De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ δέ ἐστιν εὔκολος αὐτῶν ἡ κίνησις ἐκ φλοιωδῶν καὶ ὑμενωδῶν, ὥς φασιν, καὶ πᾶσα ῥοπὴ ἱκανὴ παρασῦραι αὐτά, ἔδει μὴ ὁρᾶν τοὺς κατὰ τὸν ἄνεμον βλέποντας.

ἔτι εἰ τὰ εἴδωλά ἐστιν αὐτὰ τὰ ἐμπίπτοντα καὶ ὁρώμενα, διὰ τί τὰ ὁρώμενα πόρρω ὄντα φαίνεται;

τὸ γὰρ μυωπίζεσθαι λέγειν ⟨τὴν ὄψιν⟩ ὑπὸ τῶν εἰδώλων οὐ τῶν εἰδώλων ἐστὶ τὸ ὁρᾶν ποιεῖν, ἀλλὰ ἄλλον τινὰ χρὴ τρόπον ζητεῖν αὐτούς, δι᾿ οὗ μυωπισθεῖσα ἡ ὄψις τὸ ὁρατὸν ὄψεται κἀκείνῳ προσβαλεῖ·

πῶς γὰρ ὁρατὸν ἔτι τὸ εἴδωλον γίνεται, εἴ γε μόνον πρὸς τὸ παρασκευάσαι τὴν ὄψιν αὐτὴν καὶ διεγεῖραι τὸ εἴδωλον χρήσιμόν ἐστιν;

τὸ δὲ λέγειν τῷ ποσῷ τοῦ ἀέρος τοῦ μεταξὺ τοῦ τε ὁρωμένου, ἀφ᾿ οὗ τὰ εἴδωλα, καὶ τοῦ ὀφθαλμοῦ τὴν ἀντίληψιν γίνεσθαι τοῦ διαστήματος (τοῦτο γὰρ ὑπὸ τοῦ εἰδώλου προωθούμενον προεμπίπτειν τῇ κόρῃ πρὸ τοῦ εἰδώλου) ἀτοπίαν οὐδεμίαν ὑπερβάλλει.

πῶς γὰρ τὸ εἴδωλον δύναται τὸν πρὸ αὐτοῦ προωθεῖν ἀέρα, ὂν οὕτως εὐπαθές;

καὶ πῶς τοῦτον ἡ κόρη δέχεται, προσέτι τε πολλάκις τοσοῦτον δέξεται;

οὐ γὰρ ἑνὸς εἰδώλου ἐμπτώσει τὸ ὁρᾶν·

ἕκαστον οὖν τῶν ἐμπιπτόντων τοσοῦτον ἀέρα προπέμψει αὐτοῦ εἰς τὴν κόρην, εἰ μὴ ἄρα τὰ φερόμενα εἴδωλα ἀπὸ τοῦ ὁρωμένου οὐχ ὅτε τις βλέπει τότε φέρεται, ἀλλὰ παρακείμενα τῷ ὀφθαλμῷ· οὐ γὰρ δή, ὅτε ὁρᾶ ὀφθαλμός, τότε ἀπορρεῖ τὰ εἴδωλα.

πῶς οὖν τὰ παρακείμενα ἔτι προώσει τὸν μεταξὺ ἀέρα;

ἔτι εἰ ὑπὸ τῶν ἀνέμων μὴ σκίδναται τὰ εἴδωλα διὰ τὸ ὑποκάτω καὶ λεπτότερα καὶ ἀραιότερα τὴν φύσιν εἶναι τοῦ φερομένου ἀέρος ὑπὸ τῶν ἀνέμων.

πῶς ἅμα τὸν ἀέρα τοῦτον οἷόν τε ἔσται προωθεῖν;

ἔτι εἰ ἄχροά ἐστι τὰ εἴδωλα καὶ τοιαῦτα αὐτὰ δέχεται ἡ ὄψις, πῶς χρωμάτων ἀντιλαμβάνεται;

πῶς δὲ τῶν σχημάτων κατ᾿ ἐλάχιστον αὐτὰ δεχομένη;

ὥστε οὔτε χρωμάτων οὔτε σχημάτων ἂν γίνοιτο ἡ ὄψις, εἴ τις ἀκριβῶς ἐξετάζοι καὶ μὴ πάντα αἰτουμένοις αὐτοῖς διδοίη·

τίνος οὖν ἔτι ἡ ὄψις ἔσται;

Πρὸς δὲ τοὺς λέγοντας τὸ ὁρᾶν γίνεσθαι ἐξ ἀμφοτέρων, ἀπορροίας γινομένης ἀπό τε τῆς ὄψεως καὶ ἀπὸ τῶν ὁρωμένων, καὶ κατὰ τὴν τούτων μῖξιν γίνεσθαι τὴν ἀντίληψιν τῇ ὄψει (φῶς γάρ τι ἐκπέμπεσθαι ἀπὸ τῆς ἡμετέρας ὄψεως, ὃ τῇ ἀπορροίᾳ τῇ ἀπὸ τοῦ ὁρωμένου συμμιγὲν ἐχούσῃ [*](2 fortasse ⟨ἂν⟩ αὐτὰ μένει a διεκπίπτει a 3 εὐκόλως a 6 ὁρώμενα καὶ ἐμπίπτοντα a 7 τὴν ὄψιν addidi, cf. Al. de sens. 122, 4 sq. τὸ δὲ λέγειν μυωπίκσθαι τὴν ὄψιν ὑπὸ τῶν φερομένων ἐπ᾿ αὐτὴν εἰδώλων καὶ διορίζεσθαι καὶ πρὸς τὸ ὁρᾶν παρασκευάζεσθαι οὐκέτι τηρούντων ἐστὶ τὸ διὰ τῶν εἰδώλων γίνεσθαι τὸ ὁρᾶν. δῆλον γὰρ ὅτι μυωπισθεῖσα ἡ ὄψις ὑπὸ τοῦ εἰδώλου ἄλλο τι οὐκ ὄψεται, εἰ μὴ τὸ εἴδωλον. τί οὖν ταῦτα καὶ πῶς 11 τὸ δὲ λέγειν κτλ.] cf. Al. de sens. 120, 5 sq. huc pertinet etiam de sens. 120,12 — 121, 1, quo summovetur Thuroti aporia 14 ἀτοπίαν] το supra alin. V 15 αὐτοῦ V: τοῦ αὐτοῦ a 17 ἐμπιπτόν| V 18 fortasse τὸν πρὸ αὑτοῦ 21 προώσει] ante ω una lit. eras. V 24 ἃ χρόα a 25 αὐτὰ om. a 27 ἐξετάζει a 29 fortasse λέγοντας ⟨γίνεσθαι⟩ cf. 127, 27 134, 28 136, 30 33 συμμιγὲς a)

137
τὸ εἶδος τοῦ ὁρωμένου ἀναλαμβάνον καὶ ἀναμασσόμενον τὸ παῤ ἐκείνου εἶδος ἀναγγέλλειν τῇ αἰσθήσει), πρὸς δὴ τούτους χρὴ λέγειν πρῶτον μὲν ὅτι, εἰ τὸ ἀφ᾿ ἑκατέρου ἐκπέμπεσθαί τι σῶμα κατ᾿ ἰδίαν ἢ ἀπὸ τῆς ὄψεως ἢ ἀπὸ τοῦ ὁρωμένου ἄτοπον, δῆλον ὡς ἄτοπον καὶ τὸ ἐξ ἀμφοτέρων τὴν ἀπόρροιαν αὐτῶν ποιεῖν (ἀπαντήσει γὰρ καὶ τούτοις ἄτοπα, ὅσα ἑκατέροις τέροις ἐκείνων·

καὶ γὰρ τὸ ἐν χρόνῳ δεῖν γίνεσθαι τὴν ἀντίληψιν διαφέροντι τῶν ἐγγὺς καὶ πόρρωθεν ὁρωμένων, καὶ τὸ ἀναλίσκεσθαι τά τε ὁρῶντα καὶ τὰ ὁρώμενα καὶ μειοῦσθαι ἐν τῇ ἐνεργείᾳ ταύτῃ ἑκάτερον [*](151r) αὐτῶν τοσαύτης ἀπορροίας ἀπ᾿ αὐτῶν γινομένης), καὶ τὸ μέχρι πόσου δὲ ἄπεισι τὸ ἐκπεμπόμενον, ἔπειτα συμμίγνυται τῷ ἀπὸ τοῦ ὁρωμένου ἀπορέοντι, ὡρίσθαι δεῖ.

ἣν γὰρ ἂν ἀναλογίαν ποιήσωσιν, δεήσει ἐν πλείονι χρόνῳ τὰ μακρὰν ὁρᾶν τῶν ἐγγύς, ἅτε πλείονα κίνησιν κινουμένου τοῦ ἐκπεμπομένου ἀφ᾿ ἡμῶν ἐν τῇ πρὸς ἐκεῖνα προσβολῇ, τὴν δὲ πλείονα κίνησιν νησιν ἐν πλείονι γίνεσθαι χρόνῳ.

οὐδὲ γὰρ τὸ ἀπορρέον θᾶττον ἀφικνεῖσθαι πρὸς τὴν ὄψιν αὔταρκες πρὸς τὸ μὴ ἐπὶ πλέον προχεῖσθαι τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον ὑπὸ τῶν πόρρωθεν ὁρωμένων.