De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὁρῶμεν δὲ καὶ ἐν ὕδατι, ὁρᾷ δὲ καὶ τὰ ἐν τῷ ὕδατι ζῷα.

ἔτι εἰ πῦρ τὸ ἐκπεμπόμενόν ἐστι, κατὰ φύσιν ἂν εἴη αὐτῷ ἡ εἰς τὸ ἄνω κίνησις.

ὥστε ἐχρῆν ἡμᾶς μὴ ὁμοίως ὁρᾶν ἄνω τε καὶ κάτω ὁρῶντας, ἀλλὰ ἄνω μὲν ῥᾷον, κάτω δὲ βιαζομένους καὶ μόγις.

ἔτι εἰ δι᾿ ἀκτίνων τὸ ὁρᾶν, ἁφή τις ἡ ὄψις ἔσται καὶ κατὰ ἁφὴν ἡ τῶν ἀκτίνων ἀντίληψις.

εἰ δὲ αἱ ἀποτεινόμεναι ὄψεις αἰσθητικαί εἰσιν, διὰ τί οὐχὶ καὶ θερμοῦ καὶ ψυχροῦ αἰσθάνονται;

μᾶλλον γὰρ ἂν τῶν ἁπτῶν διαφορῶν, ἢ τῶν χρωμάτων αἰσθάνοιντο.

ἔτι εἰ συνεχὲς ἐκπίπτοι τὸ τῆς ὄψεως σῶμα, δεήσει πρῶτον μὲν πόρον τινὰ σύμπασαν τὴν κόρην εἶναι, ὅπερ οὐχ οὕτως ἔχειν φαίνεται.