In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 51a 1)

Τῶν δ’ ἐν τῷ τελευταίῳ σχήματι εἷς μόνος οὐκ ἀνάγεται.

Δείξας τοὺς ἐν τῷ πρώτῳ τοὺς τὸ ἐπὶ μέρους συνάγοντας δύο συλλογισμοὺς ἀναγομένους εἰς τὸ τρίτον σχῆμα λέγει πάλιν περὶ τῶν ἐν τῷ τρίτῳ σχήματι, καὶ τοὺς μὲν πέντε τῶν ἐν τούτῳ τῷ σχήματι φησί τε καὶ δείκνυσιν εἰς τὸ πρῶτον ἀναγομένους σχῆμα καὶ γὰρ καὶ ἐδείχθησαν ὄντες [*](1 post γὰρ prius add. καὶ a 2 (??) scripsi (cf. p. 392, 31): (??) aB 5 οἱ μὲν Ar. τῷ oin. a 11 τῷ om. a 19 τῷ om. a πρὼτον a καταφατικοῦ a 24 τῷ om. a 27 ἐκ καθόλου 0111. a 29 μέρους om. a 30 ante εἶς add. συλλογισμῶν Ar. 30. 31 ἀναλύεται Ar. 33 τῷ om. a)

394
συλλογιστικοὶ τοῦτον τὸν τρόπον), τὸν δὲ ἕκτον μηκέτι, δι’ ἣν εἰρήκαμεν [*](133v) αἰτίαν. πρῶτον δὲ ἀνάγει τὸν ἐκ δύο καθόλου καταφατικῶν. ἐπεὶ γὰρ αἱ καταφατικαὶ αἱ καθόλου ἀντιστρέφουσι πρὸς τὰς ἐπὶ μέρους, κατηγορουμένων τοῦ τε Α καὶ τοῦ Β κατὰ παντὸς τοῦ Γ <ἂν> ἀντιστρέφωμεν τὴν Β Γ, τὸ Γ τινὶ τῷ Β· ἔκειτο δὲ καὶ τὸ Α παντὶ τῷ Γ· γίνεται ἐν πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Β, ὃ ἦν δεικνύμενον καὶ διὰ τῆς ἐκκειμένης συζυγίας τῆς ἐν τρίτῳ σχήματι. τὸ δὲ οὐκοῦν ἐπεὶ ἀντιστρέφει τὸ Γ πρὸς ἑκάτερον ἴσον ἐστὶ τῷ ‘ἐπεὶ ἀμφότεραι αἱ προτάσεις οὖσαι καθόλου καταφατικαὶ ἀντιστρέφουσι, δυνησόμεθα, ἣν ἄν θελήσωμεν αὐτῶν ἀντιστρέφαι, ἀναγαγεῖν τὸν συλλογισμὸν ·ἐπὶ τὸ πρῶτον σχῆμα᾿. εἶτα ἑξῆς ἀνάγει τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐν τρίτῳ σχήματι ἀντιστρέψας πάλιν τὴν ἐπὶ μέρους καταφατικήν. τρίτον ἀνάγει τὸν ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος, δι’ ἀντιστροφῆς μὲν καὶ τοῦτον τῆς ἐπὶ μέρους καταφατικῆς προτάσεως, ἐπειδὴ δὲ ἦν οὗτος διὰ δύο ἀντιστροφῶν δεικνύμενος καὶ γὰρ τὸ συμπέρασμα ἀντεστρέφετο αὐτοῦ πρὸς τῇ ἐπὶ μέρους προτάσει· οὕτως γὰρ ἐδείκνυτο τὸ προκείμενον), φησίν, ὅτι πρῶτον καὶ μείζονα ὅρον ληπτέον τὸν Β. ἐπεὶ γὰρ ἡ Β Γ πρότασίς ἐστι καθόλου, δεῖ δὲ ἐν πρώτῳ σχήματι τὴν μείζονα καθόλου εἶναι, φησὶ δεῖν ταύτην τὴν] μείζονα ποιεῖν πρότασιν καὶ τὴν Α Γ ἐπὶ μέρους οὖσαν καταφατικὴν τικὴν ἐλάττονα· ἧς ἀντιστραφείσης ἔσται τὸ Β παντὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Α, καὶ συναχθήσεται τὸ Β τινὶ τῷ Α συμ·πέρασμα, ὃ ἀντιστρέψαντες οὕτως [*](133v) ἕξομεν τὸ προκείμενον δεδειγμένον συμπέρασμα, ὃ ἦν καὶ διὰ τῆς προκειμένης τοῦ τρίτου σχήματος συζυγίας δεδειγμένον. ἐπὶ τούτοις τέταρτον ἀναλύει στερητικὸν ἐπὶ μέρους συνάγοντα τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς Α Γ καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος τῆς Β Γ· ἀντιστραφείσηςξ γὰρ τῆς καταφατικῆς τὸ πρῶτον γίνεται σχῆμα καὶ ταὐτὸν συμπέρασμα. πέμπτον ἀναλύει τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς Α Γ καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος τῆς Β Γ, ὁμοίως καὶ τοῦτον τῇ τῆς καταφατικῆς ἀντιστροφῇ.

[*](p. 51a 18)

ἐὰν δὲ ἐν μέρει ληφθῇ τὸ στερητικόν.

ἐνταῦθα λέγει περὶ τοὐ ἕκτου, ἐν ᾧ τὸ ἀποφατικὸν ἐπὶ μέρου·ς ἐστίν. οὔ φησι δὲ τοῦτον εἰς τὸ πρῶτον ἀναλυθήσεσθαι καὶ ἀναχθήσεσθαι σχῆμα, ὅτι ἡ μὲν ἐπὶ μέρους ἀποφατικὴ οὐκ ἀντιστρέφει, ἐὰν δὲ ἡ καθόλου καταφατικὴ ἀντιστραφῇ, αἱ δύο ἐπὶ μέρους ἔσονται προτάσεις, δι’ ἀντιστροφῆς δὲ ἡ ἀνάλυσις.

[*](1 τὸν (ante δὲ) Β: τὸ a 3 κατηγορουμένων a: κἄν τηρουμένων B 4 τοῦ (??) scripsi: τὸ y aB ἄν addidi: εἰ a ἀντιστρέφωμεν Β: ἀντιστρέψομεν a 7 ἐπεὶ ἀντιστρέφει aB: ἀντιστρέψει Ar. 9. 10 post ἀντιστρέψαι add. καὶ a 19 φασὶ a 20 τὴν prius add. Β: om. a (??) a 21 τινὶ Β: παντὶ a 26 καὶ καθόλου . . . τῆς 9. (??) (29) om. a 31 ἐπὶ μέρους a)
395
[*](p. 51a 22)

Φανερὸν δὲ καὶ ὅτι πρὸς τὸ ἀναλύειν ἄλληλα τὰ [*](133v) σχήματα ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ πρότασις ἀντέστραπται.

Εἰς ἄλληλα λέγει νῦν ἐπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου· καὶ γὰρ οἱ ἐν τῷ πρώτῳ εἰς τοὺς ἐν τρίτῳ καὶ οἱ ἐν τῷ τρίτῳ εἰς τοὺς ἐν πρώτῳ διὰ τῆς ἐλάττονος καταφατικῆς οὔσης ἀντιστρεφομένης γίνονται. οὐκ εἶχε δὲ οὕτως ἐπὶ τοῦ πρώτου καὶ δευτέρου· οἱ γὰρ ἐν ἐκείνοις εἰς ἀλλήλους ἀνήγοντο τῆς μείζονος ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς.

[*](p. 51a 26)

Τῶν δ’ ἐν τῷ μέσῳ σχήματι ἅτερος μὲν ἀναλύεται, ἅτερος δ’ οὐκ ἀναλύεται εἰς τὸ τρίτον.

Τὸ ἐπὶ μέρους ἀποφατικὸν διχῶς μὲν ἐν δευτέρῳ σχήματι δείκνυται, τριχῶς δὲ ἐν τρίτῳ. δείκνυσιν οὖν καὶ ἐπὶ τούτων τῶν σχημάτων, πῶς τοὺς ταὐτὸν ἔχοντας συμπέρασμα συλλογισμούς, εἰ μὲν εἶεν ἐν δευτέρῳ σχήματι ἠρωτημένοι, ἀνάξομεν εἰς τὸ τρίτον, εἰ δ’ ἐν τρίτῳ, εἰς τὸ δεύτερον, ἐπειδὴ περὶ τῆς ἐκ τοῦ πρώτου εἰς. ταῦτα τὰ σχήματα καὶ τούτων εἰς τὸ πρῶτον ἀναγωγῆς εἶπεν. λέγει δέ, ὅτι τῶν ἐν τῷ δευτέρῳ σχήματι δύο ἐπὶ μέρους ἀποφατικὸν συναγόντων τὸν μὲν ἕτερον ἀναλύομεν εἰς τὸ τρίτον σχῆμα, τὸν δὲ ἕτερον οὔ. τὸν μὲν γὰρ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἀναλύσομεν ἀμφοτέρας τὰς προτάσεις ἀντιστρέφοντες· καὶ γὰρ ἡ καθόλου ἀποφατικὴ ἀντιστρέφει αὑτῇ καὶ ἡ ἐπὶ μέρους καταφατικὴ ὁμοίως, ὥστε, εἰ κεῖται τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί, ἔσται ‘τὸ Β τῷ Α οὐδενί, τὸ Γ τῷ Α τινί’ ἐν τρίτῳ σχήματι συζυγία ἐπὶ μέρους ἀποφατικὸν συνάγουσα. ὁ δὲ ἕτερος ὁ τὴν μείζονα ἔχων καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν, ὥσπερ οὐδὲ εἰς τὸ πρῶτον ἀνελύετο σχῆμα, οὕτως οὐδὲ εἰς τὸ τρίτον. δεῖ· μὲν γὰρ ἀμφοτέρας ἀντιστραφῆναι, εἰ μέλλοι τις ἀναλύειν εἰς τὸ τρίτον σχῆμα συλλογισμὸν ἠρωτημένον ἐν δευτέρῳ σχήματι, τῶν δὲ κειμένων προτάσεων ἡ μὲν ἐπὶ μέρους ἀποφατικὴ οὐδ’ ὅλως ἀντιστρέφει, ἡ δὲ καθόλου καταφατικὴ ἀντιστραφεῖσα ἐπὶ μέρους γίνεται. αὐτὸς δὲ ταχέως εἶπεν τὴν αἰτίαν οὐδετέρα γὰρ τῶν προτάσεων ἐκ τῆς ἀντιστροφῆς καθόλου· δεῖ μὲν γάρ, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι, καθόλου θόλου τινὰ πρότασιν εἶναι, οὐ γίνεται δὲ καθόλου πρότασις ἀντιστραφείσης τῆς καθόλου καταφατικῆς, ἣν μόνην οἷόν τε ἀντιστρέψαι. καίτοι οὐδ’ εἰ αὕτη καθόλου ἀντιστρέφει, ἤδη ἐδύνατο ἡ ἀνάλυσις γενέσθαι εἰς τὸ τρίτον σχῆμα ἐκ τούτου <τῷ> δεῖν μὲν ἀμφοτέρας ἀντιστραφῆναι μὴ δὲ τὴν ἑτέραν.

[*](2 ἄκρῳ om. a ἀντιστρεπτἐα a et Ar. 3 τοῦ alterum om. a 6 οἱ Β: καὶ τὸν γ΄a τὸν β΄α τὸν β΄ a 15 τὸν α΄a τῶν om.a ἀντιστρέψαντες a 20 αὐτῇ scripsi: αὐτῇ Β: ἑαυτῇ a ·ἡ siipcrscr. Β 21 post οὐδενὶ alterum add. τὸ ἁ τῷ y οὐδενὶ a 33 αὕτη scripsi: αὐτὴ aB 34 τούτου τῷ scripsi: τούτου B: τοῦ a)
396
[*](p. 51a 34)

Καὶ οἱ ἐκ τρίτου δὲ σχήματος ἀναλυθήσονται εἰς τὸ [*](133v) μέσον, ὅταν ᾖ καθόλου τὸ στερητικόν.

Τριῶν ὄντων ἐν τρίτῳ σχήματι τῶν τὸ ἐπὶ μέρους ἀποφατικὸν συναγόντων, δύο μέν, οἳ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος ἢ ἐπὶ μέρους, ἑνὸς δέ, ὃς ἦν ἐκ καθόλου [*](134r) μὲν καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους δὲ ἀποφατικῆς τῆς μείζονος, τῶν δὴ τριῶν τούτων τοὺς μὲν δύο φησὶν εἰς τὸ μέσον ἀναλύεσθαι σχῆμα τοὺς ἔχοντας τὸ καθόλου ἀποφατικὸν ἀντιστραφεισῶν ἀμφοτέρων τῶν προτάσεων. ἄν γὰρ ᾖ κείμενον τὸ Α τῷ Γ οὐδενί, τὸ Β τῷ Γ ἢ παντὶ ἢ τινί, ἀντιστραφεισῶν ἀμφοτέρων γίνεται ‘τὸ Γ τῷ Α οὐδενί, τὸ Γ τῷ Β τινί᾿ ἐν δευτέρῳ σχήματι συζυγία ἐπὶ μέρους ἀποφατικὸν συνάγουσα. τὸν δὲ τρίτον τὸν τὴν ἐπὶ μέρους ἀποφατικὴν ἔχοντα φησὶν οὐδ’ αὐτὸν ἀναχθήσεσθαι εἰς τὸ δεύτερον, ὥσπερ οὐδὲ ὁ ἐν δευτέρῳ ἐκ τῆς ἐπὶ μέρους ἀποφατικῆς εἰς τὸ τρίτον ἀνήγετο. καὶ ἡ αὐτὴ αἰτία· δεῖ μὲν γὰρ ἀμφοτέρας ἀντιστραφῆναι, φῆναι, τούτων δὲ ἡ μὲν οὐδ’ ὅλως ἀντιστρέφει, ἡ δὲ ἀντιστραφεῖσα ἐπὶ μέρους γίνεται· μὴ οὔσης δὲ καθόλου προτάσεως ἀδύνατον συλλογισμὸν γενέσθαι. ἀμφότερα δὲ ἔδειξέ σοι, ὅτι οὗτοι οἱ συλλογισμοὶ οἱ τὴν ἐπὶ μέρους ἀποφατικὴν ἔχοντες οὐκ ἀναλύονται εἰς ἄλλο σχῆμα, ἐπὶ μὲν τοῦ ἐν δευτέρῳ σχήματι αἰτιασάμενος τὸ τὴν καθόλου καταφατικήν, εἰ ἀντιστραφείη, 0 ἐπὶ μέρους γίνεσθαι, ἧς ἐπὶ μέρους γενομένης καὶ ἀντιστρεφομένης τῆς ἑτέρας καὶ μὴ ἀντιστρεφομένης ἀσυλλόγιστος ἡ συζυγία τῷ ἀμφοτέρας ἐπὶ μέρους γίνεσθαι, ἐπὶ δὲ τοῦ ἐν τρίτῳ, ὅτι μὴ οἷόν τε τὴν ἐπὶ μέρους ἀποφατικὴν ἀντιστρέψαι, ἃ ἀμφότερα αἴτια καθ’ ἑκάτερον τῶν συλλογισμῶν ἐστι τοῦ μὴ δύνασθαι αὐτοὺς εἰς θάτερον ἀναχθῆναι σχῆμα. ὅτι δὲ οὐδ’ εἰς τὸ πρῶτον ἀνάγονται σχῆμα οὗτοι, ἔδειξέ τε ἔμπροσθεν, καὶ νῦν ὑπέμνησε δὲ ἡμᾶς, καὶ ὅτι τῶν ἄλλων, καὶ τῶν ἐν δευτέρῳ σχήματι καὶ τῶν ἐν τρίτῳ, συλλογισμῶν ἀναλυομένων εἰς τὸ πρῶτον σχῆμα δι’ ἀντιστροφῶν καὶ τὴν πίστιν τοῦ συνάγειν παρ’ ἐκείνου λαμβανόντων οὗτοι μόνοι οἱ δύο διὰ μὲν ἀντιστροφῶν οὐκ ἀνήγοντο εἰς τὸ πρῶτον σχῆμα, ἐδείκνυντο δὲ συνάγοντες διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.

[*](p. 51b 5)

Διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο.

Πρὸς τὸ συλλογίζεσθαι καὶ κατασκευάζειν τι ἢ ἀνασκευάζειν τι δύνασθαι διὰ συλλογισμοῦ διαφέρειν φησὶ τὸ εἰδέναι διακρίνειν καὶ χωρίζειν τὰς [*](1 post ἐκ add. τοῦ a et Ar. εἰς B: 2 to a et Ar. : ἢ B 5 ὃς om. a 7 δὴ Β: δὲ a ἀναλύεσθαι εἰς τὸ μέσον a 10 post ἀντιστραφεισῶν add. μὲν a 12 οὐδ’ αὐτὸν ἀναχθήσεσθαι Β: οὐ δυνατὸν ἀνασχέσθαι a 19 τὴν κα]θόλ[ου καταφα]τικ[ήν] unc. incl. evan. Β 25 οὗτος a 26 post ἐν add. τῷ a 27 ἀναλυο- μένου a ἀντιστροφῆς a 32 ante ταὐτὸν add. ἡ Ar. et Alex, ipse p. 411,3 33 τόδε aB (corr. n); τοδὶ Ar, (of. p. 397, 15) 34 τι alterum om. a)

397
προτάσεις τὰς ἀποφατικὸν μὲν ἐχούσας τὸ σχῆμα οὔσας δὲ καταφάσεις ἀπὸ [*](134r) τῶν ἀποφάσεων λέγει δὲ περὶ προτάσεων, ἃς Θεόφραστος κατὰ μετάθεσιν λέγει· εἴρηκε δὲ καὶ αὐτὸς περὶ τούτων ἐν τῷ Περὶ ἑρμηνείας δεικνύς, ὅτι οὔκ εἰσι καταφάσεων ἀποφάσεις) ἤιοι διὰ τὸ οὕτως ἄν πολλάκις καὶ τὰ συλλογιστικὰ καὶ δεικτικά τινος ἀσυλλόγιστα ὑπολαμβάνειν ὡς ἐκ δύο ἀποφατικῶν συγκείμενα ἤ, ὡς ἐν πρώπῳ σχήματι ἢ τρίτῳ, τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν ἔχοντα. τὸν γὰρ λόγον τὸν λέγοντα ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον, πᾶν τὸ οὐκ ἔμψυχον ἀναίσθητον ἢ ὅ τι ἄν ἀληθὲς ᾖ κατ’ αὐτοῦ κατηγορῆσαι᾿ συλλογιστικὸν ὄντα διὰ τὸ μὴ εἶναι ἀπόφασιν τὴν ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον᾿ ἀσυλλόγιστόν τις ὑπολήψεται, ἄν ὡς ἀποφάσεως αὐτῆς ἀκούσῃ. ἀσυλλόγιστος γὰρ συμπλοκὴ ἡ λέγουσα, ὅτι ὁ λίθος οὐκ ἔστιν ἔμψυχον, ἔπειτα τοῦ ἐμψύχου τι κἀθόλου κατηγορούμενον· ἔχει γὰρ ἀποφατικὴν τὴν ἐλάττονα ἐν πρώτῳ σχήματι. ἔτι οὐδὲ ὁ μέσος <ὁ> αὐτὸς ἐν ἀμφοτέραις ταῖς συμπλοκαῖς. καθόλου δὲ ἐδήλωσε, περὶ ὧν ποιεῖται τὸν λόγον, εἰπὼν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο· περὶ ὧν καί ἐν τῷ Περὶ ἑρμηνείας φθάνει εἰρηκέναι, ὡς ἔφην, δι’ ὧν ἔδειξεν, ὅτι μόνῳ τῷ ‘ἔστι᾿ τοῦ ἀποφατικοῦ μορίου συνταττομένου ἀπόφασις γίνεται, ἐν αἷς προτάσεσι μὴ τρόπος προσκατηγορεῖται ὑπάρξεως, εἰ δὲ μὴ τῷ ‘ἔστι᾿ εἴη συντεταγμένον ἄλλῳ δέ τινι τῶν πρὸ τοῦ ‘ἔστι᾿ κειμένων, οὐκ ἀπόφασις ἀλλὰ κατάφασις γίνεται. περὶ τούτων δὴ καὶ νῦν διαστέλλει καὶ δείκνυσιν, ὅτι μὴ ταὐτὸν σημαίνει τὸ μὴ εἶναι λευκὸν τῷ εἶναι μὴ λευκὸν οὐδέ ἐστιν ἀπόφασις τοῦ ‘ἔστι λευκόν᾿ τὸ ‘ἔστιν οὐ λευκόν᾿ ἀλλὰ τὸ ’oux ἔστι λευκόν᾿. τοῦτο δὲ ποιεῖ, ἐπεὶ φαντασίαν ἀποστέλλουσιν ὡς οὖσαι αἱ τοιαῦται αἱ αὐταὶ ταῖς ἀποφάσεσιν· ὡς γὰρ ἀδύνατον Σωκράτη ἅμα ἀγαθὸν εἶναι καὶ μὴ εἶναι ἀγαθόν, οὕτω καὶ εἶναι ἀγαθὸν καὶ εἶναι μὴ ἀγαθόν. δείκνυσιν οὖν, ὅτι μήτε ταὐτὸν ἀλλήλαις αἱ οὕτως λαμβα νόμεναι προτάσεις σημαίνουσι μήτε [*](134v) εἰσὶν ἀποφάσεις. ἡ δὲ δεῖξις δι’ ἀναλογίας, ἥτις ἐστὶ δεῖξις ὑποθετικὴ καὶ αὐτή. ἡ δὲ ἀναλογία τοιαύτη· λαβὼν ὁμοίως ἔχειν πρὸς ἀλλήλας τὴν ἔστι λευκὸν πρὸς τὴν ἔστιν οὐ λευκὸν καὶ τὴν δύναται βαδίζειν πρὸς τὴν δύναται μὴ βαδίζειν καὶ τὴν ἐπίσταται τὸ ἀγαθὸν πρὸς τὴν ἐπίσταται τὸ οὐκ ἀγαθόν. ὡς γὰρ ἔχει πρὸς τὴν ‘ἔστι λευκόν᾿ ἡ λέγουσα ‘ἔστιν οὐ λευκόν᾿, οὕτως ἔχει πρὸς μὲν τὴν ‘δύναται βαδίζειν᾿ ἡ λέγουσα ‘δύναται μὴ βαδίζειν᾿, πρὸς δὲ τὴν ‘ἐπίστατι τὸ ἀγαθόν᾿ ἡ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν᾿. ἔδειξε δέ, ὅτι ὁμοίως ἔχουσι πρὸς ἀλλήλας, διὰ τοῦ λαβεῖν, ὅτι τῷ μὲν ‘ἐπίσταται τὸ ἀγαθόν᾿ ἴσον ἐστὶ τὸ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν ἐμπεριέχεται γὰρ τὸ ‘ἔστι᾿ τῷ ‘ἐπίσταται᾿) τῷ δὲ ‘δύναται βαδίζειν᾿ [*](3 Περὶ ἑρμηνείας] c. 10 4 ἥ τοι a 5 ὑπολαμβάνειν ἀσυλλόγιστα a 6 τρίτον a 7 γὰρ om. a 8 ἢ ὅτι ἄν . . . οὐκ έστιν ἔμψυχον (12) om. a 13 ὁ alteruin add. a: oiu. Β 15 τοῦτο Β: τόδε a (cf. p. 390,33) 17 συντασσομένου a 18 προσκατηγορῆται Β 19 τῶν . . . κειμένων a: τῷ . . . κειμένου Β 20 δὴ Β: δὲ a διαστέλλεται a 22 λευκὸν (post οὐ) cvau. Β 24 εἶναι μὴ a 26 μὴ (ante ταὐτὸν) a οὕτω a post λαμβανόμεναι add. αἱ a 28 αὐτὴ scripsi: αὕτη aB λαβὼν] cf. p. 398, 15 32 τὴν a: τὸ Β 33 post δὲ add. καὶ a μὴ B: οὐκ a δέ om. a τἀγαθόν a)
398
τὸ ἔστι δυνάμενος βαδίζειν. ὡς οὖν ἐν τοῖς ‘ἔστιν ἐπιστάμενος τἀγθόν᾿ [*](134v) καὶ ‘ἔστιν ἐπιστάμενος τὸ μὴ ἀγαθόν᾿ καὶ ‘ἔστι δυνάμενος βαδίζειν᾿ καὶ ἔστι δυνάμενος μὴ βαδίζειν ἐν πάσαις γὰρ ταῖς ἀντιθέσεσι τὸ ‘ἔστιν᾿ προτέτακται), οὕτως ἔχει καὶ ἐπὶ τῆς ‘ἔστι λευκόν᾿ καὶ ‘ἔστιν οὐ λευκόν᾿· καὶ γὰρ ἐν ταύτῃ προτέτακται τὸ ‘ἔστιν᾿ ἐν ἀμφοτέραις. ὁμοίως ἄρα ἔχουσι πρὸς ἀλλήλας κατὰ τὴν τοῦ ‘ἔστιν᾿ θέσιν τε καὶ τάξιν. ἀλλὰ μὴν οὐκ ἔστιν ἐν ταῖς ‘δύναται βαδίζειν , δύναται μὴ βαδίζειν’ καὶ ‘ἐπίσταται τὸ ἀγαθὸν καὶ ἐπίσταται τὸ μὴ ἀγαθόν᾿ ἀντιφατικὴ ἀντίθεσις. οὔτε γὰρ τοῦ ‘δύναται βαδίζειν᾿ ἀπόφασις τὸ ‘δύναται μὴ βαδίζειν᾿ οὔτε τοῦ ‘ἐπίσταται τὸ αγαθόν᾿ <τὸ> ‘ἐπίσταται τὸ μὴ ἀγαθόν᾿ ἀπόφασις. οὗ σημεῖον, ὅτι αὗται μὲν ἅμα ἀληθεῖς εἰσιν, ἥ τε ‘δύναται βαδίζειν’ καὶ ἡ ‘δύναται μὴ βαδίζειν’· τοιοῦτον γὰρ τὸ μὴ] δυνατόν· ὁμοίως καὶ ἡ ‘ἐπίσταται τὸ ἀγαθόν’ τῇ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν᾿, εἴ γε ἡ αὐτὴ ἐπιστήμη τῶν ἐναντίων. τὰς δὲ ἀποφάσεις ἀδύνατόν ἐστι ταῖς καταφάσεσι συναληθεύεσθαι. οὐδ’ ἄρα τῆς ‘ἔστι λευκόν᾿ ἀπόφασίς ἐστι τὸ ‘ἔστιν οὐ λευκόν᾿. τὸ μὲν ὡς ἐπ’ ἐκείνων οὕτως ἕξειν καὶ ἐπὶ τούτων τὴν δοκοῦσαν ἀντικεῖσθαι, εἰ ὁμοίως ἔχουσι πρὸς ἀλλήλας, δι’ ὑποθέσεως λαβὼν δείξας τε, ὅτι ὁμοίως ἔχουσι πρὸς ἀλλήλας διὰ τοῦ ἐν πάσαις αὐταῖς τὸ ‘ἔστιν᾿ ὁμοίως τετάχθαι, ἐν αἷς δὲ τὸ ‘ἔστι’ ὁμοίως τέτακται, ταύτας ὁμοίως πρὸς ἀλλήλας ἔχειν, καὶ ἐπενεγκὼν δυνάμει τὸ ‘πᾶσαι ἄρα αὗται ὁμοίως ἔχουσι πρὸς ἀλλήλας᾿, δείξας δὲ καὶ τὸ μὴ εἶναι ἀποφάσεις μήτε τὴν ‘δύναται μὴ βαδίζειν᾿ τῆς ‘δύναται βαδίζειν’ μήτε τὴν ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’ τῆς ‘ἐπίσταται τὸ ἀγαθόν᾿ διὰ τοῦ ταύτας μὲν ἅμα ἀληθεῖς εἶναι ταῖς καταφάσεσι, τὰς δὲ ἀντικειμένας μηκέτι ἀσαφὴς δὲ ἡ λέξις ἐστίν, ὅτι δείξας ἐν τῷ δύνασθαι βαδίζειν καὶ ἐπίστασθαι τὸ ἀγαθὸν ἐμπεριεχόμενον δυνάμει τὸ ‘ἔστιν᾿ ἑξῆς προσέλαβεν ὥστε καὶ τὰ ἀντικείμενα, ὡς κάλλιον <ὄν> γε ταῦτα <τὰ> ἀντικείμενα λαβεῖν, λέγειν αὐτῷ προέκειτο, ἢ τὰ συναληθευόμενα, ἃ οὐκ ὄντα ἀντικείμενα φαντασίαν ἀντικειμένων παρέχει. ἦν δὲ ταῦτα τό τε δύναται μὴ βαδίζειν᾿ καὶ τὸ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν᾿), παραλιπὼν δὴ καὶ τὸ δεῖξαι εὐθέως, ὅτι καὶ τούτων ἑκάτερον τὸ μὲν ‘δύναται μὴ βαδίζειν᾿ ἴσον ἐστὶ τῷ ‘ἔστι δυνάμενος μὴ βαδίζειν᾿, τὸ δὲ ‘ἐπόσταται τὸ μὴ ἀγαθόν’ τῷ ‘ἔστιν ἐπιστάμενος τὸ μὴ ἀγαθόν᾿, οἷς ὅμοιόν ἐστι τὸ ‘ἔστιν οὐ λευκόν᾿, πρῶτον ἔλαβεν αὐτῶν τὰς κυρίως ἀποφάσεις τὰς οὐ δύναται βαδίζειν καὶ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν᾿, καὶ ἔδειξεν, ὅτι καὶ ἡ ‘οὐ δύναται βαδίζειν᾿ ἴση ἐστὶ τῇ οὐκ ἔστι δυνάμενος βαδίζειν, ὁμοίως καὶ ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν᾿ τῇ ‘οὐκ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν᾿, ἣν οὐκέτι παρέθετο ὡς δεδειχὼς αὐτὴν ἐν τῷ εἰπεῖν περὶ τῆς ‘οὐ δύναται βαδίζειν᾿, βουληθεὶς πάσας τἀς ἀντικεῖσθαι δοκούσας δεῖξαι, πῶς ἔχουσι πρὸς ἀλλήλας, καὶ ὅτι ὁμοίως συναληθεύουσι. [*](1 ὡς οὖν . . . μὴ βαδίζειν (3) orn. a 3.4 προτέτακται scripsi: προστέτακται aB 5 προστέτακται a 7 ταῖς Β: τῇ a δύναται μὴ βαδίζειν . . . μὴ βαδίζειν (9) om. a 10 xo prius add. a: om. B μὴ B: om. a τῇ B: καὶ ἡ α 15 ἐστι om. a 16 τῶν δοκουσῶν a 19 καὶ ἐπενεγκὼν . . . ἀλλήλας (20) om. a 22 μὲν om. a 26 post ὡς add. οὐ a ὄν et τὰ addidi 27 προσέκειτο a 29 παραλείπων (sic) a 33 αὐτὸς a 34 καὶ alterum om. a)
399
μνημονεύσας δὲ τῆς κυρίως ἀποφάσεως καὶ δείξας, ᾗ ἴσον δύναται, μετὰ [*](134v) ταῦτα παρέθετο καί, περὶ ἧς προέκειτο λέγειν αὐτῷ, τῆς δοκούσης καὶ αὐτῆς ἀντικεῖσθαι, εἰπὼν καὶ ἔστι δυνάμενος βαδίζειν καὶ μὴ βαδίζειν, ἴσον λέγων τῷ ‘καὶ αὗται ἴσον δύνανται καὶ ταὐτὸν σημαίνουσιν, ἥ τε ‘ἔστι δυνάμενος βαδίζειν᾿ <τῇ ‘δύναται βαδίζειν᾿ καὶ ἡ ‘ἔστι δυνάμενος μὴ τῇ ‘δύναται μὴ βαδίζειν᾿. οὐ μὴν ἀργῶς οὐδὲ ἀχρήστως ἐμνημόνευσε καὶ τῆς ἀποφάσεως, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι, ὅτι καὶ αὗται, ἥ τε ‘ οὐ δύναται βαδίζειν᾿ καὶ ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν᾿ ὅμοιαί εἰσι τῇ ‘οὐκ ἔστι λευκόν᾿· ὡς γὰρ ἐν τῇ ‘οὐκ ἔστι λευκόν᾿ τῷ ‘ἔστι᾿ συντέτακται τὸ ἀποφατικὸν πρὸ αὐτοῦ κείμενον, οὕτως καὶ ἐν ταῖς ἰού δύναται βαδίζειν᾿ καὶ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν᾿. ὥστ’, ἂν ὦσιν ἀποφάσεις αὗται, ἡ μὲν [*](135r) τοῦ ‘δύναται βαδίζειν᾿ ἡ δὲ τοῦ ‘ἐπίσταται τὸ ἀγαθόν᾿, ἀπόφασις ἔσται καὶ ἡ ‘οὐκ ἔστι λευκόν᾿ τῆς ‘ἔστι λευκόν’ ὁμοίως ἐκείναις ἔχουσα, ἀλλ’ οὐχ ἡ ‘ἔστιν οὐ λευκόν᾿. εἰπὼν δὲ τὸ γὰρ ἐπίσταται τὸ ἀγαθὸν τοῦ ἔστιν ἐπιστάμενος τὸ ἀγαθὸν οὐδὲν διαφέρει, οὐδὲ δύναται βαδίζειν τοῦ ἔστι δυνάμενος βαδίζειν, εἶτα ἐν μέσῳ παραθέμενος τὸ ὅτι καὶ ἐπὶ τῶν ἀντικειμένων τούτοις ἀποφατικῶς ὁμοίως τὸ ‘ἔστι᾿ περιέχεται δυνάμει τὸ γὰρ ‘οὐ δύναται βαδίζειν᾿ ἴσον ἐστὶ τῷ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν᾿) ἐπὶ τὴν ἑτέραν πρότασιν τοῦ δύνασθαι μετῆλθε τὴν ἐν τῇ ἀναλογίᾳ εἰλημμένην, ἥτις ἦν ‘δύναται μὴ βαδίζειν᾿, καὶ δείκνυσιν, ὅτι καὶ ἐν ταύτῃ τὸ ‘ἔστι᾿ περιέχεται καὶ ἔστιν ἴσον τὸ ‘δύναται μὴ βαδίζειν᾿ τῷ ‘ἔστι δυνάμενος μὴ βαδίζειν ὁ αὐτός᾿. οὕτως εἶπεν ἢ μὴ βαδίζειν χωρὶς τοῦ ‘δύναται᾿. τοῦτο δὴ ἴσον καὶ αὐτό ἐστι τῷ ‘ἔστι δυνάμενος μὴ βαδίζειν᾿· οὕτως γὰρ ὅμοιον ὂν δειχθήσεται τῷ ‘ἔστιν οὐ λευκόν᾿· ὃ δείξας ἐπιφέρει τὸ ταῦτά γε δὴ ἅμα ὑπάρχει τῷ αὐτῷ ἴσον λέγων τῷ ‘ἀλλὰ μὴν ταῦτά γε ἅμα ὑπάρχειν οἷά τε τῷ αὐτῷ, τό τε δύνασθαι βαδίζειν καὶ τὸ δύνασθαι μὴ βαδίζειν καὶ πάλιν τὸ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν᾿. καὶ τοῦ γε ἅμα ὑπάρχειν αὐτὰ τὴν αἰτίαν παρέθετο εἰπὼν ὁ γὰρ αὐτὸς δύναται βαδίζειν καὶ μὴ βαδίζειν, καὶ ὁ ἐπιστήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ ἐστιν. πιστωσάμενος δὲ τὴν πρότασιν <τὴν> ταῦτά γε ἅμα ὑπάρξει τῷ αὐτῷ προσλαμβάνει αὐτῇ πρότασιν τὴν ἡ φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ· ἐξ ὧν ἐν δευτέρῳ σχήματι συνάγεται τὸ τὰς προειρημένας προτάσεις μὴ ἀντικεῖσθαι ἀλλήλαις ὡς φάσιν καὶ ἀπόφασιν. ὃ συμπέρασμα μηκέτι προσθεὶς ὡς γνώριμον μέτεισιν ἐπὶ τὸ προκείμενον καὶ δείκνυσιν, ὅτι μὴ ταὐτὸν σημαίνει τό τε ‘οὐκ ἔστι λευκόν᾿ καὶ τὸ ‘ἔστιν [*](3 οὐ βαδίζειν ἢ μὴ βαδίζειν Ar. (ef. vs. 22) 5. 6 iiiic. iucl. adilidi 6 τῇ Β: καὶ ἡ a ἀχρήστως οὐδὲ ἀργῶς a 9 τῷ Β: τὸ a 13 ἡ alteruin oin. a 14 τοῦ (in in ras.?) B: ἡ a et Ar. (cf. vs. 16) 16 τοῦ aB: ἢ Ar. 17 ἀποφατικῶς scripsi: ἀποφατικῶν aB 25 γε om. Ar. δὴ B: δὲ a: om. Ar. et Al. vs. 31 ὑπάρξει Ar. ct Al. vs. 31 26 τε prius om. a δύνασθαι scripsi: δύναται aB 27 δύναται a ἐπίσταται (post. τὸ) a 28 τὴν αἰτίαν scripsi: τῆς αἰτίας aB 29 post δύναται add. καὶ Ar. καὶ ὁ aB (pr. n): καὶ Ar. 31 τὴν a: om. B δὲ ἄμα ὑπάρχει (ut vs. 25) a 32 ἡ 0111. Ar. δὴ a ante ai add. ἅμα a τὸ B: ὃ a)
400
οὐ λευκόν᾿, οὐδ’ ἐστὶν ἀπόφασις ὅλως τὸ ‘ἔστιν οὐ λευκόν᾿, καὶ λέγει [*](135r) οὖν οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ τὸ ἐπίστασθαι τὸ μὴ ἀγαθόν ἐδείχθη γὰρ τὸ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν συναληθευόμενον τῇ καταφάσει τῇ ἐπίστασθαι λεγούσῃ τὸ ἀγαθόν· οὐκέτι δὲ συναληθεύειν οἷόν τε τῇ καταφάσει τὴν ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν᾿), οὕτως οὐδὲ εἶναι μὴ ἀγαθὸν ταὐτὸν καὶ μὴ εἶναι ἀγαθὸν ἢ εἶναι μὴ λευκὸν καὶ μὴ εἶναι λευκόν. ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων τῶν ὁμοίων καὶ ἀνάλογον ἐχόντων πρὸς ἄλληλα· καθόλου γὰρ οὐ ταὐτόν ἐστι τὸ μὴ εἶναι τόδε τῷ εἶναι μὴ τῷδε. ἐπὶ δὲ τῶν ἀνάλογον ἄν θάτερα ᾖ ἕτερα, καὶ τὰ ἕτερα. ἀνάλογον δ’ ὄντων τοῦ τ’ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν καὶ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ τοῦ εἶναι λευκὸν καὶ εἶναι μὴ λευκὸν <καὶ μὴ εἶναι λευκὸν> τὸ μὴ ἀγαθὸν ἄλλο ἐστὶ τοῦ μὴ ἐπίστασθαι τὸ ἀγαθόν. τὸ μὲν γὰρ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν τῷ ἐπίστασθαι τὸ ἀγαθὸν συνυπάρχει ἐπὶ τοὐ αὐτοῦ, τὸ δὲ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν οὐχ οἷόν τε ἀληθὲς εἶναι, ἐφ’ οὗ ἀληθὲς τὸ ἐπίστασθαι τἀγαθόν. καὶ τὸ εἶναι ἄρα μὴ λευκὸν ἄλλο ἐστὶ τοῦ μὴ εἶναι λευκόν.

[*](p. 51b 25)

Οὐδὲ τὸ εἶναι μὴ καὶ μὴ εἶναι ἴσον· τῷ μὲν γὰρ υποκειται τι.

Δείξας καὶ διὰ τῆς ἀναλογίας τῆς πρὸς τὸ ‘δύναται βαδίζειν καὶ δύναται μὴ βαδίζειν’ καὶ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν μὴ ὂν τὸ αὐτὸ τὸ εἶναι μὴ ἀγαθὸν τῷ μὴ εἶναι ἀγαθὸν, τῇ ἀποφάσει, καὶ καθόλου τὸ εἶναι μὴ τόδε ἕτερον ὂν τοῦ μὴ εἶναι τόδε, νῦν καὶ ἄλλο τι προστίθησι, δι’ οὗ δείκνυσιν, ὅτι μὴ ταὐτά ἐστιν ἀλλήλοις τό τε εἶναι μὴ τόδε καὶ τὸ μὴ εἶναι τόδε. τῷ μὲν γὰρ ‘ἔστιν οὐ τόδε᾿ ὑπόκειταί τι· ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ εἶναι μέν τι λέγει καὶ κατηγορεῖ τινος τὸ εἶναι, οὐ μὴν ἴσον αὐτό φησιν εἶναι. ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ τιθείς τι εἶναι τὸ ἴσον αὐτοῦ χωρίζει· κατὰ ὡρισμένου γάρ τινος ἡ τοιαύτη κατηγορία καὶ ὑποκειμένου· οὐ γὰρ ἀληθὲς κατὰ τοῦ μηδ’ ὅλως ὄντος ὄντος κατηγορῆ σαι τὸ [*](135v) ‘ἔστιν οὐκ ἴσον᾿. τῷ δὲ ‘οὐκ ἔστιν ἴσον’ οὐδὲν ὑπόκειται ὡρισμένον ὅτι καὶ ἐπὶ ὄντος καὶ μὴ ὄντος λέγεσθαι δύναται· τὸ γὰρ ‘ούκ ἔστιν ἴσον᾿ οὐκ ἐπὶ ὄντων μόνον ἀληθεύεται ἢ ποσῶν, οἷον τῶν ἀνίσων, ἀλλὰ καὶ ἐπὶ μὴ ὄντων πάντων· ἐπὶ παντὸς γὰρ μὴ ὄντος ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ ἴσον. διὸ τὸ μὲν ἴσον ἢ οὐκ ἴσον ἐπὶ παντὸς διαιρεῖ τὸ ἀληθές τε καὶ ψεῦδος ὄντος τε ὁμοίως καὶ μὴ ὄντος· ἀντίφασις γάρ ἐστιν. ἴσον δὲ καὶ ἄνισον, ᾧ ὅμοιον τὸ ‘ἔστιν οὐκ ἴσον’, οὐκ ἐπὶ παντὸς διαιρεῖ τό τε ἀληθές τε καὶ τὸ ψεῦδος, ἀλλ’ ἐπὶ ὄντων τε καὶ ποσῶν.

[*](1 ὥσπερ Ar. 2 ταὐτόν aB (C): ταὐτό Ar. τὸ (post καὶ) om. Ar. 8 ἀναλόγως a 9 post τῷ add. μὴ a τῷδε Β: τόδε a 9. 10 θάτερον ἡ a 10 τ’ om. a 11 καὶ ἐπίστασθαι . . . τὸ ἀγαθὸν om. a 12 καὶ μὴ εἶναι λευκὸν addidi τὸ om. a 18 καὶ τὸ Ar. 32 ἀλ[ηθεύεται ἢ] unc. incl. evan. Β ο[ῐον] unc. incl. evan. Β 33 post αὐτὸ add. μὴ a 34 διὰ a τἀληθές a 37 τὸ om. a ποσῶν a: ψευδῶν Β)
401
[*](p. 51b 28)

ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν [*](135v) ξύλον οὐχ ἅμα ὑπάρχει.

Ὅτι μήτε ταὐτά ἐστι μήτε ταὐτὰ σημαίνει τά τε τὸ ἀποφατικὸν τῷ εἶναι ἔχοντα προσκείμενον καὶ τὰ μὴ τούτῳ ἔχοντα συντεταγμένον αὐτό, δείκνυσι καὶ ἐκ τοῦ μὴ ἅμ αὐτὰ ἀληθῆ εἶναι προχειρισάμενος προτάσεις οὕτως ἐχούσας τήν τε ἔστιν οὐ λευκὸν ξύλον καὶ τὴν οὐκ ἔστι λευκὸν ξύλον. ἡ μὲν γὰρ λέγουσα ἔστιν οὐ λευκὸν ξύλον ἀληθής ἐστιν ἐπὶ ξύλου μὴ λευκοῦ· τίθησι γὰρ εἶναι τὸ ξύλον· ἡ δὲ λέγουσα οὐκ ἔστι ξύλον λευκὸν ἀληθὴς εἶναι δύναται καὶ μὴ ὄντος ξύλου. δείξας δὲ διὰ τούτων, ὅτι μὴ ταὐτόν ἐστι τὸ ‘ἔστιν οὐ τοῦτο’ τῷ ‘οὐκ ἔστι τοῦτο’, μὴ ὂν δὲ τούτῳ ταὐτὸν ὄντι ἀποφατικῷ τὸ ‘ἔστιν οὐ τοῦτο’ οὐδ’ ἀπόφασις ἄν εἴη, ἀπ’ αὐτοῦ ἐπιφέρει καὶ δείκνυσιν, ὅτι κατάφασίς ἐστιν Λᾶν τὸ οὕτως λεγόμενον, καί φησιν

[*](p. 51b 32)

Εἰ οὖν κατὰ παντὸς ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθής, εἰ μή ἐστιν ἀπόφασις. δῆλον ὡς κατάφασις ἄν πως εἴη.

Τὸ λεγόμενον τοιοῦτον ἄν εἴη· <εἰ> πᾶσα πρότασις καὶ πᾶς λόγος ἀληθεύεται κατά τινος ἢ ὡς κατάφασις ὢν ἢ ὡς ἀπόφασις, ἀληθεύεται δὲ καὶ τὰ οὕτως λεγόμενα κατά τινων καὶ οὐχ ὡς ἀπόφασις, δῆλον ὡς κατάφασις ἄν εἴη. τὸ δὲ πως προσέθηκεν, ὅτι μὴ ὅμοια ταῦτα ταῖς ἁπλαῖς τε καὶ κυρίως καταφάσεσιν. ἐκεῖναι μὲν γὰρ τιθέασί τι, οἷον ἡ λέγουσα ‘ἔστι λευκόν’ καὶ ἡ λέγουσα ‘ἔστν ἀγαθόν᾿, αὗται δὲ αἱ οὕτως λεγόμεναι αἱ ἐκ μεταθέσεως τὸ εἶναι κατηγοροῦσαι τῶν ὑποκειμένων καὶ κατὰ τοῦτο καταφάσεις οὖσαι ἀναιροῦσιν αὐτῶν τὸ κατηγορούμενον, ὃ καὶ ἀποφάσκουσι τρόπον τινά· τοιαῦται γὰρ αἱ ‘ἔστιν οὐ λευκόν’ εἶναι] καὶ ‘ἔστιν οὐκ ἀγαθόν᾿, εἶναι μὴ τοιοῦτον τὸ ὑποκείμενον λέγουσαι. δύναται καὶ τοιοῦτον εἶναι τὸ εἰ οὖν κατὰ παντὸς ἡ φάσις ἢ ἡ ἀπόφασις· εἰ κατὰ πάσης προτάσεως καὶ κατὰ παντὸς ἀποφαντικοῦ λόγου ἀληθεύεται τὸ ἢ καταφατικὸν αὐτὸν ἢ ἀποφατικὸν εἶναι, τὰ δ’ οὕτως λεγόμενα ὄντες ἀποφαντικοὶ λόγοι καὶ προτάσεις οὔκ εἰσιν ἀποφάσεις ἐδείχθη γὰρ τοῦτο· εἰ γὰρ μὴ τοῦ κειμένου, οὐδ’ ἄλλου τινός), καταφάσεις ἄν εἶεν. ἐπεὶ οὖν πάσης καταφά- σεως ἀπόφασίς ἐστιν, καὶ τῶν οὕτως λεγομένων ‘ἔστιν οὐ τοῦτο᾿ ἀποφάσεις ἔσονται αἱ λέγουσαι ‘οὐκ ἔστιν οὐ τοῦτο’, τῆς μὲν ‘ἔστιν οὐ λευκόν’ ἡ ’oux ἔστι λευκόν᾿, τῆς δ’ ‘ἔστιν οὐκ ἀγαθόν᾿ ἡ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν᾿, καὶ ἐπὶ τῶν ἄλλων αἱ ὁμοίως ἔχουσαι.

[*](4 προκείμενον a 5 post δείκνυσι add. γε a S τὸ Β: τι a 11 τοῦτο a: ταὐτὸ B 14 παντὸς ἡ aB: παντὸς ἑνὸς ἡ Ar. (cf. vs. 26) ἡ ἡ Β (n): ἡ a et Ar. (cf. vs. 26) ’) ὡς B: ἡ a 16 εἰ addidi 16. 17 ἀποφατικὸς a IS καὶ τὰ οὕτως Β: οὕτως τὰ a 19 post δῆλον add. οὖν a 20 τε 0111. a ἐκεῖναι a: ἐκεῖ B 22 αἱ om. a 24 εἶναι (ex vs. 25 translatum) Β: om. a 25 μὴ Β: μὲν a 26 ἡ alteniin om. a (ut vs. 14) εἰ (ayto κτὰ) a: ἡ B 28 αὐτὸ a 29 ἀποφάσεις a: ἀπόφασις Β 30 καταφάσεις a: κατάφασις Β 31 ἀποφάσεις ex ἀπόφασις corr. B3 32 post μὲν add. γὰρ a 34 αἱ om. a)
402

Ἀριστοτέλης μὲν οὖν τῆς ‘Σωκράτης ἐστὶ λευκός’ καταφάσεως ἀπόφασιν [*](135v) λέγει τὴν ‘Σωκράτης οὐκ ἔστι λευκός’, οὐ τὴν Σωκράτης ἐστὶν οὐ λευκός. εἰσὶ δέ, οἷς δοκεῖ μηδέπω μηδὲ ἡ οὕτως λαμβανομένη ἀπόφασις εἶναι. μὴ γὰρ ὀφείλειν τὸ ἀποφατικὸν πρὸ τοῦ ‘ἔστι᾿ μηδὲ πρὸ τοῦ κατηγορουμένου τίθεσθαι μόνου, ἀλλ’ εἶναι ἀπόφασιν τὴν τὸ ἀποφατικὸν πρὸ πάσης τῆς καταφάσεως τε καὶ προτάσεως ἔχουσαν κείμενον· τῆς γὰρ ‘Σωκράτης ἐστὶ λευκός’ ἀπόφασιν εἶναι τὴν ‘οὐχὶ Σωκράτης ἐστὶ λευκός’ ἀλλ’ οὐ τὴν ‘Σωκράτης οὐκ ἔστι λευκός᾿. φασὶ γὰρ διττὸν εἶναι τὸ μὴ περιπατεῖν Καλλίαν, ὁτὲ μὲν ὅλῳ τῷ περιπατεῖν Καλλίαν προστεθειμένου τοῦ ἀποφατικοῦ μορίου, ὃ καὶ ἀπόφασιν εἶναι, ὁτὲ δὲ μόνῳ τῷ περιπατεῖν προστεθειμένου, ὅ φασιν οὐδὲν ἧττον καταφατικὸν εἶναι [*](136r) λόγον Καλλίας οὐ περιπατεῖ]. πιστοῦνται δὲ τοῦτο τῷ ἅμα μὲν δύνασθαι ψευδῆ· ποτε εἶναι τό τε ‘Κἂλλίας περιπατεῖ᾿ καὶ τὸ Καλλίας οὐ περιπατεῖ᾿, μηδέποτε δὲ τὰ ἀντικείμενα ἀντιφατικῶς ἅμα γίνεσθαι ψευδῆ. μὴ γὰρ ὄντος Καλλίου οὐδὲν ἧττόν φασι τῆς ‘Καλλίας περιπατεῖ ψευδῆ εἶναι τὴν ‘Καλλίας οὐ περιπατεῖ᾿· ἐν ἀμφοτέραις γὰρ αὐταῖς εἶναι τὸ σημαινόμενον ‘ἔστι τις Καλλίας, τούτῳ δὲ ὑπάρχει ἢ τὸ περιπατεῖν ἢ τὸ μὴ περιπατεῖν᾿. τὸ μέντοι ἰού Καλλίας περιπατεῖ᾿ οὐδέποτε δύναται ψευδοῦς οὔσης τῆς καταφάσεως τῆς ‘Καλλίας περιπατεῖ᾿ ψεῦδος εἶναι καὶ αὐτό. ἔτι τοῦ μὴ δεῖν οὕτως τὴν ἀπόφασιν ποιεῖσθαι πίστιν καὶ τοιαύτην προφέρουσιν· οὗτος περιπατεῖ, οὗτος οὐ περιπατεῖ δεικνυμένου θήλεος· ἄμφω γὰρ πάλιν τὰ οὕτως λαμβανόμενα ψευδῆ γίνεσθαί φασιν, εἴτε περιπατοίη τὸ δεικνύμενον εἴτε μή. ὁμοίως τούτοις ἔχειν καὶ τὰ τοιαῦτά φασι· Καλλίας ὁ γραμματικὸς περιπατεῖ, Καλλίας ὁ γραμματικὸς οὐ περιπατεῖ· καὶ γὰρ ταῦτα ἄμφω ψευδῆ μὴ ὄντος γραμματικοῦ τοῦ Καλλίου. ὧν τὸ μὲν “κατὰ παρέμφασιν μοχθηράν”, τὸ δὲ δεύτερον “κατὰ παράληψιν’’ λέγουσιν. οὐκέτι μέντοι ἄμφω ψευδῆ γίνεσθαι, εἰ πρὸ πάσης τῆς προτάσεως τεθείη τὸ ἀποφατικόν. τοῦ δὲ κατὰ τούτων ἅμα γίνεσθαι ψευδῆ τὰ οὕτως ἀντιτιθέμενα αἴτιόν φασι τὸ αὐτό· οὕτως γὰρ τὸν λέγοντα ‘οὗτος οὐ περιπατεῖ᾿ ἴσον λέγειν τῷ ‘ἔστιν ὁ δεικνύῳνος οὗτος, ὃς οὐ περιπατεῖ᾿. τὸ αὐτὸ καὶ ἐπὶ τῆς μοχθηρᾶς παραλήψεως φασι γίνεσθαι· καὶ γὰρ ἐπ’ ἐκείνης τὸν λέγοντα ‘Καλλίας ὁ γραμματικὸς οὐ περιπατεῖ’ ἴσον λέγειν τῷ ‘ἔστι τις Καλλίας γραμματικός, ὃς οὐ περιπατεῖ᾿. ἔτι φασὶν ἀληθοῦς ὄντος τοῦ Σωκράτης περιεπάτησεν᾿ οὐδὲν ἧττον ἀληθῆ εἶναι καὶ τὴν Σωκράτης οὐ περιπάτησε᾿· καὶ γὰρ περιεπάτησε καὶ οὐ περιεπάτησεν. ἀδύνατον δὲ ὥσπερ συμψεύδεσθαι τὰ ἀντικείμενα οὕτως δὲ καὶ ἀληθῆ εἶναι. ἀλλ’ ὅτι γε τὸ λεγόμενον ὑπ’ αὐτῶν ψεῦδός ἐστι καὶ οὐ σημαίνει τὸ ὄνομα ἐν ταῖς [*](1 ἐστὶ oin. a 5 εἶναι (? evan.) ἀπόφασιν τὴν B: ἡ ἀπόφασις ἡ a 6 ἔχουσα a 7 ἀπόφασις εἶναι ἡ a 8 ἀλλ’ οὐ . . . λευκός om. a 10 ἀπόφασις a 11 εἶναι καταφατικὸν a 12 Καλλίας οὐ περιπατεῖ delevi 13 Καλλίαν περιπατεῖν a 14 ἀντι- φατικῶς scripsi: ἀποφατικῶς aB γίνεται a 20 οὕτω a καὶ Β: δὲ a 23 ἔχει a 26 μοχθηράν scripSi: μοχθηρόν aB 28. 29 ἀντικείμενα a 30 λέγειν a: λέγει Β ὃς om. a 34 καὶ om. a 36 ὅπερ a)

403
προτάσεσιν, ὅταν χωρὶς τοῦ ἀποφατικοῦ λαμβάνηται, τὸ εἶναι τὸ ὀνομαζόμένον, [*](136r) μάλιστα δῆλον ἐκ τῶν καταφάσεων, αἳ κατὰ τῶν γινομένων ἔτι και μηδέπω ὄντων κατηγοροῦνται. ἀληθὲς μὲν γὰρ τὸ ιἐπὶ τῆς οἰκοδομουμένης οἰοἰκίας εἰπεῖν ’ οἰκία οἰκοδομεῖται’ καὶ ἐπὶ τῆς γινομένης ἔτι χλαμυὸος τὸ χλαμὺς ὑφαίνεται’· οὐκ ἀληθὲς δὲ οὔτε τὸ ιἔστι τις οἰκία, ἥτις‘ οἰκοδομεῖται᾿ τῆς οἰκοδομουμένης ἔτι, οὔτε τὸ ιἔστι τις χλαμύς, ἥτ,ιις ὑφαίνεται ἐπὶ της̀ ὑφαινομένης ἔτι. πῶς γὰρ ἄν εἴη ἤδη τὸ γινόμενον ετι;’ μα,χεται-γαρ τὸ εἶναί τι τῷ γίνεσθαι αὐτό. ὥστε οὐ σημαίνει τὸ ὄνομα τὸ ὲν ταῖς, κατα- φάσεσι τὸ εἶναι τοῦτο. εἰ δὲ μὴ ἐν ταῖς καταφάσεσιν, οὐδ’ ἂν ὲν, ταῖς ἀποφάσεσι τοῦτο σημαίνοι ταῖς οὐκ ἐχούσαις πρὸ του ὀνόματος τὸ αποφατικὸν μόριον κείμενον. ἔτι εἰ διὰ τοῦτο ψευδής ἐστιν, ἣν λέγομεν ὰπόφασιν, ἡ λέγουσα ‘Σωκράτης οὐ ζῇ’, ὅτι σημαίνει τὸ ι ἔστιι τις Σῳκρατης, ὃς οὺ ζῇ’, διὰ τὸ αὐτὸ τοῦτο ψευδὴς ἔσται καὶ ἡ λέγουσα ‘Σωκρ;της ἀπέθανεν᾿· ἔσται γὰρ κἀκείνη σημαίνουσα τὸ ’ ἔστι Σωκράτης, ὃς ἀπέθανε . τὸ δὲ λέγειν, ὅτι τὸ ι Σωκράτης ἀπέθανε’ διττόν ἐστιν, ἓν μέν, ὃ σύγ̀κειταὶ ἐξ ὀνόματος μὲν τοῦ ‘Σωκράτης’ ῥήματος δὲ τοῦ ‘ἀπέθανεν’, ‘ὁ κ,αι ψ̔̀ευοὸς,εστινͅ’ ὢ ἄλλο δέ, ὃ ἐγκέκλιται ὅλον ἀπὸ τοὐ ‘Σωκράτης ἀποθνήσκει , ὁ καὶ αλ̀ηθ‘ εἰς ἐστιν, οὐχ ὑγιῶς λέγουσι. τὰ γὰρ κατὰ τοὺς χρόνους ἐγκλινόμενά τᾶι ρη- ῥήματά ἐστιν, ὃ δὲ μὴ χρόνου ἐστὶ σημαντικόν, οὐδ’ ἐγκλίνεται κάτα χρ‘ονͅον· τοιαῦτα δὲ τὰ ὀνόματα. ὥστε οὐδ’ εἴ τι σύγκειται ἐξ ὀνόματος καὶ ρημα- ῥήματος, τοῦθ’ ὅλον ἐγκλινόμενον ἄν κατὰ χρόνον εἴη κυρίως διὰ τὸ, θά,τἕρον τῶν ἐν τῇ συνθέσει ἀνέγκλιτον εἶναι. ἔτι τὸ ‘ Σωκράτης ἀπέθανεν ,ι εἰ ολ,ον ἦν ἐγκλινόμενον, οὐκ ἂν ἦν ἀποφαντικόν· τὸ γοῦν Σωκράτη Xcftvdvai οὐκ ἔστιν ἀποφαντικὸς λόγος, ὅτι ὅλου ἡ ἔγκλισις δοκεῖ γεγονιεναι· τό,οͅ δὲ ‘Σωκράτης ἀπέθανεν’ ἀποφαντικὸς λόγος, ὅτι τὸ μὲν ἕτερον μενει’ τὸ ιονομὰ’ ἐγκέκλιται δὲ μόνον θάτερον, τὸ ῥῆμα. οὐ ταὐτὸν μὲν, οὖ,ν σημαίνει το- ‘Σωκράτης’ ἔν τε τῷ ι ἀποθνήσκει’ καὶ ἐν τῷ ς ἀπέθανεν· επͅὶ μ,εν γὰρ του- ‘Σωκράτης ἀποθνήσκει’ τοῦ ὄντος Σωκράτους ἐστὶ δηλωτικον’ επ̀ιτ οε του ‘Σωκράτης ἀπέθανεν’ κατ’ ἀναφορὰν λέγεται· σημαίνει γὰρ τότε τὸ ’ Σῳκρα- τῇσ τοῦτον, ὃς ἦν Σωκράτης, οὐχ ὃς ἔστιν. καὶ διὰ τοῦτο ἀληθης ἡ πρότασις ἡ ‘Σωκράτης ἀπέθανεν’· ὃν γὰρ ἐσήμαινε τὸ ‘Σωκράτῃς,̓ ονο,μα’ οὕτος αἀπέθανεν. τοιοῦτον δέ ἐστι καὶ τὸ ι τεχθήσεταί μοι υἷος (οὐ γὰρ ὃς εστιν υἱός, ἀλλ’ ὃς ἔσται) καὶ τὸ ι ἔσται μοι οἰκία’· οὐ γὰρ τοῦτο λέγομεν, ὅτι ἐστὶν οἰκία, ἥτις ἔσται· ἀλλ’ οὐδ’ ἀπό τινος ἐγκέκλιται. οὕτως μὲν λαμͅ- βανομένου τοῦ ὑποκειμένου ἀληθεύεται ἑκάστη τῶν προειρημέων προτάσεων. οὐ μὴν ὁ λέγων τὴν πρότασιν ἐν τῷ τὸ ὄνομα λέγειν προσδιορίζει τοῦτο, ὅτι ἄλλως ἔχοντος τοῦ ὑποκειμένου ὅρου ἐν τῇ προτάσει ἀλήθης ἡ [*](7 τὸ (post γὰρ) Β.. τῷ a 10 σημαίνῃ a 12 post ὃς add. τις a 13 xa om a 10 μὲν τοῦ Β.. αὐτοῦ a 18 ἐστιν om. a post ὑγιῶς expunxit δὲ Β, 21 κυρίως Β.. ἤγουν a 22 τῶν Β: ταῖς a 23 Σωκράτην̣ a 24 post γεγονέναι iterata τὸ δὲ Σωκράτη τεθνάναι (23) . . . γεγονέναι, quae sunt prima f. v. verba, expunxit Β 26 μόνον om. a 28 Σωκράτους Β: Σωκράτης a 30 post θηθης add. ἐστιν a ἡ om. a)
404
πρότασις γίνεται, ἣ οὕτως ἔχειν λαμβάνεται. εἰ μὲν οὖν τινι τῶν ὑποκειμένων [*](136v) μὴ ὑπάρχοι τὸ kathgoroqymenon, οὕτως· εἰ δὲ δῆλον ὅτι μὴ ἔστιν, ἐκείνως. τὸ γὰρ ὄνομα αὐτὸ καθ’ αὑτὸ λεγόμενον ὑπ’ αὐτοῦ] οὔτε τὸ εἶνα σημαίνδι οὔτε τὸ μὴ εἶναι· τὸ γὰρ σημαινόμενον ὑπ’ αὐτοῦ οὔτε τὸ μὴ εἶναι προσσημαίνει οὔτε τοῦ ὄντος μᾶλλον ἢ γεγονότος ἢ ἐσομένου δηλωτικόν ἐστι καθ’ αὑτό, ἀλλ’ αὐτὸ τοῦτο μόνον σημεῖόν ἐστι πράγματος, ὃ εἰ ἢ ἔστιν ἢ ἦν ἢ ἔσται τὸ συντασσόμενον αὐτῷ δηλοῖ. οὕτως τοίνυν καὶ τὸ ‘ἔζησε Σωκράτης ἢ ἀπέθανεν ἢ ἐφιλοσόφησε’ πάντα πρὸς ἀναφορὰν λέγεται τῷ τὰ προστιθέμενα τῷ ὀνόματι δηλοῦν, ὅτι τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος πρότερον ἦν. διὸ ἐπεὶ ἕκαστον τούτων ἀληθές, ψεῦδος τὸ ἀντικείμενον τὸ ‘οὐκ ἀπέθανεν ἢ ‘οὐκ ἔζησεν’ ἢ ’oux ἐφιλοσόφησεν. ἔτι δὲ ἀληθὲς μέν ἐστι τὸ ‘ἔστι τὸ ὄν’, ἀδιανόητον δὲ τὸ ‘ὂν κατὰ τοῦτο ἔστιν’. εἰ δὲ μὴ τούτῳ ἴσον ἔσται τὸ ‘ἔστι τὸ ὄν’, οὐδὲ ‘τὸ μὴ ὂν οὐκ ἔστιν’ ἴσον ἔσται τῷ ‘ἔστι τὸ μὴ ὄν, ὃ μὴ ἔστιν’. οὐδ’ ὅλως γὰρ ἡ κατάφασις τοῦτο λέγει, ὅτι ἔστι τόδε, ᾧ τόδε ὑπάρχει, οὐδὲ ἐφ’ ὧν κατ’ αὐτὸ τὸ εἶναι γίνεται ἡ κατηγορία, ὡς ἐπὶ τοῦ ‘τὸ ὂν ἔστιν’ καὶ ‘οὗτος ζῇ’ καὶ ‘οὗτος ἔστι’ καὶ ‘θεοί εἰσιν’· πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ἀληθῆ μὲν οὕτω λεγόμενα, μεταλαμβανόμενα δὲ ἄτοπα καὶ ἀδιανόητα. ἔτι ἀληθὲς μὲν τὸ εἰπεῖν τὸ ἔστι ἔστι’ , παντελῶς δὲ ἀδύνατον τὸ εἰπεῖν, ὅτι ἔστι τι ἔστιν, ᾧ ὑπάρχει τὸ ‘ἔστι᾿. καὶ ἀληθὲς μὲν τὸ ἀδύνατον ἀδύνατον εἶναι, ψεῦδος δὲ τὸ ἔστι τι ἀδύνατον, ᾧ ὑπάρχει τὸ ἀδύνατον αὐτὸ εἶναι’. καὶ ἀναγκαῖον μὲν πάντα τὰ τρέχοντα κινεῖσθαι, οὐκέτι δὲ ἀναγκαῖον τὸ εἶναί τινα τρέχοντα, ὃς κινεῖται ἐξ ἀνάγκης. καὶ ἀναγκαῖον μὲν πάντα τὸν τρωθέντα καρδίαν ἀποθανεῖν, οὐκ ἀναγκαῖον δὲ τὸ εἶναί τινα τὴν καρδίαν τετρωμένον. καὶ γὰρ εἰ τὰ ὀνόματα ἐν ταῖς προτάσεσι τοῦτο σημαίνει, καὶ καθ’ αὑτὰ λεγόμενα τὸ αὐτὸ ἄν σημαίνοι. οὕτως δὲ καὶ πᾶς ὁ ὄνομα λέγων πρότασιν ἄν λέγοι καταφατικήν. ἔτι <εἰ> ὁ λέγων Σωκράτης περιπατεῖ’ ἴσον λέγει ‘ἔστι τις Σωκράτης, κἀκεῖνος περιπατεῖ’, καὶ ὁ λέγων ‘Σωκράτης οὐκ ἔστι’ λέγοι ἂν ἴσον τῷ ‘ἔστι τις Σωκράτης, κἀκεῖνος οὐκ ἔστιν’, ὅπερ ἀδιανόητον. καὶ τὸ μὲν Σωκράτης οὐκ ἔστιν’ ἀληθές, τὸ δὲ εἶναί τινα Σωκράτη, ὃς οὐκ ἔστι, ψεῦδος. καὶ τὸ ‘οὗτος δὲ περιπατεῖ’ καὶ ‘οὗτος οὐ περιπατεῖ᾿ ἄμφω δοκεῖ ψευδῆ εἶναι θήλεος ὄντος τοῦ δεικνυμένου διὰ τὸ ἀνοίκειόν τε τῆς παρεμφάσεως καὶ τὸ δοκεῖν τὸν λέγοντα ᾿οὗτος οὐ περιπατεῖ’ ἴσον λέγειν τῷ ‘ὁ ἀνὴρ οὗτος διὰ τοῦ ‘οὗτος᾿ ἐστὶν ὁ δεικνύιαενος, ὃς οὐ περιπατεῖ’. ταῦτα δ’ οὐκ ἄν ἔλεγον, εἰ συνίεσαν οἱ λέγοντες, τί σημαίνει ἡ ἀπόφασις· σημαίνει γὰρ τὸ ᾧ λέγεται τοῦτο ὑπάρχειν, μὴ ὑπάρχειν. λοιπὸν εἴτε ἔστι [*](1 ἔχειν a: ἔχον Β1: ἔχοτν Β3 2 δῆλον scripsi: δεῖ B pr.: δὴ aB 3 ὑπ’ αὐτοῦ (cf. vs. 4) delevi προσσημαίνει scripsi: προσημαίνει aB (cf. p.405,3) 6 σημεῖόν om. a εἰ scripsi: ἢν aB 7 ἡ ἦν om.a δηλοῖεν a 9 τῶν ὀνομάτων a 10 ἐπὶ a 11 ἔτι B2: ὅτι aB1 13 δὲ B: γὰρ a 15 κατ’ αὐτὸ B: κατὰ a 19 post ᾧ add. οὐχ a 20 ἔστι Β: εἶναι a τὸ alterum era. a post τὸ ἀδύνατον add. τι a 24 οὐκ om. a τὴν B: τὸν a 26 τὸ αὐτὸ Β: τοῦτο γὰρ a προτάσεως a 27 καταφατικήν scripsi: κατά- φασιν aB εἰ addidi 29 ἴσον λέγοι ἄν a τις oin. a 30 Σωκράτη Β: Σωκράτην a 33. 34 λέγει a 35 συνείησαν a 36 μὴ ὑπάρχειν, ᾦ λέγεται τοῦτο ὑπάρχειν Β3)
405
τοῦτο, εἴτε καὶ μή, ἀμφοτέρως τυγχάνει. εἴτε γὰρ ἔστιν, ᾧ λέγεται τόδε [*](136v) τι ὑπάρχειν, ἡ ἀπόφασίς φησι μὴ ὑπάρχειν αὐτῷ, εἴτε μὴ ἔστι, καὶ οὕτω λέγει μὴ ὑπάρχειν αὐτῷ ἡ ἀπόφασις, οὐ προσσημαίνουσα ἢ τὸ εἶναι ἢ τὸ μὴ εἶναι τοῦ ὑπο κιμένου. οὐδὲ οὕτω μὲν λεγομένη ἀληθής, ἐκείνως δὲ οὔ, [*](137r) ἀλλ’ ἀμφοτέρως ἀληθής, εἰ ἡ κατάφασις ψευδής. ὥστε καὶ εἰ περιπατεῖ, ἀλλὰ τῷ ‘οὗτος᾿ οὐχ ὑπάρχει, ᾧ φησιν ὑπάρχειν τὸ περιπατεῖν, εἴ γε μὴ τὸ δεικνύμενον οὗτός ἐστι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ‘οὗτος ὁ γραμματικὸς περιπατεῖ᾿ μὴ ὄντος αὐτοῦ γραμματικοῦ· καὶ γὰρ εἰ περιπατεῖ, αὐτὸ μὲν ψεῦδος τὸ τῆς καταφάσεως, ἀληθὲς δὲ τὸ ‘οὗτος ὁ γραμματικὸς οὐ περιπατεῖ᾿· ᾧ γάρ φησιν ὑπάρχειν τὸ περιπατεῖν, ἐκείνῳ οὐχ ὑπάρχει. τὸ δὲ ‘Σωκράτης περιεπάτησε᾿ καὶ Σωκράτης οὐ περιεπάτησεν’ ἄμφω ἐστὶν ἀληθῆ οὐκ ἐν τῷ αὐτῷ χρόνῳ, ὥστ’ οὐκ ἀντικείμενα· οὐ γὰρ τοιοῦτον ἡ ἀντίφασις. καὶ οὐδέν γε μᾶλλον ἅμα ἀληθὲς τὸ Σωκράτης περιεπάτησε’ καὶ τὸ Σωκράτης οὐ περιεπάτησε᾿· καθ’ ὧν γὰρ τὸ ἀόριστον ὄνομα, τούτων τις περιεπάτησεν. οὐχ ὑγιεῖς δὴ αἱ ἐνστάσεις αἱ πρὸς τὸ δεῖν τὸ ἀποφατικὸν ἐν ταῖς τῶν καθ’ ἕκαστα ἀποφάσεσι τῷ κατηγορουμένῳ συντάσσεσθαι γινόμεναι.

[*](p. 51b 36)

ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα· ἔστω τὸ εἶναι ἀγα- θόν, ἐφ᾿ οὗ Α.

Δείξας τὴν ‘ἔστιν οὐ λευκόν’ καὶ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ πάσας τὰς ὁμοίως ταύταις τὸ κατηγορούμενον ἐχούσας τὸ ‘ἔστιν οὐ τόδε’ ἄλλας οὔσας τῶν ἀποφάσεων τῶν ‘οὐκ ἔστι λευκόν’ καὶ ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ καθόλου ‘οὐκ ἔστι τοῦτο’ καὶ οὔσας καὶ αὐτὰς καταφάσεις, ὥσπερ καὶ x003E; ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν ἀγαθόν’ καὶ καθόλου ‘ἔστι τοὐτο’, καὶ οὔσας αὐτῶν ἀποφάσεις τὴν ‘οὐκ ἔστιν οὐ λευκόν’ καὶ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν’ καὶ ὅλως τὰς ‘οὐκ ἔστιν οὐ τοὐτο’ καθόλου γάρ, ἐν αἷς “τὸ ἔστι τρίτον προσκ̀ατηγορεῖται’’, δύο ἀντιθέσεις γίνονται καὶ δύο ἀντιφάσεις, αἵ τε ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἔδειξεν), καὶ νῦν, τίνα τάξιν καὶ ἀκολουθίαν ἔχουσι πρὸς ἀλλήλας ἥ τε ἁπλῆ ἀντίφασις καὶ ἡ ἐκ μεταθέσεως, ὑπογράφει· καὶ ἔστι ταῦτα δεικνύμενα νῦν ὑπ’ αὐτοῦ, ὧν ἐμνημόνευσε μὲν καὶ ἐν τῷ Περὶ ἑρμηνείας, εἶπε δὲ εἰρῆσθαι περὶ τῆς τάξεως αὐτῶν ἐν τοῖς Ἀναλυτικοῖς καῖς διὰ τῆς λέξεως τῆς “ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. λέγω δὲ οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει’’ ἕως τοῦ “ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται’’. ἃ δὴ ἐκεῖ [*](1 ἀμφοτέρου a 2 φησι om. a 3 λέγειν a προσσημαίνουσα scripsi: προσημαίνουσα aH (cf. p. 404, 5) ἡ τὸ εἶναι oui. a 4 τὸ ὑποκείμενον a λεγομένη a: λέγομεν ἄν Β ἀληθής] ἡ corr. B2 5 ἀμφοτέρων a 10 ὑπάρχειν B: ὑπάρχει a 13 ἀληθὲς ἄμα a 15 ἐνστάσεις Β: προτάσεις a 20 ἐχούσαις a 21 post ἀγαθόν eras, ca. 11 lit. B 22 ἡ addidi 24 οὐ om. a οὐκ (ante ἀγαθόν) om. a 25 οὐ om. a 27 ἔδειξεν ante ἐν transponit a τάξιν Β: πρότασιν a 28 έχοιτι (sic) a ante ὑπογράφει add. ἣν a 29 ἐμνημόνευσε μὲν a: ἐμνημονεὐσμεν Β καὶ alteiuni om. a 30 Περὶ ἑρμηνείας] c. 10 p. 19b 19 — 32)

406
φησιν ἐν τούτοις τετάχθαι, ταῦτα ἐνταῦθα διδάσκει τάσσων τε καὶ ὑπογράφων. [*](137r) τίθησι δὲ τὴν μὲν ἁπλῆν ἀντίφασιν ἐπὶ τῶν Α Β , καὶ ἐπὶ μὲν τοῦ Α τὴν κατάφασιν τὴν ‘ἄνθρωπος ἀγαθός ἐστιν’ , ἐπὶ δὲ τοῦ Β τὴν ἀπόφασιν αὐτῆς τὴν ‘ἄνθρωπος οὐκ ἔστιν ἀγαθός᾿, καὶ τούτοις ὑποτάσσει τὴν ἐκ μεταθέσεως ἀντίφασιν, ὑπὸ μὲν τὸ Β, ἐφ’ οὗ ἦν ἡ ἀπόφασις, τάσσων τὸ Γ καὶ ἐπ’ αὐτοῦ τὴν κατάφασιν τὴν ἐκ μεταθέσεως τὴν λέγουσαν ‘ἄνθρωπός ἐστιν οὐκ ἀγαθός’, ὑπὸ δὲ τὸ Α, ἐφ’ οὗ ἦν ἡ ἁπλῆ κατάφασις, τιθεὶς τὸ Δ x003E; ἐπ’ αὐτοῦ τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν ‘ἄνθρωπος οὐκ ἔστιν οὐκ ἀγαθός᾿, ὡς τετάχθαι ὑπὸ μὲν τὴν ἁπλῆν κατάφασιν τὴν ἀπόφασιν τὴν οὐχ ἁπλῆν ἀλλὰ ἐκ μεταθέσεως λεγομένην, ὑπὸ δὲ τὴν ἀπλῆν ἀπόφασιν τὴν κατάφασιν, οὐ τὴν ἁπλῆν ἀλλὰ τὴν ἐκ μεταθέσεως λεγομένην. μεθ’ ὃ διάγραμμα δείκνυσιν αὐτῶν τὴν πρὸς ἄλληλα σχέσιν τε καὶ ἀκολουθίαν, καὶ ὅτι ταῖς μὲν καταφάσεσιν αἱ συντεταγμέναι αὐταῖς ἀποφάσεις ἀκολουθοῦσιν, ἑκατέρα ἑκατέρᾳ, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις.

[*](p. 51b 39)

Παντὶ δὴ ὑπάρχει ἢ τὸ Α ἢ τὸ Β, καὶ οὐδενὶ ταὐτῷ· καὶ ἢ τὸ Γ ἢ τὸ Δ, καὶ οὐδενὶ ταὐτῷ. καὶ ᾧ τὸ Γ, ἀνάγκη τὸ Β παντὶ ὑπάρχειν.

Παντὶ μὲν γὰρ θάτερον μόριον τῆς ἀντιφάσεως τῆς ἁπλῆς, ἣ ἦν ἐπὶ τῶν Α Β, καὶ οὐδενὶ ἅμα ἄμφω· ἀδύνατον γὰρ συνυπάρχειν τὴν ἀντίφασιν. καὶ ὁμοίως πάλιν παντὶ μὲν θάτερον μόριον τῆς οὐχ ἁπλῆς ἀντιφάσεως, ἣ ἦν ἐπὶ τῶν ΓΔ, καὶ ἀδύνατον ἅμα ἄμφω τῷ αὐτῷ· ἀντίφασις γὰρ καὶ [*](137v) αὕτη, καὶ φύσις ἀντιφάσεως πάσης ἡ αὐτή. καὶ ᾧ ὑπάρχει ἡ κατάφασις ἡ οὐχ ἁπλῆ, ἣν ἐλέγομεν ἐκ μεταθέσεως, ἐφ’ ἧς ἐστι τὸ Γ, ἡ ‘ἄνθρωπός ἐστιν οὐκ ἀγαθός’, καὶ ἐφ’ οὗ αὕτη ἀληθεύεται, ἐπὶ τούτου ἐξ ἀνάγκης καὶ ἡ ἁπλῆ ἀπόφασις x003E; ἐπὶ τοῦ Β, ὑφ’ ὃ τέτακται τὸ Γ, ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστιν ἀγαθός’. ἐφ’ οὗ γὰρ ἀληθές, ὅτι ἔστιν οὐ λευκὸν ἢ ἔστιν οὐκ ἀγαθόν, ἐπὶ τούτου ἐξ ἀνάγκης ἀληθὲς καὶ τὸ ‘οὐκ ἔστι λευκόν’ καὶ ‘οὐκ ἔστιν ἀγαθόν᾿· ἀδύνατον γάρ τι ἅμα εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν. εἰ δὲ ἐπὶ τοῦ Γ, ἐφ’ οὗ τὸ ‘ἔστιν οὐ λευκόν’, οὐχ οἷόν τε ἀληθῆ εἶναι τὴν ἁπλῆν κατάφασιν τὴν Α τὴν λέγουσαν ‘ἔστι λευκόν’, ἀληθὴς ἐπ’ αὐτοῦ ἔσται ἡ ἀπόφασις αὐτῆς ἡ Β ἡ λέγουσα περὶ αὐτοῦ, ὅτι οὐκ ἔστι λευκόν· ἐπὶ παντὸς γὰρ ἢ τὸ Α ἢ τὸ Β ἔκειτο. ὅτι δὲ τὸ ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’ οὐχ ὡς προτάσεις λαμβάνει, ἀλλ’ ὡς κατηγορούμενα ἐν τῇ προτά- σει, ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἔστι ξύλον οὐ λευκὸν καὶ ἔστι ξύλον λευκόν. αὗται γὰρ καὶ αἱ τοιαῦται ὅλαι προτάσεις αἱ ἔχουσαι μετὰ τοὐ κατηγορουμένου τὸν ὐποκείμενον ὅρον, ὃν εἴωθε παραλείπειν, ὅτι ὁ μὲν ὑποἁπλῆν [*](2 μὲν a 3 ἐστιν ἀγαθός a 5 ἐφ’ οὗ a: ὑφ’ ὃ Β 8 καὶ addidi τὴν prius om. a 9 τετάχθαι scripsi: τέτακται Β: τέταχεν a 15 ὑπάρξει a et Ar. 15 et 16 τῷ αὐτῷa et Ar. 18 et 20 ἡ scripsi: ἁ aB 22 φάσις a 23 λέγομεν a 25 ἡ alteruin add. a: om. Β 28 εἶναι alterum supcrscr. Β1 35 καὶ om. a προτάσεις ὅλαι a 36 παραλιπεῖν a)

407
κείμενος ἐν ταῖς τέτταρσιν ἐκκειμέναις προτάσεσιν ὁ αὐτός, ἡ δὲ διαφορὰ [*](137v) καὶ ἑτερότης τῶν προτάσεων τῶν τε καταφατικῶν πρὸς ἀλλήλας καὶ τῶν ἀποφάσεων καὶ τῶν καταφάσεων πρὸς τὰς ἀποφάσεις διὰ τὸ διαφόρως λαμβάνεσθαι τὸ κατηγορούμενον γίνεται. τῷ μέντοι B, τοῦτ’ ἔστι τῇ ἁπλῇ ἀποφάσει, οὐκέτι πάντως ἀκολουθεῖ τὸ Γ, τοῦτ’ ἔστιν ἡ κατάφασις ἡ ἐκ μεταθέσεως· ἡ μὲν γὰρ ἀπόφασις ἡ ἁπλὴ ἡ λέγουσα ‘οὐκ ἔστι ξύλον λευκόν᾿ ἀληθὴς δύναται εἶναι καὶ ἐπὶ ξύλου καὶ ἐπὶ μὴ ξύλου καὶ ἐπὶ πάντων, ἃ μή ἐστι λευκά· οὕτως δὲ καὶ ἐπὶ τῶν μὴ ὄντων ὅλως· οὐδὲ γὰρ ταῦτα λευκά. ἡ δὲ Γ ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἡ λέγουσα ‘ἔστι ξύλον οὐ λευκόν᾿ ἐπὶ ὡρισμένων ἀληθεύει· ἐπὶ γὰρ μόνων ξύλων τῶν μὴ λευκῶν ἐστιν ἀληθές· τίθησι γὰρ τὸ εἶναι ξύλον· διὰ τοῦτο γὰρ καὶ κατάφασις οὖσα ἐδείχθη. διὸ ὅταν ἐπὶ μὴ ξύλου ἀληθὴς ἡ ἀπόφασίς, οὐκ ἀκολουθήσει αὐτῇ ἡ ἐκ μεταθέσεως κατάφασις· ὃ γὰρ ὅλως μή ἐστι ξύλον, τοῦτο οὐδὲ ξύλον οἷόν τε εἶναι μὴ λευκόν, ὃ σημαίνει ἡ ἐκ μεταθέσεως κατάφασις ἡ εἶναι ξύλον οὐ λευκὸν λέγουσα.

Ἀνάπαλιν δείκνυσι τὴν ἀκολουθίαν γινομένην ἐπί τε τοῦ Α καὶ τοῦ Δ τοῦ ὑποτεταγμένου αὐτῷ, τοῦτ’ ἔστιν ἐπί τε τῆς ἁπλῆς καταφάσεως αὕτη γὰρ ἦν ἐπὶ τοὐ Α ἡ λέγουσα ‘ἔστι ξύλον λευκόν᾿) καὶ ἐπὶ τῆς ἀποφάσεως τῆς οὐχ ἁπλῆς· αὕτη γὰρ ἦν ἐπὶ τοῦ Δ ἡ λέγουσα ‘οὐκ ἔστι ξύλον οὐ λευκόν᾿. ἐπὶ μὲν γὰρ τῶν Β καὶ Γ τῷ μὲν Γ, ὃ ἦν ὑποτεταγμένον τῷ Β ὂν κατάφασις ἐκ μεταθέσεως, εἵπετο πάντως τὸ Β, ὃ ἦν ἁπλῆ ἀπόφασις· οὐκέτι μέντοι τῷ Β τῷ ἡγουμένῳ πάντως καὶ τὸ Γ τὸ ὑποτεταγμένον αὐτῷ ἠκολούθει. ἐπὶ δὲ τῶν Α καὶ Δ ἔμπαλιν τῷ μὲν Α, τοῦτ᾿ ἔστιν τῇ ἁπλῇ καταφάσει, πάντως ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις· ἐφ’ οὗ γὰρ ἀληθὲς τὸ Α τὸ ‘ἔστι ξύλον λευκόν᾿ ἔστι δὲ ἐπὶ ξύλου μόνου), ἐπὶ τούτου ἐξ ἀνάγκης ἀληθὲς καὶ τὸ Δ τὸ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν᾿. τοῦ δὲ ἀκολουθεῖν τῷ Α τὸ Δ ἀπόδειξις, ὅτι ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Δ· ἀντίφασις γάρ ἐστιν· ὥστε καὶ ἐπὶ <τοῦ Α ἢ τὸ Γ ἢ τὸ> Δ, ἀλλὰ μὴν ἀδύνατον τὸ Γ· εἵπετο γὰρ τῷ Γ τὸ Β, ὃ ἀπόφασις ἦν τοῦ Α. εἰ δὴ τὸ Γ ἕποιτο τῷ Α, ἕποιτο ἄν αὐτῷ καὶ τὸ Β τὸ ἑπόμενον τῷ Γ, ὅ ἐστιν ἀδύνατον· οὐ γὰρ οἷόν τε ἅμα τε λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν· οὐ γὰρ συνυπάρχει ἡ ἀντίφασις οὐδ’ οἷόν τε ἅμα τῷ αὐτῷ. τὸ Δ ἄρα ἕπεται τῷ Α, τῷ ἡγουμένῳ τὸ ὑποτεταγμένον· ὃ γὰρ ἄν ᾖ λευκόν, κατὰ τούτου ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ μὴ λευκόν. αὐτὸς μέντοι ὡς ἐναργεῖ ὄντι ἐχρήσατο τῷ μὴ δύνασθαι τῷ Α τὸ Γ ἀκολουθεῖν· ἦν γὰρ ἐπὶ τοῦ Α τὸ εἶναι λευκὸν κείμενον, ἐπὶ δὲ τοῦ Γ τὸ εἶναι μὴ λευκόν· ἀδύνατον [*](6 ἡ λέγουσα om. a 7 ἀληθὲς a μὴ Β: μὲν a 10 ante ξύλων add. τῶν a 11 γὰρ alterum om. a 12 μὴ ἐπὶ a 13 μή evau. Β 15 ante λέγουσα add. οὐ a 16 post ἀνάπαλιν add. δὲ a 17 τε om. a 20 τῶν] ν supcrscr. B1 τῷ ex τὸ corr. B 22 παντὶ a 23 δ Β: (??) a 26 ἀληθὴς a 27 a 28 post ἐπὶ lac. ca. 9 lit. Β, ca. 12 lit. a; lac. explevi δ θάτερον B: καθάπερ τῷ ᾶ ἕποιτο τὸ γ(??) a καὶ B: οὐ a 33 6 a: δ᾿ B τὸ ᾶ α 34 αὐτὸς scripsi: αὐτὸ B: ἀυτῷ a)

408
δὲ τὸ αὐτὸ ἅμα εἶναί τε λευκὸν καὶ εἶναι μὴ λευκόν. οὐ|κέτι μέντοι καθ’ [*](138r) οὗ τὸ Δ, κατ’ ἐκείνου ἐξ ἀνάγκης τὸ A. κτὰ γὰρ τοῦ μὴ ξύλου ἀληθὴς μὲν ἡ ἀπόφασις ἡ ἐκ μεταθέσεως, ἐφ’ ἧς τὸ Δ, ἡ λέγουσα ‘οὐκ ἔστι ξύλον οὐ λευκόν᾿· ὁ γὰρ τοῖχος οὐκ ἔστι ξύλον οὐ λευκόν· οὐ γὰρ δὴ τὸ Γ ἐπ’ αὐτοῦ ἀληθὲς οἷόν τε εἶναι· τοῦτο δέ ἐστι τὸ εἶναι ξύλον οὐ λευκόν· δεῖ δὲ ἢ τὸ Γ ἢ τὸ Δ. διὰ δὲ τοῦ δεῖξαι, ὅτι μὴ ἡ κατάφασις ἀληθής, ἔδειξε τὴν ἀπόφασιν ἀληθῆ, ὅτι μὴ ἦν αὐτόθεν γνώριμον τὸ σημαινόμενον ὑπὸ τῆς ἀποφάσεως τῆς ‘οὐκ ἔστι ξύλον οὐ λευκόν᾿. οὐκέτι μέντοι, ἐφ’ οὗ ἀληθὴς ἡ ἀπόφασις ἡ ἐκ μεταθέσεως ἐπὶ μὲν γὰρ τοίχου ἀληθὴς ἡ ἀπόφασις ἡ λέγουσα ‘ὁ τοῖχος οὐκ ἔστι ξύλον οὐ λευκόν᾿), οὐκέτι μέντοι ἐπ’ αὐτοῦ ἀληθὴς καὶ ἡ κατάφασις ἡ ἁπλῆ ἡ λέγουσα ‘ὁ τοῖχός ἐστι ξύλον λευκόν᾿, ἐφ’ ἧς Α. ἀκολουθεῖ ἄρα τῷ μὲν Γ τὸ Β τῷ δὲ Α τὸ Δ, οὐ μὴν ἀνάπαλιν· ὥστε τῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἀκολουθήσουσι, τῇ μὲν ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις, τῇ δὲ ἁπλῆ καταφάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐπὶ πλέον γὰρ αἱ ἀποφάσεις.

[*](p. 52a 12)

Δῆλον δέ, ὅτι καὶ τὸ Α, Γ οὐδενὶ τῷ αὐτῷ καὶ τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῷ αὐτῷ ὑπάρξαι.

Περὶ τῶν διαγωνίων λέγει· ἔστι γὰρ τὸ μὲν Α τῷ Γ διαγώνιον, αἱ καταφάσεις, τὸ δὲ Β τῷ Δ, αἱ ἀποφάσεις. λέγει δή, ὅτι τὰ μὲν Α Γ ἀδύνατον συνυπάρξαι· ταῦτα δὲ ἦν ἥ τε ἁπλῆ κατάφασις καὶ ἡ ἐκ μεταθέσεως· ἀδύνατον γὰρ τὸ αὐτὸ ἅμα τε λευκὸν εἶναι καὶ μὴ λευκόν, ὃ σημαίνεται ὑπὸ τῆς ἐκ μεταθέσεως καταφάσεως τῆς ἐπὶ τοῦ Γ. λέγοι δ’ ἄν ταῦτα ἐπὶ τῶν διωρισμένων προτάσεων· αὗται γάρ εἰσιν αἱ τὴν ἀντίφασιν ποιοῦσαι, ἐπεὶ τάς γε ἀδιορίστους οὐδὲν κωλύει πάσας πάσαις συναληθεύειν. ὅτι δὲ μὴ οἷόν τε τὰς καταφάσεις τὰς προειρημένας ἅμα ἀληθεῖς εἶναι, ἱκανὴ μὲν καὶ ἡ ἐνάργεια δηλῶσαι, οὐ μὴν ἀλλὰ καὶ διότι ἅμα ἀληθεῖς ἔσονται καὶ αἱ ἀντιφατικῶς ἀντικείμεναι. τῇ μὲν γὰρ ἁπλῇ καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις, ὥστε ἅμα ἀληθεῖς ἥ τε κατάφασις ἡ ἐκ μεταθέσεως, ἐφ’ ἧς τὸ Γ, καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Δ. πάλιν ἐπεὶ τῷ Γ, τῇ καταφάσει τῇ ἐκ μεταθέσεως, ἕπεται τὸ Β, ἡ ἁπλῆ ἀπόφασις, ἅμα ἔσονται ἀληθεῖς ἥ τε ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Β, ταῦτα δὲ ἀδύνατον. τὰς μέντοι ἀποφάσεις, τήν τε ἁπλῆν, ἥτις ἦν ἐπὶ τοῦ Β, καὶ τὴν ἐκ μεταθέσεως, ἥτις ἦν ἐπὶ τοῦ Δ, ἐνδέχεσθαί φησιν ἐπί τινος ἅμα ἀληθεῖς εἶναι. ἐφ’ ὧν γὰρ ἡ μὲν ἁπλῆ ἀπόφασις ἀληθὴς ἦν ἡ Β, οὐκέτι δὲ καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ Γ οὐ γὰρ ἀντέτε [*](1 εἶναι a 4 τεῖχος a 8 οὐ om. a 9 μὲν om. a 9. 10 ἡ ἀπόφασις om. a 11 αὐτοῦ a: αὐτῆς Β 12 ante ᾶ prius add. τὸ a 18 τινὶ Β: περὶ a 20 β τῷ δ αἱ evan. Β ἀποφάσεις a: καταφάσεις Β 22 τε om. a 25 ἀδιωρίστους a πάσαις om. a 29 ἀληθεῖς Β: ἀληθὴς ἔσται a 30 δ a: β Β 31 τῇ Β: τῆς a τὸ β post ἀπόφασις transponit a ἔσονται ἅμα a 34 ἐνδέχεταί a)

409
στρεφεν), ἐπὶ τούτων ἐξ ἀνάγκης ἀληθὴς ἡ Δ ἡ ἐκ‘ μεταθέσεως ἀπόφασις· [*](138r) ἐπὶ παντὸς γὰρ ἢ τὸ Γ ἢ τὸ Δ ἀντίφασις γάρ), καὶ οὐχ εἵπετο τῷ Β τὸ Γ παντί. πάλιν ἐφ’ ὧν ἀληθοῦς οὔσης τῆς Δ τῆς ἐκ μεταθέσεως ἀποφάσεως φάσεως οὐκ ἦν ἀληθὴς ἡ Α ἡ ἁπλῆ κατάφασις οὐ γὰρ ἀντέστρεφεν), ἐπὶ τούτων ἀληθὴς ἡ ἀπόφασις ἡ ἁπλῆ κατάφασις] αὐτῆς ἡ Β ἐπὶ παντὸς γὰρ ἢ τὸ Α ἢ τὸ Β. ὥστε γίνονται ἅμα ἀληθεῖς αἱ ἀποφάσεις ἐπί τινων· ἐπὶ γὰρ τοῦ τοίχου ἀληθεῖς ἥ τε λέγουσα αὐτὸν μὴ εἶναι ξύλον λευκὸν ἀπόφασις ἁπλῆ καὶ ἡ λέγουσα αὐτὸν μὴ εἶναι ξύλον οὐ λευκὸν ἀπόφασις ἐκ μεταθέσεως οὖσα. ἐμνημόνευσε καὶ τούτου ἐν τῷ Περὶ ἑρμηνείας ἐν οἷς λέγει “ὁμοίως δὲ ἔχει, κἂν καθόλου τοῦ ὀνόματος <ᾖ> ἡ κατάφασις” ἕως “πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται ἀληθεύεσθαι· ἐνδέχεται δὲ ποτέ”. ἐπὶ γὰρ τῶν διωρισμένων ἀντιφάσεων, αἳ κυρίως εἰσὶν ἀντιφάσεις, οὐ πάσας ἐνδέχεται τὰς κτὰ διάμετρον συναληθεύεσθαι, ἀλλὰ τινὰς καὶ ποτέ· τὰς γὰρ ἀποφάσεις τὰς ΒΔ, ὡς ἔδειξεν ἄρτι, ‘οὐκ ἔστι ξύλον λευκόν, οὐκ ἔστι ξύλον οὐ λευκόν᾿. |

[*](p. 52a 15)

Ὁμοίως δὲ ἔχουσι καὶ8 αἱ στερήσεις πρὸς τὰς κατηγορίας [*](138v) ταύτῃ τῇ θέσει.

Οὖ καὶ αὐτοῦ ἐν τῷ Περὶ ἑρμηνείας ἐμνημόνευσε, περὶ τούτου λέγει· εἰπὼν γὰρ ἐκεῖ, ἐν αἷς προτάσεσι “τὸ ἔστι τρίτον προσκατηγορεῖται”, δύο γίνεσθαι ἀντιφάσεις καὶ προτάσεις τέσσαρας προσέθηκεν “ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ”. τοῦτο δὴ καὶ νῦν δείκνυσιν, ὅτι ἡ στερητικὴ ἀντίφασις τὴν ὁμοίαν τάξιν σώζει πρὸς τὴν ἁπλῆν ἀντίφασιν ἐν τῇ θέσει τε καὶ ἀκολουθία, ἣν καὶ ἡ ἐκ μεταθέσεως ἀντίφασις. κατηγορίας δὲ εἴρηκεν ἤτοι τὰς ἀντικατηγορίας καὶ ἀκολουθίας, ὅτι ὁμοίως πρὸς τὰς ἀντικατηγορίας καὶ ἀκολουθίας, ἢ τὰς τὸ ἀπλοῦν τό, οὗ αἱ στερήσεις εἰσί, κατηγορούσας καταφατικῶς ἢ ἀποφατικῶς κατηγορίας εἶπε τὰς ‘ἔστιν ἴσον᾿ καὶ ‘οὐκ ἔστιν ἴσον᾿. ἄν γὰρ τὴν στερητικὴν ἀντίφασιν ὑποτάξωμεν τῇ ἁπλῇ ἀντιφάσει, τῇ μὲν ἀποφάσει τὴν κατάφασιν τῇ δὲ καταφάσει τὴν ἀπόφασιν, ὅμοιαι αἱ ἀκολουθίαι τῇ τάξει ἔσονται ταῖς μικρῷ πρόσθεν ἐπὶ τῆς <ἐκ> μεταθέσεως ἀντιφάσεως· ταῖς μὲν γὰρ καταφάσεσιν αἱ ἀποφάσεις αἱ κατὰ ταύτας τεταγμέναι ἀκολουθήσουσιν ἐξ ἀνάγκης, οὐκέτι δὲ ταῖς ἀποφάσεσι πάντως αἱ καταφάσεις. ἔστω γὰρ τὸ μὲν ‘ἴσον ἐστίν᾿ ἐπὶ τοῦ Α, ἡ δὲ τούτου ἀπόφασις τὸ ‘οὐκ ἔστιν ἴσον᾿ ἐπὶ τοῦ Β, καὶ ὑποτετάχθω τῷ μὲν Β τὸ Γ ἔχον ἐπ’ αὐτοῦ τὴν τοῦ ἴσου στερητικὴν κατάφασιν τὴν ‘ἄνισόν ἐστι᾿ στέρησις γὰρ τοῦ ἴσου τὸ ἄνισον), τῷ δὲ Α τὸ Δ ἔχον τὴν ἀπόφασιν τὴν τοῦ στερητικοῦ τὴν ‘οὐκ [*](5 ἡ ἁπλῆ ἀπόφασις omisso κατάφασις (cf. vs. 4) a: ἡ ἁπλῆ φάσις (sic) corr. Β3 7 ἀληθεῖς Β corr.: ἀληθὴς a B pr. 9 Περὶ ἑρμηνείας] c. 10 p. 19b32 —36 10 ᾖ Ar.: om. aB τοῦ altenim add. a: om. B 13 synalhueqyetai a 16.17 κατηγορίας a et Ar. (cf. vs. 24,27): κατηγορικὰς Β 17 ἐκθέσει a 20 τέτταρας a ὧν τὰ μὲν κτλ.] p. 19 b 23 24 κατηγορίας ex κατηγορικὰς corr. Β 26 τό Β: τε a 27 ante κατηγορίας add. καὶ a 30 τάξει scripsi (cf. p. 405,27, 414,18): πρότασει aB ἐκ a: om. Β 33. 34 ἔστιν ἴσον a: ἴσον ἐστίν Β 34 β(??) (post μὲν) B: ᾶ a)

410
ἔστιν ἄνισον᾿. ὅμοιαι δὴ καὶ αἱ τούτων ἀκολουθίαι· τῷ μὲν γὰρ Γ, τῇ [*](138v) στερητικῇ καταφάσει, ἐξ ἀνάγκης ἀκολουθήσει τὸ Β, ἡ τοῦ ἴσου ἀπόφασις· δεῖ μὲν γὰρ ἐπὶ τοῦ ‘ἄνισόν ἐστιν᾿ ἀληθῆ εἶναι ἢ τὴν ‘ἴσον ἐστίν᾿ ἢ τὴν οὐκ ἐστιν ἴσον᾿· ἀλλὰ ἀδύνατον τὸ ἄνισον καὶ ἴσον εἶναι ἅμα· ἡ ἄρ. ἀπόφασις ἡ ‘οὐκ ἔστιν ἴσον᾿. οὐκέτι μέντοι τῇ ἀποφάσει τῇ ‘οὐκ ἔστιν ἴσον᾿, τῷ Β, ἐξ ἀνάγκης ἀκολουθήσει ἡ στερητικὴ κατάφασις ἡ ‘ἔστιν ἄνισον᾿, ἥτις ἦν τὸ Γ· οὐ γὰρ ἐπὶ πάντων, ἐφ’ ὧν ἀληθής ἐστιν ἡ ἀπόφασις ἡ ἁπλῆ, ἐπὶ τούτων καὶ ἡ στερητικὴ κατάφασις, ἥτις ἦν τὸ Γ. οὐκ ἴσον μὲν γὰρ χρῶμα καὶ φωνή, οὐ μὴν καὶ ἄνισον. τὸ γὰρ ἄνισον, ὡς προεῖπεν, ἐπὶ ὡρισμένου τινὸς ἀληθές ἐστιν· ἐπὶ γὰρ ποσοῦ. ἀνάπαλίν ἐστι τοῦ Α καὶ τοῦ Δ ἡ ἀκολουθία· τῷ μὲν γὰρ Α, τῇ ἁπλῇ καταφάσει, ἀκολουθήσει τὸ Δ, ἡ στερητικὴ ἀπόφασις· τὸ γὰρ ἴσον οὐκ ἄνισον. οὐκέτι μέντοι τῇ στερητικῇ ἀποφάσει τῇ ‘οὐκ ἄνισον᾿ ἐξ ἀνάγκης ἀκολουθήσει τὸ Α, ἡ ἁπλῆ κατάφασις· τὸ μὲν γὰρ ‘οὐκ ἄνισον᾿ καὶ ἐπὶ μὴ ποσῶν ἀληθές, τὸ δὲ ἴσον οὐκέτι. ἴσον Α ἐστί, Β οὐκ ἔστιν ἴσον, Δ ἄνισόν ἐστι, Γ ἴσον οὐκ ἔστιν, Δ ἐστὶν ἄνισον.]

[*](p. 52a 18)

Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δὲ οὐχ ὑπάρχει τὸ αὐτό, ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει.

Οτι μὴ ταὐτὸν σημαίνει τὸ ‘ἔστιν οὐ τοῦτο᾿ τῷ ‘οὐκ ἔστι τοῦτο᾿, δείκνυσι καὶ ἐκ τοῦ ἐφ’ ὧν ταὐτὸ τοῖς μὲν ὑπάρχει τοῖς δὲ μὴ ὑπάρχει τῶν ἐν τῷ αὐτῷ εἴδει, μὴ συναληθεύεσθαι τὰ αὐτά. εἰ γὰρ τῶν ἀνθρώπων οἱ μὲν λευκοί εἰσιν οἱ δὲ μή, τὸ μὲν ‘οὔκ εἰσι πάντες ἄνθρωποι λευκοί᾿ καὶ τὸ ‘οὐκ ἔστι λευκὸς ἕκαστος᾿ ἀληθές, οὐκέτι δὲ ἀληθὲς τὸ ἱεῖσίν οὐ λευκοὶ πάντες ἄνθρωποι᾿ ἢ ‘ἔστιν οὐ λευκὸς ἄνθρωπος ἕκαστος᾿· ταῦτα γὰρ ταὐτὸν σημαίνει τῷ μηδένα ἄνθρωπον εἶναι λευκόν, ὅ ἐστι ψεῦδος. ἔτι εἰ τὰ μὲν εἴη τῶν ζῴων λευκὰ τὰ δὲ μή, ψευδοῦς οὔσης τῆς καθόλου καταφάσεως τῆς ‘πᾶν ζῷόν ἐστι λευκόν᾿ ἀπόφασίς ἐστιν οὐχ ἡ ‘ἔστιν οὐ λευκὸν πᾶν ζῷον᾿ καὶ γὰρ αὕτη ψευδὴς ὁμοίως τῇ ‘πᾶν ζῷον λευκόν ἐστιν᾿· οὐδὲν γὰρ λευκὸν εἶναι λέγει), ἡ δὲ ‘οὐ πᾶν ζῷον λευκόν ἐστιν᾿ ἀπόφασίς τε αὐτῆς ἐστι καὶ ἀληθής. εἰ δὲ τοῦτο, οὐ ταὐτὸν σημαίνει τῇ ἰού πᾶν ζῷον λευκόν᾿ ἡ ‘ἔστι πᾶν ζῷον | οὐ λευκόν᾿· εἰ δὲ μὴ ταὐτὸν σημαίνει, οὐδὲ [*](139r) ταυτον εστιν.

[*](p. 52a 24)

Ἐπεὶ δὲ δῆλον ὅτι ἕτερον σημαίνει τὸ ἔστιν οὐ λευκὸν καὶ οὐκ ἔστι λευκόν.

Δείξας διὰ πλειόνων, ὅτι μὴ ταὐτὸν σημαίνει τὸ ‘οὐκ ἔστι τόδε᾿ καὶ ‘ἔστιν οὐ τόδε᾿, καὶ τὸ μὲν ‘οὐκ ἔστι τόδε᾿ ἀπόφασίς ἐστι, τὸ δὲ ‘ἔστιν οὐ [*](1 δὴ Β: δὲ a 6 τῷ β(??) scripsi: τὸ β(??) aB 9 προεῖπεν] p. 51 b 26 15 ἴσον ᾱ . . . ἄνισον (16) delere malui quam sic emendare: . . . γ(??), ἄνισόν ἐστι, δ ἴσον] οὐκ ἔστιν δ ἐστὶν] ἄνισον (of. p. 409,33 sq.) 17 καὶ ἐπὶ . . . ἀληθεύει (18) lemma textui continuant aB 18 ἀληθεύει aB: ἀληθεύοιτ’ ἄν Ar. 19 σημαίνει a: σημαίνοι Β 20 τῶν a: τῷ Β 23 ἄηθές a: ἀληθεῖς Β 24 ἕκαστος ἄνθρωπος Β pr.)

411
τόδε᾿ κατάφασίς ἐστιν. ἀκολούθως τοῖς δεδειγμένοις ἐπιφέρει, ὅπερ ἦν προειρηκώς, [*](139r) ρηκώς, τὸ “διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο”· τοῦτο δέ ἐστιν τὸ μὴ ὁμοίως δείκνυσθαι ἑκάτερον αὐτῶν, ἀλλὰ τὸ μὲν ἀποφατικὸν διὰ προτάσεως καταφατικῆς τὸ δὲ καταφατικὸν ἐξ ἀμφοτέρων καταφατικῶν, καὶ τὸ μὲν καταφατικὸν ἐν τῷ πρώτῳ σχήματι τὸ δὲ ἀποφατικὸν ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ πρώτῳ. πῶς δὲ γίνεται, προελθὼν διδάσκει. ὃ μὲν οὖν προτέθειται δεῖξαι, τοιοῦτόν ἐστι, χρήσιμον ὂν καὶ πρὸς τὴν ἀνάλυσιν τῶν συλλογισμῶν· ὡς γὰρ δείκνυται ἑκάτερον αὐτῶν, οὕτως καὶ ἀναλυθήσεται. ἀσάφειαν δὲ ἡ λέξις ἔχει τῷ τὰς προτάσεις μὴ συνήθως εἰλῆφθαι μήτε τὰς καταφατικὰς μήτε τὰς ἀποφατικάς. εἰπὼν γάρ, ὅτι οὐχ ὁ αὐτὸς τρόπος τοῦ δεικνύναι ἑκάτερον, θέλων τὰς προτάσεις παραθέσθαι καὶ δεῖξαι, ὅτι ἄλλος ὁ τρόπος τῆς τῶν ἀποφατικῶν δείξεως καὶ ἄλλος τῆς τῶν καταφατικῶν, εἶπεν οἷον ὅτι, ὃ ἄν ᾖ ζῷον, οὐκ ἔστι λευκὸν ἡ ἐνδέχεται μὴ εἶναι λευκόν, καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν· τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν, τοιγὰρ ἀποφατικὰς μὲν λαβὼν ὅ τι ἄν ᾖ ζῷον, ἐνδέχεται μὴ εἶναι λευκόν· ἀπὸ κοινοῦ γὰρ τὸ ἐνδέχεται μὴ εἶναι λευκὸν εἶπε τοῦ ὅ τι ἄν ᾖ ζῷον· ἴσον γᾶρ αὗται δύνανται ταῖς ‘οὐδὲν ζῷον λευκόν ἐστι᾿ καὶ ‘οὐδὲν ζῷον ἐνδέχεται λευκὸν εἶναι᾿, ἡ μὲν οὖσα καθόλου ἀποφατικὴ ὑπάρχουσα, ἡ δὲ καθόλου ἀποφατικὴ ἀναγκαία· δεῖ γάρ, ὡς εἶπον, τῷ ἐνδέχεται μὴ εἶναι λευκὸν προσυπακούειν τὸ ὅ τι ἂν ᾖ ζῷον, ὃ ἴσον γίνεται τῷ ‘οὐδὲν ζῷον ἐνδέχεται εἶναι λευκόν᾿· οὕτω γὰρ ἄν ἀπόφασις ἔσται, χωρὶς δὲ ἐκείνου κατάφασις καὶ αὕτη. δύναται τὸ ἐνδέχεται μὴ εἶναι λευκὸν καὶ αὐτὸ παράδειγμα εἰρηκέναι τῆς ἐκ μεταθέσεως καταφάσεως, ὥσπερ καὶ τὸ μετ’ αὐτὸ <τὸ> ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν, ὡς εἶναι ἴσην αὐτὴν τῇ ‘πάντα ἄνθρωπον ἐνδέχεται μὴ εἶναι λευκόν᾿. εἴτε δὲ καὶ ἐκείνην ὡς ἀποφατικὴν ἔθηκεν, εἴτε καὶ αὐτὴν ὡς ἐκ μεταθέσεως κατάφασιν, ὅμοιος ὁ λόγος καὶ ἡ δεῖξις. χρησάμενος δὲ ἐπὶ τῆς ἐκ μεταθέσεως καταφατικῆς τῷ ἀληθὲς εἰπεῖν μὴ λευκόν, τὸ ἀληθὲς εἰπεῖν, ὅ τι ποτὲ σημαίνει, ἐξηγούμενος προσέθηκεν τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν, ὡς τῆς ἀληθὲς εἰπεῖν τῆς αὐτῆς οὔσης τῇ ‘ἔστιν οὐ λευκόν᾿ οὔσῃ καταφατικῇ, ὡς δέδεικται. τὸ γὰρ ἀληθὲς εἰπεῖν ἀντὶ τοῦ ‘ἔστιν᾿ ἔθηκεν, ὡς καὶ αὐτὸς προιὼν δηλώσει· οἱ γὰρ τρόποι τὴν αὐτὴν χώραν ἐν ταῖς προτάσεσι τῷ ‘ἔστιν᾿ ἔχουσιν ὡς πρὸς τὸ κατάφασιν ἢ ἀπόφασιν ποιεῖν· καὶ τὸ ἀληθὲς δὲ τρόπος τις. καὶ εἴη ἂν πάλιν αὕτη ἡ πρότασις τοιαύτη· ὅτι ἄν ᾖ ζῷον, τοῦτο ἀληθὲς εἰπεῖν μὴ εἶναι λευκόν, ἥτις ἴση ἐστὶ τῇ ‘πᾶν ζῷόν ἐστιν οὐ λευκόν᾿. οὐχ ὁμοίως οὖν, φησί, δειχθήσεται τά τε ἀποφατικά, οἷον ‘οὐδὲν ζῷον λευκόν ἐστι᾿ καὶ ‘οὐδὲν ζῷον [*](2 διαφέρει δέ τι κτλ.] p. 51 b 5 (cf. p. 396,31) 9 τοῦ συλλογισμοῦ a αὑτῶν scripsi: αὐτοῦ aB 13 τοῦ ἀποφατικοῦ a 14 τοῦ καταφατικοῦ a ὅτι, ὃ] cf. vs. 17,18 15 καὶ ὅτι ἀληθὲς . . . μὴ εἶναι λευκόν (17) om. a 16 post εἶναι μὴ λευκόν iterata καὶ ὅτι (15) . . . εἶναι μὴ λευκόν (16) expunxit B1 γὰρ ἀποφατικὰς] παράδειγμα ἀποφατικῶς fort, recte Diels 21 ἀναγκαία] cf. Waitzii comment. ad p. 52 a 28 23 ἐκείνων a 24 τὸ scripsi: τῷ aB 25 τὸ alteram addidi 29 εἰπεῖν Ar.: εἶναι aB 36 τοῦτο B: τοῦ a)
412
ἐνδέχεται εἶναι λευκόν᾿, εἰ ὡς ἀποφάσεως καὶ ταύτης ἀκούοιμεν καθόλου, [*](139r) καὶ τὸ καταφατικὸν τὸ ‘πᾶν ζῷόν ἐστιν οὐ λευκόν’· ἀλλὰ τὰ μὲν καταφατικά, τό τε ‘ἀληθὲς εἰπεῖν, ὅτι πᾶν ζῷόν· ἐστι λευκόν᾿ καὶ τὸ ‘ἀληθὲς εἰπεῖν, ὅτι πᾶν ζῷόν ἐστιν οὐ λευκόν᾿ τοῦτο γὰρ σημαίνει τὸ εἴτε μὴ λευκόν), ἃ ἴσον δύναται τὸ μὲν τῷ ‘ἔστι λευκόν᾿ τὸ δὲ τῷ ‘ἔστιν οὐ λευκόν᾿, ὁμοίως ἀλλήλοις καὶ τῷ αὐτῷ τρόπῳ δειχθήσεται. παρέθηκε δὲ τῶ ‘ἔστιν οὐ λευκόν᾿ τὸ ‘ἔστι λευκόν᾿ εἰς ἔνδειξιν τοῦ ὁμοίως κἀκεῖνο τούτω κατάφασιν εἶναι, διὸ καὶ ὁμοίαν αὐτῶν τὴν δεῖξιν ἔσεσθαι. ἀμφότερα γὰρ ταῦτα ὁμοίως ὄντα καταφατικὰ δειχθήσεται, κατασκευαστικῶς δέ, τοῦτ’ ἔστι καταφατικῶς, ἐν τῷ πρώτῳ σχήματι· ἐν γὰρ τούτῳ μόνῳ τὸ καθόλου καταφατικὸν δείκνυται. | δεῖ δὲ τῶν ‘ἀληθὲς εἰπεῖν λευκόν, ὅτι ἄν] ἀληθὲς [*](139v) εἰπεῖν ὅτι οὐ λευκόν ὡς κ.αθόλου λεγομένων ἀκούειν· ἐνδεῖ γὰρ αὐτοῖς τὸ ‘πᾶν ζῷον, ὡς αὐτὸς ἑξῆς δηλοῖ. εἰπὼν δέ, ὅτι τὰ τοιαῦτα προβλήματα καταφατικὰ ὄντα ἐν πρώτῳ καὶ διὰ πρώτου γίνεται σχήματος, ἐξηγεῖται, πῶς ἡ λέγουσα ἀληθὲς εἰπεῖν ἔστι λευκὸν κατάφασίς ἐστι καὶ τί σημαίνει· τὸ γὰρ ἀληθές, φησί, τῷ ἔστιν ὁμοίως τάττεται. ἴσον οὖν ἐστι τῷ ‘ἀληθὲς ἀληθὲς εἶναι λευκόν᾿ τὸ ‘ἔστι λευκόν᾿· τοῦτο δὲ κατάφασις. ἢ καταφάσεως οὔσης ὑπομιμνήσκει ἡμᾶς πάλιν, ὅτι οὐκ ἔστιν ἀπόφασις ἡ ἀληθὲς εἰπεῖν μὴ λευκόν ἀλλ᾿ ἡ ‘οὐκ ἀληθὲς εἰπεῖν λευκόν᾿, ἐκείνη δὲ ἡ ‘ἀληθὲς εἰπεῖν μὴ λευκόν᾿ κατάφασις καὶ αὐτή, ὡς καὶ ἡ ἀληθὲς εἰπεῖν λευκόν· διὸ καὶ ὁμοίως καὶ διὰ τοῦ αὐτοῦ δειχθήσονται σχήματος. καὶ ὅτι ἡ λέγουσα ‘ἃπαν ζῷον ἀληθὲς εἰπεῖν μὴ εἶναι λευκόν᾿ οὐκ ἔστιν ἀπόφασις οὔτε ἁπλῶς οὔτε τῆς λεγούσης πᾶν ζῷον λευκὸν εἶναι, ἀλλὰ ἡ οὐ πᾶν ζῷον ἢ οὐδὲν ζῷον ἀληθὲς εἰπεῖν λευκόν᾿, πάλιν προσέθηκεν ὑπομιμνήσκων τε ἡμᾶς τῶν δεδιδαγμένων καὶ τί σημαίνει ἀληθὲς εἰπεῖν μὴ εἶναι λευκὸν διδάσκων.

[*](p. 52a 34)

Εἰ δή ἐστιν ἀληθὲς εἰπεῖν, ὃ ἂν ᾗ ἄνθρωπος, μουσικὸν εἶναι ἢ μὴ μουσικὸν εἶναι, ὃ ἀνῇ ζῷον, ληπτέον ἢ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν.

Εἰπών, ὅτι ὁμο ως χρὴ τήν τε ἁπλῆν κατάφασιν καθόλου καὶ τὴν ἐκ μεταθέσεως δεικνύναι διὰ γὰρ πρώτου σχήματος), νῦν, πῶς ποιήσομεν τὴν δεῖξιν ἑκατέρου αὐτῶν καὶ τὸν συλλογισμόν, ὑπογράφει. ἔστι γάρ, ὃ λέγει, τοιοῦτον· εἰ βουλόμεθα δεῖξαι, ὅτι πᾶς ἄνθρωπος μουσικός ἐστιν ἢ ὅτι πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός, δείκνυμεν οὕτως· ἡ μὲν ἀληθὲς εἰπεῖν, ὃ ἂν ᾗ ἄνθρωπος, μουσικὸν εἶναι σημαίνει τὴν ‘πᾶς ἄνθρωπος μουσικός’, ἡ δὲ ‘ἀληθὲς εἰπεῖν, ὃ ἄν ᾖ ἄνθρωπος, μὴ μουσικὸν εἶναι᾿ σημαίνει τὴν ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’. φησὶ δὲ χρῆναι ἐν τῇ ἑκατέρου τούτων δείξει μέσον ὅρον λαμβάνειν τὸ ζῷον. κἀν μὲν βουλώἃ [*](5 scripsi: ὁ aB 8 αὑτοῦ a 11 τῶν scripsi: τῷ aB ὅτι ἄν delevi 15. 16 σημαίνει scripsi: σημαίνοι aB 27 ἄν Ar.: ἐὰν aB (ABu) 28 ἡ alterum superscr. Β2, ut videtur 29 μὴ εἶναι B pr.: corr. Β2, ut videtur 33 βουλοίμεθα a 38 ἑκατέρᾳ a δεῖξαι B pr.: corr. Β2 λαμβάνει a)

413
μέθᾳ δεῖξαι τὸ πάντα ἄνθρωπον μουσικόν, μείζανα ἄκρον κατηγορούμενον [*](139v) καταφατικῶς τοῦ ζῴου παντὸς ληπτέον τὸ μουσικόν, ἔσχατον δὲ καὶ ἐλάττονα, οὗ τὸ ζῷον κατηγορεῖται παντός, τὸν ἄνθρωπον· ἔσονται γὰρ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον μουσικόν, πᾶς ἄρα ἄνθρωπος μουσικόν᾿, ὃ ἦν προκείμενον. οὐ δεῖ δὲ τὰς προτάσεις, αἷς χρῆται, ἀπαιτεῖν ὡς ἀληθεῖς· παραδείγματι γὰρ καὶ ὑπογραφῇ τῆς λέξεως χρῆται τοῦ πῶς διὰ καταφατικῶν ἀμφοτέρων δείκνυται τό τε ‘πας ἄνθρωπος μουσικός ἐστι καὶ τὸ ‘πᾶς ἄνθρωπος οὐ μουσικός ἐστίν᾿. ἄν δέ γε ᾖ προκείμενον ἡμῖν δεῖξαι πάντα ἄνθρωπον εἶναι μὴ μουσικόν, τὸ μὲν ζῷον πάλιν μέσος ὅρος ἔστω ὁ αὐτός, τὸ δὲ μὴ μουσικὸν μείζων καταφατικῶς τοῦ ζῴου καὶ αὐτὸς κατηγορούμενος, ἄνθρωπος δὲ ὁ ἔσχατος, καὶ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῶον, πάν ζῷόν ἐστιν οὐ μουσικόν κατάφασις γὰρ καὶ τοῦτο), πᾶς ἄρα ἄνθρωπός ἐστιν οὐ μουσικός᾿. εἰ μὲν οὖν ἡ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός᾿ ἦν ἀπόφασις, οὐκ ἐν πρώτῳ ἂν τοῦτο τὸ συμπέρασμα σχήματι ἐδείκνυτο μόνῳ ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ ἀντιστρεφομένης ἰῆς καθόλου ἀποφατικῆς τῆς ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός᾿. νῦν δὲ ἐν τούτῳ μόνῳ δείκνυται. ὅτι δὲ μή ἐστιν ἀπόφασις, δεικνύοιτο ἄν ἐκ τοῦ μὴ ἀντιστρέφειν αὐτήν· ἀληθοῦς γὰρ οὕσης τῆς λεγούσης ‘πᾶν ἄψυχόν ἐστιν οὐκ αἰσθητικόν᾿ οὐκέτ’ ἀληθὴς ἡ λέγουσα ‘πᾶν οὐκ αἰσθητικὸν ἄψυχόν ἐστιν᾿· ἀληθὴς δὲ ἡ ἐν μέρει ἡ ‘τὶ οὐκ αἰσθητικὸν ἄψυχον᾿ λέγουσα. διὰ τοῦτο δὲ ἐν τῷ πρώτῳ δείκνυται μόνῳ σχήματι, καὶ εἴη ἄν φανερώτατον σημεῖον τοῦ μὴ εἶναι ἀπόφασιν τὴν ἐκ μεταθέσεως τὸ μὴ ἀντιστρέφειν αὐτήν.

[*](p. 52a 37)

Τὸ δὲ μὴ εἶναι μουσικόν, ὃ ἀνῇ ἄνθρωπος, ἀνασκευαστικῶς δείκνυται. |

Δείξας τὸ καταφατικὸν τὸ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’ διὰ τοῦ [*](140r) πρώτου δεικνύμενον σχήματος μόνον ἐκ δύο καθόλου καταφάσεων νῦν δείκνυσι τὸ ἀποφατικὸν καθόλου πάλιν, πῶς καὶ διὰ τίνων δείκνυται· τὸ γὰρ τὸ δὲ μὴ εἶναι μουσικόν, ὃ ἂν ᾖ ἄνθρωπος, ἴσον ἐστὶ τῷ ‘οὐδεὶς ἄνθρωπος μουσικός᾿. τοῦτο δέ φησι δείκνυσθαι κατὰ τοὺς προειρημένους τρόπους· τρεῖς εἰσι δὲ οὗτοι. ἐν μὲν γὰρ τῷ πρώτῳ σχήματι εἷς· ὁ γὰρ δεύτερος τρόπος τῶν ἐν πρώτῳ σχήματι τοῦ καθόλου ἀποφατικοῦ συνακτικός ἐστιν, οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον μουσικόν, οὐδεὶς ἄνθρωπος μουσικός, ἢ πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον ἄψυχον, οὐδεὶς ἄνθρωπος ἄψυχον, εἰ εἴη προκείμενον δεῖξαι, ὅτι μηδεὶς ἄνθρωπος ἄψυχον. ἐν δὲ τῷ δευτέρῳ σχήματι δύο οἱ πρῶτοι #x003E; ἐκ καθόλου ἀποφατικῆς καὶ καθόλου καταφατικῆς· ἀμφότεροι γὰρ τοῦ καθόλου ἀποφατικοῦ εἰσι δεικτικοί, οἷον οὐδὲν ἄψυχον ζῷον, πᾶς ἄνθρωπος ζῷον, οὐδεὶς ἄνθρωπος [*](1 post μουσικὸν add. εἶναι a 3 τὸν Β: τὸ a 8 ἐστιν οὐ μουσικός a 9 μὴ om. a 10 μὴ om. a καταφατικῶς a: καταφατικὸς Β 20 post ἄψυχον add. ἐστι a 26 καθόλου om. a 34 εἰ om. a 35 οἱ alterum addidi)

414
ἄψυχον, ἢ πάλιν οὐδεὶς ἄνθρωπος ἵππος, πᾶς ἵππος χρεμετιστικόν, οὐδεὶς [*](140r) ἄνθρωπος χρεμετιστικόν· πάλιν γὰρ διὰ τούτων καθόλου ἀποφατικὸν ἐν δευτέρῳ δείκνυται σχήματι τὸ ‘οὐδεὶς ἄνθρωπος χρεμετιστικόν᾿.

[*](p. 52a 39)

Ἁπλῶς δ’, ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ Β, ὥσθ’ ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι.

Ἀναδεδράμηκε πάλιν ἐπὶ τὸ προδεδειγμένον αὐτῷ περὶ τῆς τῶν προτάσεων ἀκολουθίας τῶν τε τὴν ἀπλῆν ἀντίφασιν ἐχουσῶν καὶ τῶν τὴν κατὰ μετάθεσιν, καὶ τὴν ἀκολουθίαν, ἣν ἐπ’ ἐκείνων τῶν προτάσεων ἔδειξε, νῦν καθολικώτερον δείκνυσιν, οὐκέτ’ ἐπὶ ὕλης ἀλλ’ ἐπὶ στοιχείων μόνων, ἐφ’ ὧν τὰς καθολικὰς δείξεις ἔθος αὐτῷ ποιεῖσθαι. τὴν δὲ τῶν ὅρων καταγραφὴν ὑπήλλαξε· διὸ δοκεῖ περὶ ἄλλου τινὸς λέγειν. τότε μὲν γὰρ ἦν τὸ Α προτεταγμένον καὶ ὑποτεταγμένον τὸ Δ, τῷ δὲ Β ἀποφάσει ὄντι τοῦ Α τὸ Γ ὂν κατάφασις τοῦ Δ, καὶ ἦν τότε τῷ μὲν Γ τὸ Β ἑπόμενον τῷ δὲ Α τὸ Δ. νῦν δὲ λαμβάνει τὸ Α Β ἀντίφασιν, ὥσπερ καὶ τότε· ἀντιφάσεως γὰρ τὸ ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δ’ ἐξ ἀνάγκης θάτερον· ὁμοίως δὲ καὶ τὸ ΓΔ ἀντίφασιν, ἥτις ἦν τότε αὐτῷ ἐκ μεταθέσεως. ὑποτάσσει δὲ οὐκέτι τῷ Β τὸ Γ ἀλλὰ τῷ A, τὸ δὲ Δ τῷ Β· ὡς γὰρ ἔχουσι τάξεως, πάντως τῷ τῆς ἑτέρας ἀντιφάσεως μορίῳ τὸ τῆς ἑτέρας ἀκολουθήσει. τότε μὲν οὖν ἔλαβεν ὑπὸ μὲν τὴν κατάφασιν τῆς ἁπλῆς ἀντιφάσεως τὴν τῆς ἑτέρας ἀντιφάσεως ἀπόφασιν, πάλιν δὲ ὑπὸ τὴν ἀπόφασιν τῆς ἁπλῆς τὴν τῆς ἑτέρας κατάφασιν. νῦν δὲ ἀπλῶς δύο ἀντιφάσεις λαμβάνει οὐ διορίσας τίνας, καὶ ἐπ’ αὐτῶν καθόλου δείκνυσιν, ὅτι. ἄν τῷ ἑτέρῳ μέρει τῆς πρώτης κειμένης ἀντιφάσεως ἕπηται τὸ ἕτερον μέρος τῆς δευτέρας ἀντιφάσεως καὶ μὴ ἀντιστρέφῃ, καὶ τῷ λοιπῷ μέρει τῆς δευτέρας ἀντιφάσεως τὸ λοιπὸν τῆς πρώτης ἀκολουθήσει καὶ οὐκ ἀντιστρέψει. ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις· εἴτε γὰρ τῇ καταφάσει ἡ κατάφασις εἴτε τῇ ἀποφάσει ἡ ἀπόφασις εἴτε τῇ ἀποφάσει ἡ κατάφασις εἴτ’ ἔμπαλιν, καὶ τῶν καταλειπομένων μορίων τῶν ἀντιφάσεων ἡ ἀκολουθία ἔμπαλιν ἕξει, ὡς δείκνυσιν. ἀπλῶς γὰρ ὑποθέμενος τὸ Α, ὅ ἐστιν μόριον τῆς Α B ἀντιφάσεως, τῷ Γ, ὃ καὶ αὐτὸ μόριόν ἐστι τῆς Γ Δ ἀντιφάσεως, ἕπεσθαι, δείκνυσιν ἔμπαλιν τῷ Β τὸ Δ τὸ τῆς Γ Δ ἀντιφάσεως ἑπόμενον μόριον, οὐδὲν ἔτι προστιθείς, εἴτε κατάφασις τοῦτο εἴτε ἀπόφασις, καὶ εἴτε ὑποτεταγμένον αὐτῷ εἴτε καὶ μὴ αὐτῷ ἀλλὰ τῷ Α, ἀλλὰ μηδὲ εἰ ἡ μὲν ἡ] ἑτέρα ἀντίφασις ἐκ μεταθέσεως ἡ δὲ ἑτέρα ἁπλῆ, ὡς εἶχεν ἐπὶ τῶν πρὸ ὀλίγου δεδειγμένων. δείκνυσι δέ, κἄν θάτερα τὰ ἑπόμενα συναληθεύῃ, θάτερα τὰ προηγούμενα συναληθεύσοντα, ἃ ἦν καὶ αὐτὰ ἐπ’ ἐκείνων τῶν ἀντιφάσεων [*](1, 2, 3 χρεμετιστικὸς a 4 οὕτως om. a 14 λαμβάνει Β: λέγει a 16 ἀντίφασις a 17. 18 τῷ δὲ δ τὸ β a 18 τάξεως Β: προτάσεως a 20 τὴν . . . ἀντιφάσεως om. a 22 τίνα a 23 μέρει orn. a κειμένης om. a 24 μέρος Β: μόριον a ἀντιστρέψῃ a 27 ἀποφάσει (ante ἡ ἀπ.) scripsi: καταφάσει aB 28 καταλιμπανομένων a 31 τὸ alterum om. a μόριον ἑπόμενον a 33 μηδ’ a εἰ ἡ μὶν a: εἴη μὲν ἡ Β 36 συναληθεύοντα a)

415
δεδειγμένα. φησὶ γάρ, ὅτι καθόλου τοῦτο γὰρ τὸ ἁ|πλῶς σημαίνει) [*](140v) δύο ἀντιφάσεων ληφθεισῶν, οἷον τῆς τε Α Β καὶ τῆς Γ Δ, ἐὰν τῷ τῆς ἑτέρας ἀντιφάσεως μορίῳ ἕπηται θάτερον μέρος τῆς ἑτέρας ἀντιφάσεως, οἷον τὸ A τῷ Γ, καὶ μὴ ἀντιστρέφῃ ὡς καὶ τὸ Γ τῷ Α ἕπεσθαι, ἀνάπαλιν τῷ τῆς ἑτέρας ἀντιφάσεως τῆς ὑποτεταγμένης ὑπολειπομένῳ μορίῳ ἀκολουθήσει θάτερον μόριον τῆς ἡγουμένης ἀντιφάσεως καὶ οὐκ ἀντιστρέψει· τὸ γὰρ Δ τῷ Β ἀκολουθήσει, οὐκέτι δὲ καὶ τὸ Β τῷ Δ, εἰ τῷ Γ εἴη τὸ Α ἀκολουθοῦν καὶ μὴ ἀντιστρέφον. ταῦτα δέ, ὡς εἶπον, ἔστιν, ἃ φθάσας ἔδειξεν ἐπὶ τῆς ἁπλῆς ἀντιφάσεως καὶ ἐπὶ τῆς ἐκ μεταθέσεως, ὁμοίως δὲ καὶ ἐπὶ τῆς στερητικῆς ἀντιφάσεως καὶ τῆς ἁπλῆς. ἀλλὰ τότε μὲν ἐπὶ ὕλης τινὸς ὡρισμένης νῦν δὲ καθολικὴν τὴν δεῖξιν ποιεῖται· διὸ καὶ τὴν τῶν στοιχείων ὑπήλλαξε τάξιν. οὐκέτι γὰρ τῷ μὲν Γ ἀεὶ τὸ Β ἀκολουθήσει, τῷ δὲ Α τὸ Δ, ὡς ἔδειξε πρὸ ὀλίγου, ἀλλὰ καθόλου, ὁποίῳ ἄν τῆς ἑτέρας ἀντιφάσεως καὶ πάλιν τῷ τῆς ἑτέρας ἀντιφάσεως μορίῳ τὸ ἕτερον μόριον τῆς ἑτέρας ἀντιφάσεως ἕπηται, ἂν μὴ ἀντιστρέφῃ, τῷ καταλειπομένῳ μορίῳ τὸ τῆς ἑτέρας ὑπολειπόμενον ἀκολουθήσει καὶ οὐκ ἀντιστρέψει. ἀλλὰ καὶ τὸ ἑξῆς λεγόμενον ἔδειξεν, ὅτι τῶν διαγωνίων αἱ μὲν συναληθεύουσί ποτε ἀλλήλαις, αἱ δὲ οὔ. αἱ μὲν γὰρ ἡγούμεναι, αἷς ἕπονται αἱ λοιπαί, οὐδέποτε ἅμα ἀληθεῖς ἔσονται· ἔσται γὰρ οὕτως ἡ ἀπόφασις συναληθευομένη, ὡς πρὸ ὀλίγου δέδεικται· τὰς δὲ ἐκείναις ἑπομένας οὐδὲν κωλύει ποτὲ ἅμα ἀληθεῖς εἶναι.

[*](p. 52b 4)

Πρῶτον μὲν οὖν, τῷ Β τὸ Δ ἕπεται, ἐνθένδε φανερόν.

Ἃ προέθετο, δείκνυσι. καὶ ὅτι γε τῷ Β τὸ Δ ἕπεται κειμένου ἕπεσθαι τῷ Γ τοῦ Α, οὕτως δείκνυσιν, ὡς εἴ γε ἔκειτο τῷ Α τὸ Γ ἕπεσθαι καὶ μὴ ἀντιστρέφειν, ἀνάπαλιν ἂν τῷ Δ τὸ Β εἵπετο. ἡ δὲ δεῖξις· ἐπεὶ ἀντίφασίς ἐστι τὸ FA, καὶ παντὶ θάτερον αὐτῶν ἀνάγκη ὑπάρχειν· ἐφ’ οὗ δὲ ἀληθὲς τὸ Β, οὐκ ἐνδέχεται τὸ Γ διὰ τὸ τῷ Γ ἕπεσθαι τὸ Α· ἕποιτο γὰρ ἄν τῷ Β τὸ Α, καὶ κατὰ τοῦ αὐτοῦ ἅμα ἄν εἴη ἀληθῆ τὰ Α Β, ὅπερ ἀδύνατον· λείπεται ἄρα τὸ Δ ἕπεσθαι τῷ Β. πάλιν ἐπεὶ κεῖται τῷ μὲν Γ ἕπεσθαι τὸ Α οὐ μὴν ἀντιστρέφειν οὐ γὰρ καὶ τῷ Α τὸ Γ), κατὰ παντὸς δὲ τὸ Γ ἢ τὸ Δ, εἰ τῷ Α μὴ ἕπεται τὸ Γ διὰ τὸ μὴ ἀντιστρέφειν, τότε ἀκολουθήσει αὐτῷ τὸ Δ· ἅμα ἄρα ἀληθὲς ἔσται τό τε Α καὶ τὸ Δ. εἰ δὲ ἦν ἀνάπαλιν τῷ Α τὸ Γ ἑπόμενον καὶ μὴ ἀντιστρέφον, εἵπετο μὲν ἄν καὶ τῷ Δ καὶ τὸ Β καὶ οὐκ ἀντέστρεφεν, ἦν δ’ ἂν τὰ συναληθευόμενα τὰ Γ Β, οὐ τὰ Α Δ. εἰ δὲ εἴη τὰ Α Δ συναληθευόμενα, οὐκέτι τὰ Β Γ ἅμα ἔσται ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ τῷ ἕπεσθαι μὲν τῷ Γ τὸ Α τῷ δὲ Β τὸ Δ. [*](2 τε ora. a 3 μέρος Β: μόριον a 9 τῆς ἁπλῆς . . . τότε μὲν ἐπὶ (10) om. a 15 ἀντιστρέφει a 18 ante αἷς add. ἐν a 20 ἐκείνας a 23 καὶ om. a 24 τὸ ἁ τῷ a 25 δ Β3 corr.: ᾱ a B pr. 26 ἀνάγκη ὑπάρχειν B: ‘ὑπάρχει a 27 post β(??) eras. ca. 3 lit. B 30 to ᾱ τῷ γ(??) Β pr.: corr. Β3 31 εἰ a: ἦ ex ἢ corr. B3 32 ἐστι a ᾱ δ (ante εἰ) B: ᾱ β(??) a τὸ αὐτὸ a τῷ prius evau. Β)

416
ἅμα καί, <εἰ> εἶεν ἂν] ἀληθῆ τὰ Β Γ, ἕπεσθαι ληφθέντος τοῦ Β τῷ Γ ἅμα ἂν ἀληθῆ γίνοιτο τὰ Γ Δ. ὁμοίως καὶ τὰ Α Β, εἰ ληφθείη ἕπεσθαι τῷ Γ τὸ Β τῷ γὰρ Γ τὸ Α ἕπεται), ὃ ἀδύνατον· ἀντίφασις γάρ ἐστιν.

[*](p. 52b 12)

Φανερὸν οὖν, ὅτι οὐδὲ τῷ Δ τὸ Β ἀντιστρέφει.

Δείξας, ὅτι τῷ Β τὸ Δ ἕπεται ἑπομένου τῷ Γ τοῦ Α, δείξας δὲ καὶ ὅτι τὰ μὲν Α Δ ἔσται ποτὲ ἅμα ἀληθῆ ὡς ἀποφατικὰ ὄντα, τὰ δὲ Β Γ ἀδύνατον, εἰ εἶεν καταφατικά, νῦν τὸ καταλειπόμενον ἐπὶ τῶν προτεθέντων δείκνυσιν, ὅτι γὰρ μηδὲ τῷ Δ τὸ Β ἀντιστρέφει, ἐπεὶ μηδὲ τὸ Α Γ ἀντέστρεφεν. οὐ γὰρ οἷόν τε τῷ Δ τὸ Β ἀκολουθεῖν. ἐπεὶ γὰρ δέδεικται, ὅτι ἐνδέχεται ἅμα ἀληθῆ ποτε εἶναι τὰ Δ Α, εἰ ἕποιτο τῷ Δ τὸ Β, ὅτε ἅμα ἀληθῆ ἐστι τὰ Δ Α, τότε ἄν ἅμα ἀληθῆ γίγνοιτο καὶ τὰ Α Β· ἐπὶ γὰρ τοῦ Δ ἄμφω ἅμα ἔσται ἀληθῆ, εἰ ἀντιστρέφοι καὶ ἕποιτο τῷ Δ τὸ Β. ὅτε γὰρ καὶ ἐφ’ οὗ ἀληθὲς τὸ Δ, τότε καὶ ἐπὶ τούτου ἀληθὲς γίνεσθαι τὸ Β· ἦν δὲ κείμενον καὶ τὸ Α ποτὲ συναληθεύειν αὐτῷ. εἶεν #x003C; ἄρα ὁμοίως ἀληθῆ τὰ Α Β· ἀδύνατον δὲ ἅμα ἀληθῆ εἶναι τὰ Α Β· τοῦτο γὰρ ἔκειτο.