Ἠθικὰ προβλήματα [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ἡ φρόνησις ἐπιστήμη ἐστὶ ποιητέων τε καὶ οὐ ποιητέων, εἴη ἂν καὶ ἡ ἀφροσύνη ἄγνοια τῶν αὐτῶν, καὶ ἄφρονες οἱ τούτων τι ἀγνοοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι. εἰ δὲ τοῦτο, οὐ πάντες oἱ ψευδόμενοί τι τῷ ήπατῆσθαι ἄφρονες ἂν εἶεν. οὐ γὰρ πᾶσα γνῶσις ἢ ἀπάτη περὶ τῶν ποιητέων ἢ οὐ ποιητέων ἐστίν. οὔτε γὰρ ἡ περὶ τοῦ τὸν κόσμον εἶναι τοῦδέ τινος σχήματος γνῶσις ἢ ἀπάτη περὶ ποιητέων ἐστίν, οὖτε περὶ τοῦ γενητὸν ἢ ἀγένητον αὐτὸν εἶναι, ἢ πεπερασμένον ἢ ἄπειρον, ἢ ἕνα ἢ ἀπείρους, οὔτε τὸν τῶν ἄστρων ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὔτε τὸ εἶναι τοῦ κόσμου τὸ μὲν ἄνω τὸ δὲ κάτω, οὔθ’ ὅλως τι τῶν εἰς γνῶσίν τε καὶ θεωρίαν συντελούντων μόνην. ἀλλ’ εἰ ἔστιν ἡ περὶ ταῦτα ἐπιστήμη ἄλλης ἀρετῆς, ἀλλ οὐ φρονήσεως, ὁμοίως καὶ ἡ ἀπάτη περὶ αὐτὰ οὐκ ἀφροσύνη, ἀλλὰ κακία τις ἄλλη.

Εἰ ἡ λύπη κακὸν πᾶσα, ἐναντίον δὲ τῇ λύπῃ ἡ ἡδονή, πῶς οὐχὶ καὶ αὐτὴ πᾶσα ἀγαθὸν ἢ πᾶσα κακόν, εἴ γε τῷ κακῷ τὸ ἐναντίον ἀνάγκη ἢ [*](1 ἐμβλέποντες B2S2a Sp.: ἐκβλέποντες VB ¹S¹F γίνεται om. Arist. vulg. 2 ἐνέργεια] a s. v. V 3 τοιαύταις] ς in lit. V τοιαύταις -ἠμελημέναις om. a (ἀνέσεσι—ἠμελημέναις add. Vict., qui τοιαύταις delere videtur, quod om. Sp.) 4 τὸ] ὀ in lit. V: τοῦ Viel. 5 ἐν τῷ δευτέρῳ Περι ψυχῆς] de an. ΙΙ, 9. 421a10 17 ἡ om. a Sp. 20 τοῦ τὸν B² Vict.?: τοῦτον libri τοῦδέ] τοιοῦδέ aSp. 21 περὶ] πρὸ a τὸν coni. Sp. τὸ] το V: τοῦ coni. Sp. 26 καὶ coni. Sp.: δὲ καὶ V: δὲ καὶ a ἀπατη V 27 ἀφροσύνης aSp. κακίας τινος ἄλλης cni. Sp. 28 κακὸν πᾶσα] πᾶσα κακόν coni. Sp. item v. 30)

137
ἀγαθὸν ἢ κακὸν εἶναι; ἢ εἰ μὲν μονοειδὴς ἦν πᾶσα ἡδονή, πᾶσα ἦν ἂν ἢ ἀγαθὸν ἢ κακόν, εἰ δὲ μὴ οὕτως ἔχει, ἀλλὰ συνδιαιρεῖται ταῖς ἐνεργείαις ἐφ᾿ αἷς γίνεται (αἱ μὲν γὰρ ἐπὶ ταῖς ἀγαθαῖς ἐνεργείαις γινόμεναι ἀγαθαί, αἱ δὲ ἐπὶ ταῖς μοχθηραῖς κακαί, ὥσπερ καὶ αἱ ἐπιθυμίαι· καὶ γὰρ τῶν ἐπιθυμιῶν αἱ μὲν τῶν ἀγαθῶν ἀγαθαί, κακαὶ δὲ αἱ τῶν φαύλων), οὐδὲν κωλύσει τῇ λύπῃ οὔσῃ κακῷ ἐναντίας εἶναι τῶν ἡδονῶν τὰς μὲν ὡς ἀγαθάς, τὰς δὲ ὡς κακάς, τὰς μὲν κατὰ λόγον τε καὶ ἐπὶ τοῖς ἀγαθοῖς γινομένας ὡς ἀγαθάς, τάς δὲ παρὰ τὸν ὀρθὸν γινομένας λόγον καὶ ἐπὶ τοῖς φαύλοις ὡς κακάς. ἦν γὰρ τῷ κακῷ τὸ ἐναντίον ἢ ἀγαθὸν ἢ κα|κόν, ὁ δὲ πόνος οὐ πᾶς κακόν· ὁ γὰρ τῶν καλῶν χάριν γινόμενος αἱρετός. ἢ χρὴ ὁμοίως καὶ τὴν ἡδονὴν ἀγαθὸν λέγειν καὶ τὴν λύπην κακόν. καὶ γὰρ ἡδονὴν εἴποι ἄν τις πᾶσαν ἀγαθόν, ἀλλὰ τὴν μὲν καὶ ἁπλῶς καὶ τῇ οἰκείᾳ φύσει, ἥτις ἐστὶν ἡ τῶν σπουδαίων (τὰ γὰρ τοῖς σπουδαίοις ἀγαθὰ καὶ κακὰ καὶ τῇ αὑτῶν φύσει τοιαῦτα), τὴν δὲ τῷδε ἀγαθὸν τῷ οὕτως ἔχοντι, ἀλλ᾿ οὐχ ἁπλῶς ἀγαθόν· τοιαῦται αἱ τῶν μοχθηρῶν ἡδοναί. ἐκείνοις γὰρ ἀγαθαὶ καὶ αἱρεταί, οὐχ ἁπλῶς. καὶ λῦπαι δὲ αἱ μὲν ἐπὶ τοῖς ὄντως κακοῖς γινόμεναι ἁπλῶς ἂν εἶεν κακαί, αἱ δ᾿ ἐπὶ τοῖς μὴ τοιούτοις ἐκείνοις κακαί, οὐ μὴν καὶ ἁπλῶς ἔτι· ἔσται δέ ποτε καὶ ὁ ἀγαθὸς ἐν τούτῳ τῷ κακῷ, ὡς καὶ ἐν πενίᾳ καὶ νόσῳ· τὰ γὰρ ἐφ᾿ οἷς ὁ σπουδαῖος λυπήσεται κακά.

Ἐπεὶ τῶν ἀγαθῶν τὰ μὲν τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ώφέλιμα, ἐζητήθη ὑπὸ τί τούτων χρὴ εἶναι τὴν ἡδονήν. εἰ μὲν πᾶσαι ἀγαθὸν καὶ πᾶσαι ὁμοειδεῖς αἱ ἡδοναί, περὶ πάσης τε χρὴ ζητεῖν καὶ ὑπὸ τί εἶεν τῶν ἀγαθῶν πᾶσαι, εἰ δὲ οὐ πᾶσαι ἀγαθόν, ἀλλ᾿ ἑπόμεναι ταῖς αἱρεταῖς ἐνεργείαις (οὐ γάρ ἐστιν ἡ ἡδονὴ αὐτὴ καθ᾿ αὑτήν, ἀλλ᾿ ἐπί τινι ἐνεργείᾳ γίνεται, καὶ γίνεται κατ᾿ οἰκειότητα τὴν πρὸς τὴν ἐνέργειαν· οὐ γάρ ἐστιν ἡ ἀπ᾿ ἄλλης ἐνεργείας ἡδονὴ ἡ αὐτὴ τῇ ἀπ᾿ ἄλλης· φθείρουσιν γοῦν πολλάκις αἱ ἀπ᾿ ἄλλων ἐνεργειῶν ἡδοναὶ τὰς ἀπ᾿ ἄλλων· ὁ γὰρ χαίρων τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ σφόδρα, κἂν τύχῃ τινὰ ἐνέργειαν ἡδέως ἐνεργῶν, ἀκούσας αὐλῶν καταλιπὼν τήν τε ἐνέργειαν τὴν ἐν ποσὶν καὶ τὴν ἡδονὴν τὴν ἐπ᾿ αὐτῇ τῷ αὐλοῦντι προσέχει, ὡς τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ χαίρων ἄλλῃ οὔσῃ τῆς ἐπὶ τῶν πρὸ τοῦ ἐνεργουμένων), εἰ δὲ ἄλλαι ἐπ᾿ ἄλλαις καὶ διαφερούσαις ἐνεργείαις γινόμεναι, καί εἰσιν οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ᾿ αἷς γίνονται, δῆλον ὡς συνδιαιροῖντο ἂν αὐταῖς, ὡς τῶν μὲν αἱρετῶν αἱρεταὶ εἶναι, φευκταὶ δὲ τῶν φευκτῶν. συνδιαιρούμεναι δὲ ἐκείναις [*](5 alt. αἱ om. a Sp. 7 ἀγαθὰς] pars superior litt. θ in lit. V 10 χάριν] χα in lit. V 14 alt. καὶ om. a Sp. 16 δὲ V2B: δεῖ V¹: δὴ SFGa Sp. 18 ἔτι om. a Sp. 20 λυπήσεσθαι a 22 ἐπεὶ] εὶ in lit. V δυνάμεις SFa Sp.: δύναμις VB 23 ἢ εὶ Vict. 25 εῖεν ⟨ἂν⟩ Schwartz 29 γοῦν SFa Sp.: οὖν VB 33 δὲ] fortasse δὴ 34 ἐνέργειαισ V 36 φευκτὰς B2a δὲ om. a)

138
δῆλον ὡς καὶ ὑπὸ τὸ εἶδος τῶν ἀγαῶν εἶεν ἂν ἐκεῖνο, ὑφ’ ὃ καὶ αἱ ἐνέργειαι αἷς εἰσιν οἰκεῖαι. εἰ μὲν γὰρ εἶεν αἱ ἐνέργειαι τῶν ἐπαινετῶν, ὧν εἰσιν αἱ κατ’ ἀρετήν, ἔσονται καὶ αὐταί τοιαῦται, εἰ δὲ τῶν ὡς δυνάμεων εἶεν ἀγαθῶν, ὁποῖαί εἰσιν αἱ περὶ τροφήν τε καὶ τὰ ἀφροδίσια, καὶ αὖται ἐν ταύτῃ τῇ χώρᾳ τῶν ἀγαθῶν ἔσονται.