De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι εἰ ἡ ψυχὴ ὡς αἰσθητῆς αὑτῆς αἰσθάνεται, καὶ ἄλλης αἰσθήσεται.

οὐκ αἰσθάνεται δὲ ἄλλης, οὐδ᾿ αὑτῆς ἄρα ὡς αἰσθητῆς.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ἔμψυχον ἢ ἄψυχον.

ἀλλὰ μὴν ἄτοπον τὸ ἄψυχον.

εἰ δὲ ἔμψυχον, ζῷόν τε ἔσται καὶ πάλιν ἐκείνου ἡ ψυχὴ ἤτοι ἔμψυχος ἢ ἄψυχος, καὶ τοῦτο εἰς ἄπειρον.

ἂν δ᾿ ἐνιστάμενοι πρὸς τὴν διαίρεσιν τῶν σωμάτων τὴν λέγουσαν τὰ μὲν ἔμψυχα εἶναι αὐτῶν, τὰ δὲ ἄψυχα, λέγωσιν μὴ ὑγιῶς διῃρῆσθαι, εἶναι γὰρ τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, τὰ δὲ ψυχάς, ῥητέον, ὅτι τοῖς κατὰ ἀντίφασιν διαιρουμένοις οὐδέποτε ἀντιδιαιρεῖται τοῦτο, οὗ ἐστιν ἡ ἀπόφασις·

οἷον εἰ διαιρούμενοι τῶν σωμάτων τὰ μὲν λέγοιμεν εἶναι κεχρωσμένα, τὰ δὲ ἄχροα (ἐν γὰρ τῷ αὐτῷ γένει τῷ τῆς ἕξεως δεκτικῷ ταὐτὸν δύναται τῇ ἀποφάσει ἡ στέρησις), οὐκέτι μέντοι λέγομεν·

τὰ δὲ χρώματα.

διαφορὰ γὰρ σωμάτων τὸ κεχρῶσθαι ἢ ἄχροα εἶναι, ἀλλ᾿ οὐ τὰ χρώματα.

καὶ πάλιν τῶν σωμάτων τὰ μὲν ὀσμὴν ἔχοντά ἐστιν, τὰ δὲ οὐκ ἔχοντα καὶ ἄοσμα, οὐκέτι λέγομεν·

τὰ δὲ ὀσμαί. καὶ τὰ μὲν ποιότητα ἔχοντα, τὰ δὲ οὐκ ἔχοντα ποιότητα καὶ ἄποια, οὐκέτι·

τὰ δὲ ποιότητες.

ἢ τῶν σωμάτων τὰ μὲν σύνθετα, τὰ δὲ οὐ σύνθετα, οὐκέτι·

τὰ δὲ συνθέσεις.

οὐ γὰρ σῶμα ἡ σύνθεσις.

ὁμοίως δὲ καὶ τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ οὐ θνητά τε καὶ ἀθάνατα, οὐκέτι·

τὰ δὲ θάνατοι.

οὐ γὰρ ζῷον ὁ θάνατος.

πάλιν τῶν ζῴων τὰ μὲν λογικά, τὰ δ᾿ οὐ λογικά τε καὶ ἄλογα, οὐκέτι·

τὰ δὲ λόγοι.