Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ, μηδὲ τὴν ψυχὴν ἐν τῷ σώματι ἦν λεγόμενον, ὅτι πρὸς τὸ εἶναι τῇ ὕλῃ ἐνεργείᾳ τὸ εἶδος αἴτιον (οὐ γὰρ οἷόν τε εἶναι αὐτὴν ἐν ὑποστάσει χωρὶς τοῦ εἴδους), τὸ δ᾿ ἐν ὑποκειμένῳ ὃν ἔν τινί ἐστιν ἐνεργείᾳ ὄντι ὃ δύναται εἶναι καὶ χωρὶς τοῦ ἐν ὑποκειμένῳ αὐτῷ ὄντος. πρὸς ὃ ἀντέπιπτεν τὸ καὶ τὰ σώματα βοηθεῖσθαι μὲν πρὸς τὸ εἶναι ἐν ὑποστάσει ὑπὸ τῶν συμβεβηκότων, εἴ γε πᾶν σῶμα ἀνάγκη μετὰ σχήματος εἶναί τινος καὶ χρώματος, δὲ ταῦτα ἐν ὑποκειμένῳ εἶναι τῷ σώματι. οὐκ αὔταρκες οὖν πρὸς τὸ μὴ εἶναι ἐν ὑποκειμένῳ τινὶ τὸ συντελεῖν τῷ ὑποκειμένῳ αὐτῷ εἰς τὸ εἶναι ἐν ὑποστάσει. ἢ εἰ μέν τι ἁπλῶς συντελεῖ τινι εἰς τὸ εἶναι ἐν ὑποστάσει, οὐ κεκώλυται τοῦτο ἐν ὑποκειμένῳ εἶναι αὐτῷ, ὡς ἐδείχθη ἐπὶ τοῦ σώματος καὶ τῆς ποιότητος, ἧς χωρὶς ἀδύνατον εἶναί τι ἐν ὑποστάσει σῶμα· εἰ δέ τι εἴη ὡς μέρος συντελοῦν τούτῳ ἐν ἐστι, τοῦτο οὐχ σἷόν τε ἐν ὑποκειμένῳ εἶναι τούτῳ οὗ ἐστι μέρος. τὸ δὲ εἶδος τούτῳ ἐν ᾧ ἐστιν, ὡς μέρος συντελοῦν φαίνεται. δεῖ μὲν γὰρ τὴν ζήτησιν τοῦ πότερον ὡς ἐν ὑποκειμένῳ τινί ἐστι τὸ προκείμενον ἢ μὴ ποιεῖσθαι λαβόντας τι πρᾶγμα, ἐν ᾧ ἐστι μὲν τοῦτο περὶ οὗ ἡ ζήτησις, ζητεῖται δὲ τὸ πῶς ἐστιν ἐν αὐτῷ. ὁ γὰρ δεικνὺς ὅτι τὸ λευκὸν ἐν σώματι ὡς ἐν ὑποκειμένῳ, λαβών τι σῶμα, ἐν ᾧ τὸ λευκόν ἐστι, καὶ δείξας ὃν ἐν τῷ σώματι αὐτὸ μήτε ὡς μέρος μήθ᾿ ὡς δυνάμενον χωρὶς αὐτοῦ εἶναι ἔδειξεν, ὅτι ἐστὶν ἐν ὑποκειμένῳ αὐτῷ. οὕτω δὲ δεῖ καὶ τὸν ζητοῦντα περὶ τοῦ εἴδους, πότερον ἐν ὑποκειμένῳ ἐστὶν ἢ μή, λαβεῖν τι τοιοῦτο, ἐν ᾧ ἐστι μὲν ἤδη τὸ εἶδος, ζητεῖται δὲ τὸ πῶς. ἐν μὲν οὖν τῇ ὕλῃ, εἰ καθ᾿ αὑτὴν λαμβάνοιτο, οὔπω ἐστὶ τὸ εἶδος (διὸ οὐδ᾿ ἂν ζητοῖτο, πῶς ἐστιν ἐν αὐτῇ τὸ μηδὲ τὴν ἀρχὴν ὃν ἐν αὐτῇ), ἐπεὶ δέ ἐστιν ἐν τῇ συναμφοτέρῳ οὐσίᾳ τὸ τοιοῦτον εἶδος, χρὴ τοιοῦτό τι προχειρισαμένους ἐπ’ αὐτοῦ τὴν ζήτησιν ποιεῖσθαι. ἀλλὰ μὴν ἣν ἂν λάβωμεν συναμφότερον οὐσίαν, ἐν [*](3.4 ἄλλου a 9 ἐνεργεία V 10 οἷόν τε corr. ex οιονται V1 14 υποκειμενω V 12 ὑποκειμένου V¹ (corr. V²) 16 μὴ del. Sp. 18 οὐ γὰρ B2 20 τούτῳ] τοῦτο a 22.23 πότερον] ο in lit. V: corr. ex πρότερον B: πρότερον FLa 24 τι VS2a Sp.: τὸ FS¹L 27 ἔδειξεν in lit. V 28 δὲ δεῖ καὶ V Vict. Sp.: δέδεικται FS (in mg. δεῖ La 29 τι τοιοῦτο GFSa Sp.: τι τοῦτο VB 30 ζητεῖται VS2a Sp.: ζητεῖ FS¹L 31 ζητοῖτο VB coni. Sp.: ζητοίη τὸ GFSa 32 τῷ G ὃν ἐν B²S²a Sp.: ἐν VB¹S¹GL τὸ—ἐστὶν om. F)

18
αὐτῇ τὸ εἶδος τὸ ὃν ἐν αὐτῇ ὡς μέρος ἐστὶ τοῦ συναμφοτέρου. καὶ γὰρ ἡ ψυχὴ ἐν τῷ ὀργανικῷ σώματι, ἐν ᾧ ἐστιν, οὕτως ἐστὶν ὡς μέρος. εἰ δ᾿ ὡς μέρος, οὐκ ἂν εἴη ὡς ἐν ὑποκειμένῳ ὃν τούτῳ, ἐν ἐστιν οὕτως ἔστιν, οὔθ᾿ ἡ ψυχὴ οὔτε τι εἶδος ὅλως. ἢ ἐρεῖ τις καὶ τὸ λευκὸν τοῦ μὲν λευκοῦ σώματος εἶναι μέρος, ἐν ὑπο|κειμένῳ δ᾿ εἶναι τῷ σώματι ᾧ συντελεῖ πρὸς τὸ εἶναι ἐν ὑποστάσει, διὸ καὶ τὸ εἶδος τῆς μὲν συναμφοτέρου οὐσίας μέρος ἔσεσθαι, ἐν δὲ τῇ ὕλῃ ᾗ συντελεῖ πρὸς ὕπαρξιν, εἶναι ἐν ὑποκειμένῳ. ἆῤ οὖν χρὴ λέγειν δεῖν μὲν τὸ ἐν ζητεῖται, εἴ ἐστί τι ὡς ἐν ὑποκειμένῳ, πάντως εἶναι τόδε τι καὶ ἐνεργείᾳ ὑπάρχον (οὐ γὰρ δὴ ἐν τῷ μὴ ὄντι οἷόν τέ τι εἶναι ἐν ὑποκειμένῳ), τῶν δὲ τούτῳ συντελούντων πρὸς τὸ εἶναι ἐν ὑποστάσει τε καὶ κατ᾿ ἐνέργειαν τῷ εἶναι ἐν αὐτῷ, ὅσα μὲν ἐν αὐτῷ μόνον εἰς τὸ ἐν ὑποστάσει εἶναι συντελεῖ, μηκέτι δὲ καὶ τὸ τῷ δέ τινι εἶναι, ταῦτα ἐν ὑποκειμένῳ αὐτῷ εἶναι (καθ᾿ ἃ γάρ τι σῶζον τὴν οἰκείαν φύσιν οἷόν τε μεταβάλλειν, ταῦτα ἐν ὑποκειμένῳ ἐστὶν αὐτῷ), ὅσα δὲ μὴ μόνον εἰς τὸ ὑφεστάναι, ἀλλὰ πολὺ πρότερον εἰς τὸ τῷ δέ τινι εἶναι συντελεῖ τινι, καθ᾿ ἃ μεταβάλλοντα οὐκέθ᾿ οἷόν τε μένειν τοῦτο ὃ ἦν, ταῦτα δὲ μηκέτι ἐν αὐτῷ εἶναι ὡς ἐν ὑποκειμένῳ. πῶς γὰρ ἂν εἴη ἐν ὑποκειμένῳ ἀνθρώπῳ τοῦτο οὗ ἡ ἀπουσία φθείρει τὸν ἄνθρωπον; διὸ ἡ μὲν γραμματικὴ ἐν ὑποκειμένῳ τῷ ἀνθρώπῳ τῷ ἔχοντι αὐτήν, καίτοι συντελοῦσαν αὐτῷ πρὸς τὸ γραμματικῷ εἶναι (οὐ γὰρ ἐν τῇ τῆς γραμματικῆς ἀπουσίᾳ καὶ ἄνθρωπος εἶναι παύεται), ἡ δὲ ψυχὴ οὐκέτ’ ἐν ὑποκειμένῳ αὐτῷ, ὅτι πρὸς τὸ εἶναι ἀνθρώπῳ ἡ συντέλεια αὐτῆς, ἀλλ᾿ οὐ πρὸς τὸ ποιῷ ἢ ποσῷ εἶναι ἢ ποῦ ἤ τινι τῶν τοιούτων ὄντων τὸ εἶδος τὸ φυσικόν, εἴ γε κατὰ τὸ εἶδος ἑκάστῳ τὸ εἶναι τοῦτο ὅ ἐστιν. ἐν μὲν οὖν τῷ συναμφοτέρῳ τε καὶ τῷδέ τινι ὄντι διὰ τοῦτο τὸ εἶδος οὐκ ἐν ὑποκειμένῳ. μέρος γὰρ τῆς οὐσίας τῆς ἑκάστου οὕτως ἐν αὐτοῖς ὄν, οὐδὲ ἐν τῇ ὕλῃ δὲ μόνον, ὅτι μηδὲ τὴν ἀρχὴν αὕτη οὕτως ὑποκείμενον ὡς τόδε τι, μὴ ἔχουσά πω ἐν αὑτῇ τὸ εἶδος, ἐν δὲ τοῖς οὕτως οὖσι τὸ ἐν ὑποκειμένῳ. τὶ γὰρ δεῖ εἶναι καὶ τόδε τι ἐν τὸ ἐν ὑποκειμένῳ· τοιοῦτον γὰρ τὸ μέρη ἔχον. ἔτι εἰ τὸ μὲν ὑποκείμενον τοῦ ἐν ὑποκειμένῳ ὄντος αὐτῷ διαφέρει τῷ τὸ μὲν ὑποκείμενον δύνασθαι καὶ ἄνευ τῶν ἐν ὑποκειμένῳ ὄντων αὐτῷ εἶναι (καὶ γὰρ εἰ μὴ οἷόν τε κηρὸν εἶναι χωρὶς σχήματος, ἀλλὰ χωρίς γε τούτου τοῦ σχήματος, ὃ νῦν ἔχει, οἷόν τε αὐτὸν εἶναι), τὸ δὲ ἐν ὑποκειμένῳ ὃν μὴ δύνασθαι χωρισθέντος τοῦ ὑποκειμένου αὐτῷ εἶναι (τὴν δὲ ὕλην καὶ τὸ εἶδος ἀδύνατον χωρὶς ἀλλήλων εἶναι τῷ [*](1 ταύτῃ coni. Sp. ὡς VB: τὸ ὃν ὡς GFSa Sp.: τὸ ὃν ἐν L 4 ἔστιν del. Sp. οὔτε τι B² Vict. Sp.: οὐκέτι VFa: οὐκέστι 7 ᾗ VF: ἡ S: ἣ La Sp. 10 οἷονται V¹ ⟨corr. V2) 12 ἐν add. Vict. Sp. 13 τῷδέ. τινι V²B: τῷ δέ τιν V¹: τόδε τι GSa Sp.: τὸ δ᾿ ἔτι ταῦτα ἐν ὑποκειμένῳ αὐτῷ εἶναι add. B²S²a Sp. καθ᾿ ἃ V2B1S2 Vict. Sp.: κατὰ V¹GFS¹La 15. 16 τῷδέ τινι V²B: τῷ δέ τι V¹: τόδε τι GFSa Sp. 16 μεταβάλλον B²S²a Sp.: μεταβάλλοντα VFB¹S1 20 συντελοῦσα FSB²a Sp. τὸ scripsi: τῷ libri 23 ὄντων VB¹: om. GFS¹L: ὄντων τοιοῦτον γὰρ B²S²a: ὄν, τῶν τοιούτων γὰρ Sp. 28 πω VB: πως SGFLa Sp. αὐτῇ V alt. τὸ om. a 29 δεῖ] δ᾿ a ᾧ V²B Vict. Sp.: τῶι V¹GFSLa 35 αὐτῷ] αὐτὸ a Sp.)
19
πρὸς ἄλληλα αὐτὰ λέγεσθαι, τὰ δὲ πρὸς ἄλληλα λεγόμενα ἅμα εἶναι τῇ φύσει, εἴ γε πρός τί ἐστιν, οἷς τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν), οὐδ᾿ οὕτως ἂν τὸ εἶδος εἴη ἐν ὑποκειμένῳ τῇ ὕλῃ. ἢ δύναται καὶ ἐπὶ τῆς ὕλης λέγεσθαι, ὅτι χωρὶς μὲν εἴδους οὐχ οἴα τε εἶναι, ὥσπερ οὐδὲ ὁ κηρὸς χωρὶς σχήματος, χωρὶς δὲ τοῦ εἴδους τοῦδε σἷόν τε αὐτὴν εἶναι, ὡς καὶ τὸν κηρὸν χωρὶς τοῦδε τοῦ σχήματος. ἢ εἰ ἡ ψυχὴ οὐκ ἐν ἄλλῳ τινὶ σώματι οἴα τε εἶναι ἢ γενέσθαι, ἢ ἐν τῷ ὀργανικῷ, τούτου δ᾿ ἔστι μέρος, οὐκ ἂν εἴη ἐν ὑποκειμένῳ, τῶν δὲ σχημάτων ἕκαστον οὐκ ἐν ἀφωρισμένῳ γίνεται σώματι. ἔτι ὁ ἄνθρωπός ἐστι μὲν καὶ μετὰ ψυχῆς, ἔστι δὲ καὶ μετὰ χρώματός τε καὶ σχήματος, ἀλλ᾿ οὐχ ὁμοίως, ἀλλὰ μετὰ μὲν ψυχῆς ὡς μέρους καὶ μάλιστα εἰς τὸ ἀνθρώπῳ εἶναι συντελούσης. ἐν ᾧ γὰρ ἂν ᾖ ἡ τοιαύτη ψυχή, τοῦτ’ ἄνθρωπος. οὐκέθ᾿ οὕτω τὸ χρῶμα καὶ τὸ σχῆμα ἐν τῷ ἀνθρώπῳ· οὐ γὰρ πᾶν τὸ ἔχον τοιοῦτον σχῆμα ἢ χρῶμα ἄνθρωπος. διὸ τὰ μὲν ἐν ὑποκειμένῳ αὐτῷ, οὐκέτι δὲ καὶ ἡ ψυχή. ὁ δ᾿ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων τῶν φυσικῶν εἰδῶν.