De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γὰρ λόγοι τὰ ζῷα.

τὸν αὐτὸν οὖν τρόπον ἐροῦμεν καὶ τῶν σωμάτων τὰ μὲν εἶναι ἔμψυχα, τὰ δὲ οὐκ ἔμψυχα καὶ ἄψυχα, οὐκέτι δὲ καὶ ψυχάς·

οὐ γὰρ αἱ ψυχαὶ σώματα.

ἔτι εἰ ἡ ψυχὴ σῶμα, ἤτοι ὑπό τινος συνέχεται ἢ ὑφ᾿ αὑτῆς.

ἀλλ᾿ ὑφ᾿ αὑτῆς μὲν οὐχ οἷόν τε ὡς μιᾶς καὶ δι᾿ ὅλης ὁμοίας.

ἀδύνατον γὰρ τὸ αὐτὸ κατὰ τὸ αὐτὸ συνέχειν τε καὶ συνέχεσθαι.

λείπεται ἄρα μέρος μὲν συνέχειν αὐτῆς, μέρος δὲ συνέχεσθαι.

εἰ δὲ τοῦτο, εἴη ἂν τὸ μέρος τὸ συνέχον ἡ ψυχή, οὐ τὸ συνεχόμενον, ὅ, εἰ καὶ αὐτὸ σῶμα, ἤτοι ὑπὸ ἄλλου συνέχεται, ἢ ὑφ᾿ αὑτοῦ, καὶ τοῦτο εἰς ἄπειρον.

εἰ γὰρ ὅλην λέγοιεν αὐτὴν συνέχειν τε καὶ συνέχεσθαι ὡς ἕν τι καὶ ταὐτὸν ὄν, δυνήσεταί τι καὶ ἔχειν καὶ ἔχεσθαι ὑφ᾿ αὑτοῦ καὶ ποιεῖν ταὐτὸ καὶ πάσχειν.

[*](145v) οὐδὲ γὰρ ἡ τρίβουσα χεῖρ καὶ ἀντιπάσχουσα κατὰ τὴν αὐτὴν δύναμιν ποιεῖ τε καὶ πάσχει.

καὶ καθόλου οὐδὲν τῶν ὑπό τινος ἐχομένων καὶ αὐτὸ ἔχει.

οὔτε γὰρ θερμότης οὔτε γλυκύτης, οὔτε σχῆμα οὔτε χρῶμα οὔτε ὑγίεια οὔτε ἁρμονία.

ἀλλ᾿ οὐδὲ ἀρετὴ ἢ ἐπιστήμη.

τοιοῦτον δὲ καὶ ἡ ψυχή.

ἔτι εἰ ἡ ψυχὴ λεπτομερές τι σῶμα οὖσα συνέχει μὲν τὸ σῶμα αὐτή, πάλιν δὲ συνέχεται ὑπ᾿ αὐτοῦ, ἔσται καὶ τοῦτο τὸ παχυμερέστατον σῶμα ψυχή, εἴ γε τὸ συνέχον ψυχή.

ὥστε ἔσται τὸ σῶμα ψυχὴ τῆς ψυχῆς, συνέχον γε αὐτήν.

ὅτι γὰρ οὐδὲν αὑτὸ συνέχει, δῆλον ἐκ τοῦ μηδὲ [*](3 αὐτῆς Ka 4 ἢ VK: ἡ a 5 ἐκείνου scripsi: ἐκείνει V: ἐκείνη Ka 8 ὑγειῶς Ka 11 εἶναι λέγοιμεν Ka 13 μέντοι] cf. p. 158a30 εἰ . . λέγοιτο, προσδεήσεται μέντοι 16 λέγομεν delendum videtur 17 ἢ VK: ἡ a τῶν σωμάτων delevi 19 τε om. Ka 21 οὐ post τὰ δ᾿] υ in lit. V 22 οὖν om. Ka 39 αὐτὸ Ka ἐκ τῶν Ka)

115
τὰ δοκοῦντα τοῦτον ἔχειν τὸν τρόπον τοιαῦτα εἶναι.

οὔτε γὰρ ἡ κόλλα αὑτὴν συνέχει καὶ τὰ κεκολλημένα.

ἕτερον γὰρ αὐτῆς τὸ συνέχον καὶ ἕτερον τὸ συνεχόμενον.

ὅσον μὲν γὰρ σωματικόν, συνέχεται, τὸ δὲ συνέχον ἐστὶν ἡ ποιότης καὶ ἡ δύναμις ἀσώματος οὖσα.