Ἠθικὰ προβλήματα [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
Ὡσπερ οὐ λέγεται πολλαχῶς τὸ ζῷον, ἐπεὶ τὸ μέν ἐστιν αὐτοῦ λογικὸν τὸ δ’ ἄλογον, ἀλλ’ οὐδὲ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μὲν καθ’ ὑπερβολήν, ἡ δὲ κατὰ ἔνδειαν, οὕτως οὐδὲ τὸ ἀκοῦ σιον πολλαχῶς, ἐπεὶ τὸ μὲν αὐτοῦ βίᾳ, τὸ δὲ δι’ ἄγνοιαν. μέρη γὰρ ἢ εἴδη τοῦ ἀκουσίου ταῦτα. εἰ δὲ μὴ πολλαχῶς τὸ ἀκούσιον, οὐδ’ ἂν ὁ τόπος ἔτι διὰ τοῦτο διαβάλλοιτο ὁ ἀξιῶν εἰ τὸ ἕτερον τῶν ἐναντίων πολλαχῶς, καὶ τὸ ἕτερον πολλαχῶς· οὐ πολλαχῶς δὲ τὸ ἑκούσιον τοῦ ἀκουσίου τοῦ ἐναντίου αὐτῷ πολλαχῶς λεγομένου’; οὐδὲ γὰρ ἡ κακία πολλαχῶς, ἐπεὶ ἡ μέν ἐστιν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ. γένος γάρ τι ἡ κακία ἐπὶ εἴδεσιν τῇ τε ὑπερβολῇ καὶ τῇ ἐνδείᾳ, καὶ ὥσπερ κακία μὲν ἑκατέρα, καὶ ἡ ἐν ὑπερβολῇ καὶ ἡ ἐν ἐνδείᾳ (οὐδὲ γὰρ σἶόν τε ἄμα τὸν κακὸν κατ’ ἄμφω κακὸν εἶναι, οὐ μέντοι καὶ ἡ ἀρετὴ ἤδη διπλῆ ἑκατέρᾳ τῶν κακιῶν ἰδία τις ἀντικειμένη· οὐ γὰρ αὔταρκες πρὸς ἀρετὴν τὸ μὴ εἶναι ἐν ὑπερβολῇ, ἢ πάλιν τὸ μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ δεῖ, εἰ ἀρετὴ ἔσοιτο, ἐν μηδετέρῳ ἐκείνων εἶναι) οὕτως καὶ τὸ ἑκούσιον ἐν τῇ ἑκατέρου τῶν ἐν οἷς τῷ ἀκουσίῳ τὸ εἶναί ἐστιν ἀντιθέσει ἅμα τὸ εἶναι ἔχει. δεῖ γὰρ τὸν ἑκουσίως τι ποιοῦντα ἐν αὐτῷ [*](6 γὰρ χάριν B2 coni. Sp. 7 αρετάσ V τ’ ἔχειν coni. Sp. 9 ἄρα (in mg. m¹ VB: ὁ γὰρ ἄνθρωπος GFS (S² in mg. ἄρα) MNL: ὁ ἄνθρωπος ἀρα a Sp. 11 οὐ—γίνονται] sententiaaut manca (ἀρεταὶ ἀρετῶν] υ ἀρ in lit. V 21 οὐδὲ coni. Sp.: οὔτε libri 22 ἡ] ἠ V 24 post ὁ litura V 26 οὐδὲ Sp.: οὕτε libri 27 γένος] τινὸς a 29 ἐν Sa Sp.: ἐπὶ V 30 ἡ om. aSp. διπλῇ a Sp. ἑκατέρα corr. in ἑκατέραι v. c. V 31 ἤ add. v. c. V 32 δεῖ] δὴ a 34 δεῖ S2B (in lit.) a: διὰ VS1 αὐτῷ V)