De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ γὰρ ταῦτα λέγοιεν μὴ στερεά, διότι εὔθραυστα, καὶ διὰ τοῦτο δι᾿ αὐτῶ ὁρᾶν ἡμᾶς, εὔθραυστος οὐδὲν ἧττον τούτων καὶ ὁ κέραμός ἐστιν, ὥστε ἐχρῆν ἡμᾶς ὁρᾶν καὶ διὰ τούτου.

τί ποτ᾿ οὖν τὸ ἐπιπροσθοῦν τοῖς τοιούτοις καὶ διὰ τί ὁ μὲν ἀὴρ διήκει διὰ πάντων, τὸ δὲ φῶς λεπτότερον αὐτοῦ ὂν οὐ διήκει;

ἐχρῆν γάρ, ὅπερ εἰ ἐγίνετο συνέβαινεν ἄν, μηδαμοῦ γίνεσθαι σκιὰν διὰ παντὸς ἰόντος τοῦ φωτὸς καθάπερ καὶ τοῦ ἀέρος.

πῶς δέ φασι κατὰ τὸ πέρας τυποῦσθαι τὸν ἀέρα προσπίπτοντα τοῖς ὁρωμένοις;

τὰ γὰρ μάλιστα λεπτὰ καὶ ὑγρὰ τῶν σωμάτων οὐ δυνατά ἐστι τὸ ἐνσημαινόμενον δέχεσθαι, ὥσπερ δι᾿ ὑγρότητα ὕδωρ καὶ πηλὸς ἢ ἀὴρ ὑγρός.

ἔτι, εἰ καὶ δοθείη τυποῦσθαι καὶ δέχεσθαι τὸ ἀποματτόμενον, πῶς ἄλλο τι παρὰ τὸ σχῆμα δύναται δέξασθαι;

χρῶμα γὰρ οὐδενὸς οὔτε ἐνσημαίνεσθαι πέφυκεν οὔτε ἐν τοῖς ἐκτυπουμένοις ἐγγίνεσθαι, ὥστ᾿ ἔδει χρόας ἡμᾶς μὴ ὁρᾶν, σχῆμα δὲ μόνον.

τάχα δὲ οὐδὲ σχῆμα.

νῦν μὲν γὰρ διὰ βακτηρίας τινὰ τῶν σχημάτων γνωρίζομεν, οἷον τὰ μὲν κυρτά, ὅτι περιολισθάνει περὶ αὐτὰ ἡ βακτηρία, τὰ δὲ κοῖλα, ὅτι προσπίπτει ταῖς ἑκατέρωθεν ἐξοχαῖς αὐτῶν, τὰ δὲ εὐθέα, ὅτι τούτων οὐδέτερον, ἃ οὐκ ἂν ἐγινώσκομεν διὰ βακτηρίας, εἰ συνέβαινεν τὸ πέρας τῆς βακτηρίας μετασχηματίζεσθαι ψαῦον ὁτουοῦν σώματος οἷον περιπλαττόμενον, περὶ δὲ τὸν ἀέρα τοῦτο συμβαίνει, ὥστε οὐδὲ τῶν σχημάτων ἂν ἀντίληψις οὕτω γίνοιτο δι᾿ αὐτοῦ.

ἔτι ὁ τύπος πρὸς τῷ πέρατι γίνεται.

πῶς οὖν [*](12 τὸ μὲν κατὰ τὴν κλάσιν] scil. πέρας, quod nisi excidit certe supplendum est (cf. 63,24), i. e. baculi in fractura terminus. hoc enim dicit: absurdum esse dicere sos is baculi termino per facturam orto niti ao posse, posse ia altero eius termino, i. e. in eo, qui ante fracturam proprius erat baculi terminus (δύνασθαι cf. Ind.) 19 εὔθραστα a 22 τὸ in lit. V 28 ἢ ἀὴρ insiticium videtur 33 περιολισθαίνει a βατηρία a 34 παραπίπτει a)

134
ὁρῶμεν κατὰ θάτερον πέρας;

οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων αἱ τυπώσεις δι᾿ ὅλων γίνονται.

εἰ δὲ λέγοιεν, ὅτι διαφανὴς ὁ ἀὴρ καὶ διὰ τοῦτο δι᾿ ὅλου τετύπωται καὶ ὁρῶμεν οὕτως, ἄλλο ἄν τι τοῦ ὁρᾶν αἴτιον λέγοιεν, τὴν διαφάνειαν γάρ, καὶ οὐ τὴν ἐπέρεισιν.

ἔτι θαυμαστόν, πῶς τοῖς μὲν μάλιστα τυποῦσθαι δυναμένοις οὐ συμβαίνει τὸ διὰ βάθους τυποῦσθαι, τῷ δ᾿ ἀέρι τῷ ἥκιστα ὄντι τοιούτῳ δι᾿ ὅλου ἡ τύπωσις ἐγγίνεται.

ἔτι εἰ πέφυκεν ὁ ἀὴρ οὕτως τυποῦσθαι, τί δή ποτε οὐχὶ καὶ ἀπελθόντος τοῦ τυποῦντος ἔτι μένει ἐν αὐτῷ ἡ τύπωσις, ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ὥστε καὶ μὴ παρόντα τὰ ὁρατὰ ἐχρῆν ἡμᾶς ἔτι ὁρᾶν;

ἔτι πῶς οὐ συγχέονται οἱ τοιοῦτοι τύποι, ἐπειδὰν ῥέῃ τὸ ὕδωρ, τὸ δὲ αὐτό, εἰ καὶ ἐν ἀέρι πνεῦμα πολὺ εἴη;

ἔτι ἔμπαλιν φαίνεται, ἢ ὡς ἔχει τῶν ὁρατῶν ἔνια, τὰ μὲν κυρτὰ κοῖλα, τὰ δὲ κοῖλα κυρτά, καὶ ἁπλῶς τὰ μὲν ἐξέχοντα εἰσέχοντα, τὰ δὲ εἰσέχοντα τοὐναντίον ἐξέχοντα;

οὕτως γὰρ ἡ τύπωσις γίνεται.

εἰ δὲ λέγοιεν τῇ μὲν κοιλότητι τῆς βάσεως τοῦ κώνου τὸ κυρτὸν κρίνεσθαι, τῇ δὲ κυρτότητι τὸ κοῖλον, καθάπερ καὶ ἐπὶ τῆς διὰ τῶν χειρῶν ἁρῆς, τὰ ἐπὶ τῆς γραφῆς συμβαίνοντα μάλιστα τοῦτο ἐλέγξει.

ὁμαλοῦς γὰρ οὔσης αὐτῆς τὰ μὲν ἐξέχοντα, τὰ δὲ εἰσέχοντα φαίνεται, καίτοι ὁμαλεῖ τῇ τοῦ κώνου βάσει κρινόμενα.