύπη ἐναντίον ὡς κακὸν τῷ κεῖσθαι πᾶσαν εἶναι λύπην κακόν, τῶν δὲ ἡδονῶν ὅσαι μέν εἰσι παρὰ φύσιν, αὗται ὡς κακὸν κακῷ τῇ λύπῃ ἔσονται ἐναντίαι, εἴ τις καὶ ταύτας ἐν ταῖς ἡδοναῖς καταλέγοι, ὅσαι δὲ ἔχουσιν ὑπερβολήν, ἐπὶ τούτων αἱ μὲν ὡς ἀγαθὸν ἔσονται τῇ λύπῃ ἐναντίαι, αἱ ἐν μεσότητι καὶ ὡρισμέναι τῷ ὀρθῷ λόγῳ, αἱ δὲ καθ᾿ ὑπερβολήν, ἐν αἷς καὶ [*](2 ἐστι Ba Sp. 3 ante ἢ titulum iterat Ba Sp. 5 πᾶσαν B2a Sp.: πῶσ ἂν VB 6 πασῶν. ⟨ἢ⟩ ἡ Vict. Sp. 7 ὅτι—λόγου punctis notat B2 (in mg.: λύσις οὐ μέντοι ἀκριβής): om. a 8 οὐδὲ Sp.: οὔτε libri 14 λύπας] υ in lit. V 29 ὧν] ν s. v. V 29. 30 ἑβδόμῳ τῶν Ἠθικῶνν] Eth. Nic. VII, 1. 1145 a 15s sqq. 31. 32 ἐναντίον ἔσται λύπη Sp. 36 αἷς Sp.: οἷς] libri)
θὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν ἀναιρουμένῳ, ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἄλλα εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς εἶναι δοκεῖ, εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’ δρθὸς λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ ἀρετή, ὅτι τὸ μέρος οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖσθαι τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἂν λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. ἢ μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις ἀρίστη, ὅς λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει. δοκεῖ δὲ καὶ Ἀριστοτέλης ὅλον τι λέγειν τὴν τέλειον ἀρετὴν ἀλλ’ οὐ γένος.
Περὶ τῆς ἀπορίας ταύτης καὶ ἐν τοῖς ὑστέροις εἴρηταί τι·