De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἐπὶ γὰρ τῶν ἐγγὺς ὁρωμένων, εἰ τὸ μὲν πληκτικώτερον ἐγγυτέρω τεθείη, οἷον τὸ πῦρ, τιὸ δ᾿ οὐχ ὁμοίως πληκτικὸν πορρωτέρω, οἷον ἄνθρωπος (ἐλάττω γὰρ τὸ τούτου χρῶμα πληκτικόν), ὡς τὸ μὲν ἀπὸ πήχεως ἑνός, τὸ δὲ ἀπὸ δύο ἢ τεσσάρων πηχῶν εἶναι, ἔπειτα ἀναβλέψαιμεν, ἅμα ἂν ἴδοιμεν καὶ οὐ θᾶττον τὸ πληκτικὸν καίτοι πλησίον κείμενον, ὥστ᾿ οὐδὲν τὸ πληκτικὸν ἢ μὴ πρὸς τὸ ἐλάττονα τὴν πρόοδον γίνεσθαι ἢ πλείονα τὴν ἀπὸ τῆς ὄψεως συντελεῖ.

ἔτι εἰ ἑκάτερον τῶν ἐκπεμπομένων ἐπ᾿ εὐθείας φέρεται, τίς ἡ χρεία τοῦ ἀπ᾿ ἀμφοτέρων ἐκπέμπεσθαι;

ἐδύνατο γὰρ ἢ ἀπὸ τοῦ ὁρωμένου ἐπὶ τὴν ὄψιν ἀφικνεῖσθαι ἢ τὸ ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ ὁρώμενον.

ἔτι τίς ἡ ἀνάμαξις τοῦ εἴδους, καὶ πῶς γίνεται τῷ ἐκπεμπομένῳ ἀπὸ τῆς ὄψεως παρὰ τοῦ ἀπορρέοντος ἀπὸ τοῦ ὁρωμένου τύπωσις, ἀλλὰ οὐκ ἀλλοίωσις;

δεῖ γὰρ καὶ τοῦτο διωρίσθαι.

ἔτι ποδαπόν ἐστι τὸ ἀπὸ τοῦ ὁρωμένου φερόμενον;

εἰ μὲν γὰρ καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα ὅμοιον τῷ ἀφ᾿ οὗ φέρεται ἔχει, οὐδὲν ἄλλ᾿ ἢ εἴδωλον ἔσται ἢ καὶ πλέον ἔχον τι.

ἐκεῖνα γὰρ οὔ φασιν ἔχειν χρῶμα.

εἰ δὲ τὸ μὲν χρῶμα ἔχον, τὸ δὲ σχῆμα μή, πῶς τῶν σχημάτων ἡ ἀντίληψις, ἐχρῆν λέγειν.

εἰ δὲ τὸ μὲν σχῆμα ἔχει, τὸ δὲ χρῶμα μή, οὐ χρωμάτων ἔτι ἡ ὄψις ἀντιληπτική.

τίς δὲ καὶ ὁ τρόπος τῆς μετὰ τὸ παθεῖν τὸ ἐκ τῆς ὄψεως ἐκπεμφθὲν μηνύσεως τῇ ὄψει;

ἔτι εἰ φῶς ἐστι τὸ ἐκ τῆς ὄψεως ἐκπεμπόμενον, δῆλον ὅτι ὁρατόν ἐστιν.

διὰ τί οὖν ἐν τῷ σκότῳ ἀναβλέποντες οὐχ ὁρῶμεν ἄλλος τὸ ἄλλου;

ὡς γὰρ ἐν τοῖς σκοτεινοῖς οἰκήμασιν, κἂν διὰ βραχείας ὀπῆς εἰσέλθῃ φῶς, ὁρατὸν γίνεται καὶ [*](2 ἀναγγέλλειν] cf. 158 r 34 9 δὲ πόσου a 10 ἄπεισι corr. ex. ἄπισι V 16 fortasse ἐπὶ τῶν πόρρωθεν 19 πήχεως m², πῆχος m1 V: πήχεως a 24 fortasse ἢ ⟨τὸ⟩ ἀπὸ 25 ἀνάμαξις V: ἀνάμιξις a. Cf. φῶς . . ὃ τῇ ἀπορροίᾳ συμμιγὲν. ἐχούσῃ τὸ εἶδος τοῦ ὁρωμένου ἀναλαμβάνον καὶ ἀναμασσόμενον τὸ παῤ ἐκείνου εἶδος 136,32 27 ἀλλὰ οὐκ m2, ἀλλὰ m1 V: ἀλλὰ οὐκ a 29 μὲν om. a 30 ἀλλ᾿ Va οὔ φασιν V ex. Vict.: ὅν φασιν a 36 τὶ ἄλλου Ka 37 τὸ φῶς Ka)

138
εὐθὺς ὁρᾶται, οὕτως ἔδει καὶ ἀπὸ τῶν ὀμμάτων ἀπιὸν ὁρᾶσθαι, ἐπειδὰν ἐν σκότῳ ἀναβλέψωμεν.

ἔτι καὶ κατὰ τούτους σῶμα ἔσται τὸ φῶς.

Εἰ σῶμα τὸ φῶς, ἤτοι πῦρ ἐστι ἢ πυρὸς ἀπορροή, ἣν αὐγήν τε λέγουσιν καὶ τρίτον τι πυρὸς εἶδος.

πῦρ μὲν οὖν οὐκ ἂν εἴη.

φῶς μὲν γάρ ἐστι μᾶλλον καὶ ἧττον, πῦρ δὲ μᾶλλον καὶ ἧττον οὐκ ἔστιν.

οὐκ ἄρα πῦρ τὸ φῶς.

ἢ εἰ ἦν τὸ μᾶλλον πῦρ, μᾶλλον ἂν ἦν καὶ φῶς, εἴ γε ταὐτὸν πῦρ τε καὶ φῶς.