Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἐζητήθη, πῶς οὐχὶ τῇ εὐεξίᾳ οὔσῃ ἐπιτεταμένῃ ὑγείᾳ ἡ νόσος μᾶλλον τῆς καχεξίας ἀντίκειται, εἴ γε τὰ ἐναντία πλεῖστον ἀλλήλων διέστηκεν ἐν τῷ αὐτῷ γένει. εἰ γὰρ ἡ καχεξία ἐν ὑγιαίνοντι γίνεται, εἴη ἂν ἀνειμένη τις οὖσα ὑγεία. οὕτω δὲ ἔσται τῇ ἐπιτεταμένῃ ὑγείᾳ ἡ ἀνειμένη ὑγεία ἐναντία. ἄτοπον δὲ τῇ μὲν ὑγείᾳ τὴν νόσον λέγειν εἶναι ἐναντίον, μηκέτι δὲ τῇ ἐπιτεταμένῃ ὑγείᾳ τὴν νόσον ἢ τὴν κατὰ τὴν νόσον ἐπίτασιν. αὕτη γὰρ ἔσται πλεῖστον αὐτῆς διεστῶσα. ἢ εἰ μὲν περὶ ταὐτὸν ἐγίνετο ἥ τε ὑγεία καὶ ἡ εὐεξία, ἔτι δ᾿ ἡ νόσος καὶ ἡ καχεξία, ἦν ἂν ὑγιὲς τὸ ἐπειδὴ δεῖ περὶ ταὐτὸν τὰ ἐναντία γίνεσθαι. εἰ δ᾿ ἐν ἄλλῳ μὲν ἡ ὑγεία, ἐν ἄλλῳ δὲ ἡ εὐεξία, καὶ ἐν ᾧ μὲν ἡ ὑγεία, ἐν τούτῳ καὶ ἡ νόσος, ἐν ᾧ δὲ ἡ καχεξία, ἐν τούτῳ καὶ ἡ εὐεξία, οὔτ᾿ εὐεξία ὑγεία ἂν εἴη ἐπιτεταμένη, οὔτ᾿ ἐναντίον αὐτῇ εἴη ἡ νόσος, τὴν ἀρχὴν μηδὲ γινομένη περὶ τὰ αὐτὰ αὐτῇ. γίνεται γὰρ ἡ μὲν ὑγεία καὶ νόσος περὶ τὰς δυνάμεις τῶν πρώτων σωμάτων ἐξ ὧν τὰ ζῷα, ἅπερ ἐστὶ τὰ στοιχεῖα, ὧν δυνάμεις θερμότης ψυχρότης ὑγρότης ξηρότης. ἐν μὲν γὰρ τῇ τῶν δυνάμεων τούτων πρὸς ἄλληλα συμμετρίᾳ ἡ ὑγεία, ἐν δ’ ἀσυμμετρίᾳ τῶν αὐτῶν τούτων [*](3 ᾗ a 5 οἷονται V¹· (corr. V2) 6 fortasse ἀλλ᾿ εἰ 7 ἢ ἐν V²BS2a Sp.: ἐν V¹GFL. ἔστι VB: οὐκ (in mrg. οὗ G2) ἔστι G²FSa Sp.: οὐκέτι G1 8 ὑποκειμένω V σχηυατων V 12 ἂν ᾖ ἡ B2S2a Sp.: ἂν ἦ GFS¹L: ἂν ἡ VB οὐκέθ᾿] οὐκέτι δὲ Vict. οὕτω δὲ V2B 18 διέστηκεν in lit. B²S²a Sp.: καθέστηκεν VGS¹FL 25 ταὐτὸν τὰ ἐναντία] τὸν τὰ ἐν in lit. V 27 εὐεξία, οὔτ᾿ ⟨εὐεξία⟩ ὑγεία ⟨ἂν⟩ Sp.: εὐεξία ὑγεία V¹: εὐεξία ἡ δ᾿ εὐεξία ὑγεία V2B: εὐεξία· οὔτε (νόσος post οὔτε del. S) ὑγεία ἂν GFSLa: εὐεξία οὐδ᾿ εὐεξία ὑγεία ἂν Vict. 28 αὐτῇ εἴη ἡ νόσος GL: αὕτη εἴη ἡ νόσος FSa: αὐτη εἰ ἡ νόσος V: αὐτῆ εἴη νόσος B: τοὐναντίον αὐτῇ εἴη νόσος Sp. 29 τὰ αὐτὰ αὐτη (αὐτῆ m2) V: τὰ αὐτὰ αὕτη GFLa: τὰ αὐτὰ αὐτῆ (αὐτή m1) B2: αὐτὰ αὕτη Sa: ταὐτὰ αὐτῇ Sp. 30 δύναμις a)

20
ἡ νόσος. ἡ δὲ εὐεξία καὶ καχεξία περὶ ταῦτα γίνεται, περὶ ἃ καὶ ἡ ἰσχύς τε καὶ ἡ ἀσθένεια. ἔοικε γὰρ ἡ μὲν εὐεξία τῇ ἰσχύι, ἡ δὲ καχεξία τῇ ἀσθενείᾳ· ὅ τε γὰρ ἰσχύων πλέον τῆς κατὰ τὴν ἁπλῆν ὑγείαν ἰσχύος ἐξ ἐπιμελείας εὐέκτης καλεῖται καὶ ὁ εὐέκτης οὕτως ἰσχύει, καὶ ὁ ἀσθενέστερος ἢ κατὰ τὴν τῶν ἁπλῶς ὑγιαινόντων ἰσχὺν καχέκτης κατ᾿ ἐκεῖνο. ἀλλὰ μὴν ἡ ἰσχὺς καὶ ἡ ἀσθένεια ἐν συμμετρίᾳ τῶν ὁμοιομερῶν ἐν τοῖς ζῴοις μερῶν καὶ ἀσυμμετρίᾳ τὸ εἶναι ἔχουσιν, ἡ μὲν ἰσχὺς ἐν τῇ τούτων συμμετρίᾳ, ἡ δ᾿ ἀσθένεια ἐν τῇ τῶν αὐτῶν ἀσυμμετρίᾳ, ὥστε καὶ ἡ εὐεξία καὶ ἡ καχεξία ἐν τούτοις ἂν γίνοιντο, καὶ εἴη ἂν ὡς ἀσθένεια ἰσχύι, οὕτω καχεξία εὐεξίᾳ ἐναντίον. διὸ καὶ εἰ μὲν ἦν περὶ ἃ ἡ ὑγεία, περὶ ταῦτα καὶ ἡ εὐεξία, εἶχεν ἂν λόγον λέγειν τὴν εὐεξίαν ἐπιτεταμένην ὑγείαν, ἐπεὶ δὲ μὴ περὶ ταῦτά ἐστιν, οὐκ ἂν δεόντως οὕτως λέγοιτο, ἢ εἴπερ ἄρα τῷ γίνεσθαι τὴν εὐεξίαν ἐπὶ προϋποκειμένῃ πάντως ὑγείᾳ προσθήκης μέν τινος τῷ ὑγιαίνοντι γινομένης, ἀλλ᾿ οὐ κατὰ ὑγείαν οὐδὲ τὴν κατὰ ταύτην συμμετρίαν.