Ἤ διότι τὴν εὐδαιμονίαν ἐν ταῖς σωματικαῖς ἀπολαύσεσι τίθενται, ἐν αἷς καὶ τὰ ἀνδράποδα καὶ τὰ βοσκήματα, εἰσὶ φορτικοί, ῆ διότι καθ’ οὕς ἡ μόνη ἡδονὴ αἱρετὴ καὶ ὁ πόνος δι’ αὐτὸν φευκτός, οὔτε τὸ καλὸν δι’ αὐτὸ αἱρετὸν οὔτε τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν. ἔτι εἰ μόνον ἡ ἡδονὴ αἱρετή, αἱρετὰ πάντα τὰ ἡδονῆς ποιητικά, ὥστε ἔσται καὶ ἐκεῖνα ἀγαθά· καὶ εἰ τὰ πόνου ποιητικὰ φευκτά, ἔστι δέ ποτε καλὰ πόνου ποιητικὰ, ἔσται καλά τινα φευκτά, ὁποῖαί εἰσιν καὶ αἱ κατ’ ἀνδρίαν ἐνέργειαι. ἔτι καθ’ οὗς μηδὲν τῇ αὐτοῦ φύσει καλόν ἐστιν μηδὲ αἰσχρόν, φαίνεται δέ τινα τοιαῦτα διὰ τὰς προλήψεις τὰς τῶν ἀνθρώπων, δι’ ἃς οὐκ ὃν τῇ ἑαυτοῦ φύσει αἰσχρὸν τὸ αἰσχρὸν ὡς κακὸν φυλασσόμεθα, εἴημεν ἂν ζημιούμενοι εἰς τὰς ἡδονὰς τὰ μέγιστα τῷ φυλασσόμενοι τὸ αἰσχρὸν ἀπέχεσθαι αὐτῶν, ὃ οὐδὲ ἂν τῶν ἀλόγων ποιεῖ, ὥστε εἴη ἂν ἡμῖν πρὸς κακοῦ τὸ λογικοῖς εἶναι. τὸ δὲ λέγειν, ὅτι μηδ’ αὐτοὶ τὰς αἰσχρὰς ἡδονὰς ἀξιοῦμεν αἱρεῖσθαι, εἰ μὲν οὕτως καὶ διὰ τοῦτο λέγοιεν, διότι τὸ αἰσχρὸν δι’ αὐτὸ φευκτόν ἐστι, καλῶς μὲν ἂν λέγοιεν, οὐκέτι μέντοι φυλάσσοιεν ⟨ἂν⟩ τὸ μόνον τὸν πόνον εἶναι φευκτὸν δι’ αὐτόν, εἰ δὲ μὴ διὰ τὸ αἰσχρὸν αὐτό, ἀλλ’ ὅτι ἐπὶ τοῖς τοιούτοις αἱ ζημίαι τινὲς ὑπὸ τῶν νομοθετῶν ὁρίζονται, εἰ μὲν καλῶς, εἶεν ἂν τῇ αὐτῶν πάλιν φύσει τὰ αἰσχρὰ κακά, εἰ δὲ μὴ καλῶς, τοῦτ’ ἐστὶ τὸ λέγειν ζημίαν εἶναι τοῖς ἀνθρώποις τὸ λογικοῖς εἶναι, εἴ γε διὰ τὸν λόγον τὰ μὴ κακὰ κακὰ ὑπολαμβάνοντες ἀποστεροῦνται δι’ αὐτὰ τῶν ὡς ἀληθῶς ἀγαθῶν. τὸ δὲ λέγειν πᾶν ὃ αἱρούμεθα ὡς ἡδὺ ἡμᾶς αἱρεῖσθαι, καὶ τούτῳ χρῆσθαι εἰς πίστιν τοῦ τὴν ἡδονὴν εἶναι τὸ μέγιστον ἀγαθόν, οὐκ ἀληθές, εἴ γε αἱρούμεθα ἕκαστον ὧν αἱρούμεθα ἢ ὡς καλὸν ἢ ὡς συμφέρον ἢ ὡς ἡδύ. τὸ δὲ λέγειν καὶ τὸ συμφέρον ἡδὸ [*](2 οἰκεῖαι V 3 αὐταὶ Sp. 4 τὰ om. a Sp. 5 αὐταὶ aSp. 7 ἐν τῷ πρώτῳ] Eth. Nic. , 3. 1095b16 8 titulum iterat 8 ante ἢ διά τι a 9 ⟨ἢ⟩ διότι scripsi 10 ἡδονὴ μόνη B αὐτὸν V²Sa Sp.: αὐτὸν V¹: αὐτῶν G 11 αὐτὸ V2 Sp.: αὐτὸ V¹: αὑτὸν Sa αὐτὸ V μόνον] μόνη a Sp. 12 αἱρετὸν GFS1 αλρετὰ addidi: καὶ add. V2?BSGFa ἔσται coll. post ἐκεῖνα GSFa Sp. 14 ἀνδρίαν sic V 17 αἰσχρὸν addidi: post τὸ αἰσχρὸν add. S²B2a Sp. εἴη μὲν a κακὸν S²B2a Sp.: καλὸν V 18 φυλασσόμενοι BS²a Sp.: φυλασσομένῳ V 19 οὐδὲ V ἂν om. a Sp. 21 αὐτὸ V 22 ἂν addidi 23. 24 ἀλλοτι V 24 αἱ del. (sive corr. in εἰ V 25 εἴη coni. Sp. 26 τουτ’ v 27 γε in ras. BSFG aSp.: δὲ V 28 αὐτὰς a Sp. 31 καλὸν ἢ] ν ἢ in lit. V)
139
εἶναι ψεῦδος. πολλάκις γὰρ φανερῶς αὐτὸ ὄν ἀηδὲς αἱρούμεθα, καὶ εἰ συμβέβηκεν δὲ καὶ τῷ καλῷ, καλόν ἐστι, καὶ ἡδεῖ εἶναι, ἀλλ’ οὐ διότι ἡδὺ αὐτὸ αἱρεῖται. τὸ γοῦν αἰσχρὸν πολλάκις ὃν ἡδὺ ἀποστρεφόμεθα καὶ φεύγομεν. εἰ δὲ τοῦτο διὰ τὸ αἰσχρὸν φεύγομεν, καὶ αἱροίμεθα ἂν διὰ τὸ καλὸν τὸ ἡδύ. ἀλλὰ καὶ τὸ λέγειν μηδὲν εἶναι τῇ αὐτοῦ φύσει καλὸν μηδὲ αἰσχρόν, ἀλλὰ πρὸς ἰδίας προλήψεις λέγεσθαι ταῦτα, καὶ ἀπαιτεῖν διὰ λόγου τινὸς δειχθῆναι τὸ καλὸν αὐτοῖς, ὅμοιον τῷ ἀπαιτεῖν λόγον τοῦ εἶναί τι λευκόν. οὐδὲν γὰρ τῶν ἐναργῶν τῇ αὐτῶν φύσει δεῖται τῆς ἐκ τῶν λόγων πίστεως, ἐναργὲς δὲ πᾶσιν τοῖς μὴ πεπηρωμένοις τὸ ὄμμα τοῦτο τῆς ψυχῆς, ᾧ ταῦτα γνωρίζεται, τὸ εἶναί τι καλὸν καὶ αἰσχρόν. ὅτι δὲ ἐκ φύσεως ἡμῖν τὸ γνωρίζειν τά τε αἰσχρὰ καὶ τὰ καλά, δῆλον τῷ ἐπὶ τοῖς αἰσχροῖς οὐ γινο| μένοις μόνον, ἀλλὰ καὶ λεγομένοις ἐρυθαίνεσθαι ὥς τι πάσχοντας, καὶ τοῦτο ἔστιν ἰδεῖν καὶ ἐν τοῖς μικροῖς ἔτι γινόμενον παιδίοις. καὶ γὰρ ταῦτα ἐρυθριᾷ πολλάκις ὡς ἐπὶ αἰσχροῖς τισίν.
Τὰ ὁμοειδῆ ἀλλήλοις οὐκ ἔστιν ἀλλήλων φθαρτικά. οὔτε γὰρ λευκὸν ὑπὸ λευκοῦ καθὸ λευκὸν φθείρεται, οὔτε μέλαν ὑπὸ μέλανος, οὔτε θερμὸν ὑπὸ θερμοῦ, ἡδονὴ δὲ ὑπὸ ἡδονῆς ἐστι φθαρτική. αἱ γοῦν ἀπὸ τῶν σφόδρα σπουδαζομένων ἡδοναὶ φθείρουσι τὰς ἀπὸ τῶν σπουδαζομένων ἔλαττον. ἐν γοῦν τοῖς θεάτροις ἡ ἀπὸ τοῦ ἀκούειν τινὸς κωμῳδοῦντος καλῶς φθείρει τὴν ἀπὸ τοῦ τραγηματίζειν. εἰ δέ, ὃ ἡ ἐναντία λύπη ποιεῖ τῇ ἡδονῇ, τοῦτο ποιεῖ ἡ ἀπό τινος ἄλλου ἡδονή, οὐκ ἂν εἴη ὁμοειδὴς αὕτη, ὡς τῷ ἀριθμῷ διαφέρειν μόνον. ἔτι αἱ ἡδοναὶ οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ’ αἷς γίνονται, τέλη οὖσαι αὐτῶν τῶν κατ’ εἶδος διαφερουσῶν ἀλλήλων ἐνεργειῶν, εἶεν ἂν καὶ αἱ ἡδοναὶ ἕτεραι τῷ εἴδει ἀλλήλω. ἔτι εἰ τὴν τοῦ ἀκολάστου ἡδονὴν μὴ οἷόν τε ἡσθῆναι τὸν σώφρονα, μηδὲ τὴν τοῦ σώφρονος τὸν ἀκόλαστον, οὐκ ἂν εἶεν ὁμοειδεῖς ἀλλήλαις αἱ ἡδοναὶ πᾶσαι. ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.
Ὁ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτῶν καὶ μηδὲν ἀξιῶν μανθάνειν ἢ ποιεῖν, ὃ μὴ ἔστι χρήσιμον, οὗτος ἀναιρεῖ τὸ [*](2 ἡ SFa Sp.: εἰ VΒ 3 αἰσχρὸν V 5 post ἡδὺ add. ὃ a 8 αὑτῶν V: αὐτοῦ B¹: αὐτοῦ B2a Sρ.: ἑαυτοῦ S² 10 ᾦ Vict. Sp.: ὡς libri δὲ om. a 11 τῷ Vict.? Sp.: τὸ libri 12 ἐρυθαίνεσθαι V²GSFB: ἐρυθένεσθαι V¹: ἐρυθραίνεσθαι a Sp. 13 γινόμενον ἔτι aSp. 19 τῶν ἧττον σπ. Vict. 20 κωμωδοῦντοσ V 21 τραγηματίζεν] μα in lit. V 8 ἡ θiels: δὴ VS¹B GF: δὴ ὅπερ S²B²a Sp. λύσει V (corr. V2) 23 αῦτη V: αὐτὴ a Sp.: αὐτῆς SF ἔτι in lit. V εἰ add. Schvart 25 εἷεν οὖν ἂν V²B Vict. Sp. 26 ἀκολάστου] κ in it. V ᾖσθῆναι V (corr. V²) 30 χρήσιμον] σι add. V2 31 ἠ V ἀναιρεῖ τὸ] ἀναιρεῖτο V)
140
εἶναί τι δι’ αὗτὸ ἀγαθόν τε καὶ αἱρετόν, εἴ γε τὸ μὲν χρήσιμον ἄλλου τινὸς χάριν γίγνεται, πρὸς ὃ χρήσιμόν ἐστι, τὸ δὲ ἄλλου τινὸς γινόμενον χάριν παρ’ ἐκείνου τὸ αἱρετὸν ἔχον ἔχοι ἂν παρ’ ἐκείνου καὶ τὸ ἀγαθὸν εἶναι, πᾶν δὲ χρήσιμόν ἐστι τὸ ἀγαθοῦ τινος ποιητικὸν καὶ γινόμενον, διότι ἐκείνου ἐστὶ ποιητικόν. ἀλλ’ εἰ τὸ δι’ αὐτὸ ἀγαθόν τε καὶ αἱρετὸν μᾶλλον ἀγαθὸν τοῦ παρ’ ἄλλου τὸ ἀγαθὸν ἔχοντος, ὁ τὸ χρήσιμον ἐν πᾶσιν ἀπαιτῶν ἀναιρεῖ τὸ εἶναί τι ἀγαθὸν κυρίως τε καὶ καθ’ αὐτό, ἔτι ὁ τὸ χρήσιμον μόνον ἀγαθὸν εἶναι λέγων καὶ αἱρετὸν ἀναιρεῖ τὸ εἶναί τι χρή σιμον. εἰ γὰρ τὸ χρήσιμον ὡς ἀγαθοῦ ποιητικόν ἐστιν αἱρετὸν καὶ τὸ εἶναι ἀγαθὸν ἔχει παρὰ τοῦ γινομένου πρὸς αὐτοῦ, μηδὲν δέ ἐστι τοιοῦτο καθ’ οὓς μόνον αἱρετόν ἐστιν τὸ χρήσιμον
--- ἀναιρουμένου τοῦ δι’ ὃ γινόμενον ὑπ’ αὐτοῦ τὸ χρήσιμον τὸ αἱρετὸν ἔχει. εἰ γὰρ εἴη τὸ χρήσιμον χρήσιμον, διότι χρησίμου τινός ἐστιν ἀγαθοῦ ποιητικόν, ἔσται πᾶν τὸ ὑπὸ τοῦ χρησίμου γινόμενον χρήσιμον, ὃ τῷ εἶναι χρήσιμον ἐπ’ ἄλλο πάλιν ἕξει τὴν ἀναφοράν. οὕτως δὲ ἐπ’ ἄπειρον προελεύσεται, ἀεὶ μὲν τοῦ χρησίμου, διότι ποιεῖ τι, ὄντος χρησίμου, παντὸς δὲ τοῦ ὑπὸ τοῦ χρησίμου γινομένου ὄντος καὶ αὐτοῦ χρησίμου. τούτου δ’ οὕτως ἔχοντος οὐδ’ ἂν τὸ χρήσιμον ἔτι μένοι χρήσιμον, οὐκ ὄντος ἐσχάτου τινός, ὃ τῷ δι’ αὐτὸ αἱρετόν τε καὶ ἀγαθὸν εἶναι καὶ τοῖς εἰς αὐτὸ συντελοῦσιν καὶ οὖσι πρὸς αὐτὸ χρησίμοις τὸ εἶναι τοῖς τοιούτοις παρεῖχεν. ὡς γὰρ μὴ ὄντος αἱρετοῦ τοῦ γινομένου οὐδὲ τὸ πρὸς τοῦτο χρήσιμον ἔχοι ἂν τὸ αῖπετόν, σῦτως οὐδὲ τῶν πρὸς χρήσιμόν τι χρησίμων ἔχοι ἂν τὸ αἱρετὸν τῷ μηδὲν τῶν γινομένων ὑπ’ αὐτῶν αἱρετὸν εἶναι δι’ αὐτό, εἰ δὴ ἄτοπον τὸ ἀναιρεῖν τό γε εἶναί τι ἀγαθόν (ἀναιρεῖται γὰρ κατὰ τοὺς λέγοντας μόνον δεῖν σπουδάζεσθαι τὸ χρήσιμον, ὡς δέδεικται), ἄτοπον δὲ καὶ τὸ λέγειν μηδὲν εἶναι χρήσιμον, ὃ καὶ αὐτὸ ἀναιροῦσιν οἱ τὸ χρήσιμον μόνον σπουδάζεσθαι λέγοντες, ἄτοπος ἂν ἥδε ἡ δόξα εἴη. πρὸς δὲ τούτοις εἰ τὰ μὲν χρήσιμα ἡμῖν συναίρεται πρὸς τὰς ἐνδείας τε καὶ ἐνοχλήσεις καὶ περιστάσεις τὰς κατὰ τὸν βίον, τέλος δὲ οὐ τὸ ἐνοχλεῖσθαι, ἀλλὰ τὸ μηδὲν ἐνοχλουμένους ἐνεργεῖν τινας ἐνεργείας, αἱ οἰκεῖαί τε τοῖς ἀνθρώποις καὶ ἐλευθέρων ἐνέργειαι
---. ἀνδραπόδων γὰρ τὸ πάντα ποιήσαντας πρὸς τὸ μὴ
[*](1 αὐτὸ V 2 δὲ add. V²BS2a Sp. 4 πᾶν δὲ VBSa Sp.: ἐᾶσοι V¹F1B1 ὥστε G 5 ποιητικόν] ό in lit. V 7 τι] ι in lit. V 9 ἀγαθοῦ (θ in lit. V 10 αυτοῦ V 11 οὓς B²Sa Sp.: ὃ VB¹F Vict. post μόνον add. τὸ χρήσιμον Vict. Sp. τὸ V¹ GF: οὐκ ἔσται τὸ V²BSa Sp.: fortasse τὸ χρήιμον, ⟨ἀναιρεθήσεται τὸ χρήσιμον⟩ ἀναιρουμένου 12 ὑπ] ἐπ’ a post ἔχει add. ἀναιρεῖται τὸ χρήσιμον GF 13 χρήσιμον in lit. V διότι χρησίμου] διότι χρη in mg. V1 ⟨ὡς⟩ ἀγαθοῦ Schsartc 14 ὃ V2 corr. ex ὄ 17 χρησίμου V 18 ὅτῷ V 20 τοῖς om. SFa 21 τοῦτο] τούτου a Sp. ἔχοι ἂν τὸ scripsi: ἔχοι ἂν VFS¹B¹: ἂν τὸ S2a: ἂν τὸ (εἴη, quod ante ἂν scripserat, del.) B²: ἂν εἴη τὸ coni. Sp. 22 οὐδὲ VS¹B¹F: οὐδὲν S2B2a fortasse recte: δὲ οὐδὲν Vict. Sp. 23 δὴ] δὲ Vict. Sp. 24 τό γε] τὸ vel τότε coni. Sp. 27 εἰ om. del. Sp. ,,nisi apodoais ecidit“ 28 συναίρεται V²B Vict. Sp.: συναναιρεῖται VFGa 29 τὸ ⟨μὴ⟩ F Sp.: τὸ VBSa 30 ἐνεργείας] α in lit. V 31 lacunam indicavi πάντα] τα add. V2) 141
ἐνοχλεῖσθαι ἐν παιδιᾷ τοῦ λοιποῦ καταζῆν μηδεμίαν ἐνέργειαν σπουδῆς ἀξίαν ἐνεργοῦντας. ὡς γὰρ ἄτοπον τὰς τῶν θεῶν ἐνεργείας ἢ πρὸς τὸ χρήσιμον αὐτοῖς γίνεσθαι λέγειν τοῖς μηδενὸς τοιούτου δεομένοις, ἀλλὰ ἔξω πάσης ἐνδείας καὶ παντὸς πάθους οὖσιν, ἢ ἐν παιδιᾷ τὸ τέλος αὐτοῖς τίθεσθαι, οὕτως ἄτοπον καὶ τὸ τοῖς ἀνθρώποις λέγειν τέλος εἶναι τῶν σπουδαίων ἐνεργειῶν καὶ παντὸς τοῦ βίου παιδιάν. καὶ γὰρ εἰ πάντες τῶν ἄλλων ἀπάντων ζῴων διαφέρομεν τῷ ἐπιστήμης τε εἶναι δεκτικοὶ καὶ αἴσθησιν ἀληθείας ἔχειν, δῆλον ὡς καὶ τὸ τέλος ἂν ἡμῖν εἴη ἐν ταῖς κατ’ αὐτὰ ἐνεργείαις ταῖς γινομέναις καθ’ ὅ ἐσμεν ἄνθρωποι, ἐσμὲν δὲ ἄνθρωποι μάλιστα, καθ’ ἃ διαφέρομεν τῶν ἄλλων ζῴων ἀπάντων, ταῦτα δ’ ἦν ἐπιστήμη τε καὶ ἀλήθεια, οὔτε ἐν παιδιᾷ κεῖται, οὔτε ἐν τοῖς διὰ τὸ χρήσιμον αἱρετοῖς.