De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι περὶ τῶν δι᾿ ἀνακλάσεως ὁρωμένων τί φήσουσιν;

τὸ γὰρ πέρας τοῦ κώνου ἐπὶ τούτων τῇ τοῦ κατόπτρου ἐπιφανείᾳ τυποῦται, ὅπερ ἐνδέχοιτ᾿ ἂν ἐναντίως ἐσχηματίσθαι τῷ ἐμφαινομένῳ, οὐχ ὁμοίως, ἀλλὰ φέρε εἰπεῖν κυρτοῦ ὄντος τοῦ ἐμφαινομένου ἢ εὐθέος κοῖλον εἶναι τὸ κάτοπτρον.

θαυμαστὸν δὲ καὶ τὸ μὴ τὴν ἀπὸ τούτου τύπωσιν ἐπιπροσθεῖν τῇ ἀπὸ τοῦ ἐμφαινομένου γινομένῃ, ἢ κωλύειν τὴν ἐκείνου μορφὴν ἐμφαίνεσθαι.

ἔτι ἄπορος ἡ ἀπὸ τοῦ κατόπτρου πρὸς τὸ ὁρώμενον ἀνάκλασίς τε καὶ ἔντασις τοῦ ἀέρος, ὡς εἰρήκαμεν.

πῶς γὰρ μετὰ τὴν κλάσιν οἷόν τε ἔτι τὴν ἐπέρεισιν γίνεσθαι;

ἔτι τί δή ποτε τὰ ἐγγυτάτω τῆς κόρης οὐχ ὁρῶμεν;

καίτοι ἔδει·

καὶ γὰρ καὶ ἡ ἐπέρεισις δι᾿ ὀλίγου καὶ ἡ τύπωσις ἐγγύθεν.

Πρὸς δὲ τοὺς διὰ τῶν εἰδώλων τὸ ὁρᾶν λέγοντας γίνεσθαι πρῶτον μὲν προσαπορήσειεν ἄν τις, πῶς οὐκ ἀναλίσκεται τοσούτων ἀπορρεόντων ἕκαστον τῶν ὁρωμένων ταχέως, εἰ δὲ λέγοιεν ἀντιπροσκρίνεσθαι αὐτοῖς ἄλλα, ἀλλ᾿ οὖν τῶν ἀπορρεόντων καὶ τῶν προσκρινομένων οὐκ ὄντων ἀλλήλοις ὁμοιοσχημόνων (τὰ μὲν γὰρ ἀπορρέοντα εἴδωλα καὶ ὁμοιόμορφα, τὰ δὲ προσκρινόμενα οὐχ οὕτως προσκρίνεται) οὐκ ἔδει τὰ ὑποκείμενα καὶ ὁρώμενα ὁμοιοσχήμονα μένειν, ἀλλὰ ἄλλοτε ἀλλοῖον ἴσχειν σχῆμα.

ἔτι πῶς συνεχοῦς τῆς ἀπορροίας γινομένης καὶ πανταχοῦ καὶ πανταχόθεν οἷόν τε [*](2 γίνεται a 4 γὰρ] cf. Ind. 6 διόλου V 12—13 εἰσέχοντα τοὐναντίον] α τοὐναν in lit. V 16 ἐξελέγχει a 18 ἔτι περὶ τῶν δι᾿ ἀνακλάσεως] cf. 133, 12 21 εὐθέως a 25 τὴν post ἔτι om. a 26 τί supra lin. V δήποτε τὰ m2, δήποτε ταῦτα m1 V: δήποτε τὰ a 27 ἡ post γὰρ καὶ om. a 29 γίνεσθαι om. a 33 ἀπορρεόντων] ante ν una litera erasa V)

135
τὴν πρόσκρισιν γίνεσθαι;

ἀλλήλοις γὰρ ἂν τὰ ἀποκρινόμενα τοῖς προσκρινομένοις ἐμποδίζοι ἀδιαλείπτου ἀμφοτέροις τῆς φορᾶς οὔσης.

ἔτι πῶς οἷόν τε τοῦ διαστήματος ἀντίληψιν γίνεσθαι, εἰ τὰ εἴδωλά ἐστι τὰ ὁρώμενα;

ἀνεπαίσθητος γάρ, ὃν λέγουσιν προεμπίπτειν, ὁ ἀήρ, οὗ τῇ ποσότητι τὸ διάστημα ἀναμετρεῖσθαι.

καὶ τί τὸ μετροῦν τὸν ἀέρα τοῦτον;

καὶ πῶς [*](150 v) ἔτι εὐθὺ τῷ ἀναβλέψαι καὶ τὰ πόρρωθεν ὁρᾶται;

πῶς δὲ οἷόν τε καὶ τῶν σχημάτων καὶ τῶν μεγεθῶν ἀντίληψιν γίνεσθαι διὰ τῶν εἰδώλων (ἃ βουλόμενοι σώζειν τὰ εἴδωλα ποιοῦσιν), εἴ γε κατὰ βραχὺ ἡ ἔμπτωσις εἰς τὸν ὀφθαλμὸν αὐτῶν γίνεται;

οὐ γὰρ δὴ μεῖζόν ἐστι τὸ τῆς κόρης, ᾗ ὁρῶμεν, μέγεθος τοῦ εἰδώλου, ὃ δεχόμεθα κατ᾿ αὐτοὺς εἰς τὴν κόρην.

εἰ γὰρ καὶ συγχωρήσειέ τις αὐτοῖς διὰ τὸ τάχος συνεχῶς ἄλλο καὶ ἄλλο δέχεσθαι, ἀλλὰ πόθεν γε ὅτι τὸ ἑξῆς λήψεται τοῦ εἰδώλου, καὶ οὐχὶ πολλάκις τὸ αὐτὸ ἢ ἄλλο τι μόριον πόρρω τούτου κείμενον καὶ διεσπασμένον εἶτα συντιθέμενον;

πῶς οἷόν τε τὸ σῶμα σωθῆναι τοῦ ὁρωμένου;

πῶς δὲ τὸ μέγεθος τὸ οἰκεῖον ἑκάστου;