De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔπειτα, εἰ καὶ συνεχὲς ἐκπέμπεται, πῶς οὐ σκεδάννυται τουτὶ τὸ ῥεῦμα τὸ τῆς ὄψεως σχιζόμενον περὶ τὸν ἀέρα τὸν ἔξωθεν λεπτότερον ὂν αὐτοῦ;

ἢ εἰ μὴ σκεδάννυται, πῶς οὐκ εἰς στενὸν συνάγεται προἱόν;

τοιοῦτον γάρ τι ὁρῶμεν καὶ τὰ ἄλλα σώματα πάσχοντα προχωροῦντα·

καὶ γὰρ ὕδωρ προχωροῦν ἤτοι χεῖται ἢ στενοῦται, καθάπερ τὸ ἐκ τῶν κρουνῶν ῥέον, καίτοι στερεώτερον ὂν τῶν ἀκτίνων·

ἡ δὲ φλὸξ εἰς ὀξὺ ἀπολήγει.

τὸ δὲ τῆς ὄψεως σῶμα πῶς εἰς κῶνον πλατύνεται καὶ μείζονα ἐπὶ πλέον προχωροῦν μήτε τῶν παχυτέρων μήτε τῶν λεπτοτέρων σωμάτων τοῦτο πασχόντων;

ἔτι εἰ σῶμά ἐστι, τόπον κατέχει.