Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
“Ἔοικεν δὴ τὸ βίαιον εἶναι, οῦ ἔξωθεν ἡ ἀρχή, μηδὲν συμμβαλλομένου τοῦ βια σθέντος’’. Ὅτι τὸ ἐν ᾗ μηδὲν συμβάλλε ταί ὁ πράττων ἢ ὁ πάσχων εἶπεν ἐν τοῖς ἔμπροσθεν ἀντὶ τοῦ ὁ βιασθείς, διὰ τοῦ νῦν εἰρημένου ἔδειξεν μεταλαβὼν καὶ μηκέτι εἰπών μηδὲν συμβαλλομένου τοῦ πράττοντος ἢ πάσχοντος’, ἀλλὰ ἀντὶ τούτων εἰπών τοῦ βια σ θέντος. ποτὲ μὲν πράττειν λέγομεν, ποτὲ δὲ πάσχειν· καὶ γὰρ βιασθεὶς ἔπραξεν’ καὶ ‘βίᾳ ἔπαθεν’ λέγομεν. ἀρχὴν δ’ ἂν λέγοι ἔξωθεν εἶναι ἐπὶ τῶν βιαζομένων τὴν ποιητικήν. ἡ μὲν γὰρ τελικὴ καὶ οὖ ἕνεκεν αἰτία οὖσα ἔξωθέν ἐστιν ἐπὶ πάντων τῶν πρασσομένων, εἴ γε πᾶς ὁ πράττων ἕνεκά του πράττει ὃ πράττει, ὅ ἐστιν ἐκτὸς αὐτοῦ. ἔτι τε οὐδ’ ἂν εἴη ἐν τοῖς βίᾳ τι πράττουσιν ἢ πάσχουσιν ἡ ὡς τέλος αἰτία. οὐ γὰρ ὁ βιαζόμενος ὑπό τινος τέλος τι ἔχει προκείμενον αὐτῷ, οὖ χάριν ὑπὸ τοῦ βιαζομένου βιάζεται. τῷ μὲν γὰρ βιαζομένῳ τινὰ καὶ τοῦτο πράττον ἢ τέλος τι πρόκειται, καὶ διὰ τοῦτο τοῦτον, ὃν βιάζεται, βιάζεται, αὐτῷ δὲ οὐδέν. οἱ δὲ [*](2. 3 ἀμφοτέροις] ἀμφοτέρας a 7 ὑπὸ] ἐπὶ aSp. 10 τῷ BSaa Sp.: τοῦ VB¹S 14 ὄν om. aSp.· 16 τῷ] τὸ a 18 titulum ea form reddunt Vict. et Sp. quas exstsat in tabula ἐκ τοῦ τρίτου] Eth. Nic. Ill, 1. 1110b 15 21 ἐν B2: in lit. Vict.:? ἐν ἡ VB¹aSp. 22 ἐν τοῖς ἔμπροσθεν] th. Nic. III, 1.1110a2 23 μεταβαλῶν ,vir doctus in e,emplo bitbl. univ. Monac.“ Sp. 24. 25 μὲν γὰρ πράττειν aSp. 25 λεγο |μὲν (υ sive ου supraν v. c.?) V 28 τοῦ sic V 29 πράττει 8 B² Vict. Sp.: πράττειν ὃ VFa αὑτοῦ V 30 ἢ ὡς a 31 αὐτῷ aSp. 32 πράττον ἡ V: πράττοντι SΒ (ante τέλος rasura) a Sp.: fortasse καὶ ⟨τοῦ⟩ τοῦτο πρ άττεῖν τέλος 23 ὃν om. aSp. βιάζεται addidi)