In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
οὐκ ἔστι δὲ ταὐτὸν οὔτ᾿ εἶναι οὔτ᾿ εἰπεῖν, ὅτι ᾧ τὸ B [*](127r) ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει.
Ἐπεὶ γίνεται καὶ παρὰ τὸν τρόπον τῆς κατηγορίας τὸ σημαινόμενον διάφορον, φησὶ δεῖν καὶ τοῦτο παραφυλάττειν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν, πῶς ἡ κατηγορία γέγονε. καὶ ὅτι γε παρὰ τὸν τρόπον τῆς κατη- γορίας τὸ σημαινόμενον διάφορον γίνεται, δείκνυσιν. λέγει γάρ, ὅτι οὕτε ἐν τῇ ὑπάρξει τε καὶ τῷ σημαινομένῳ ταὐτόν ἐστιν οὔτε ἐν τῇ φωνῇ τῇ σημαινούσῃ τὸ ὅτι ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ A ὑπάρχει χεῖ καὶ ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ καὶ τὸ Α ὑπάρχει παντί· τοῦτο γάρ ἐστιν, ὃ λέγει. καὶ ὅτι γε μὴ ταὐτὸν σημαίνει ταῦτα ἀλλήλοις, δείκνυσιν. ἂν μὲν γὰρ εἴπωμεν ᾧ τὸ Β ὑπάρχει, μὴ προσθέντες τὸ ‘παντί᾿, τούτῳ παντὶ τὸ Α ὑπάρχει, ἀδιορίστως εἰλήφαμεν τὸ Β κατηγορεῖσθαι, οὗ κατηγορεῖται, οἷον τοῦ Γ, εἰ τούτου κατηγοροῖτο· τὸ δὲ ἀδιόριστον ἐφαρ- μόζει καὶ τῷ ἐπὶ μέρους. δύναται οὖν τὸ Β τινὶ τῷ Γ κεῖσθαι ὑπάρχον· κἄν γὰρ τινὶ αὐτῷ ὑπάρχῃ, ἀληθὲς τὸ ὑπάρχειν αὐτῷ τὸ Α, καὶ γίνεται τὸ ἀδιορίστως λεγόμενον ἴσον τῷ ‘ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α’· τούτου δὲ ὄντος καὶ κειμένου γίνεται τὸ Α τινὶ τῷ Β ὑπάρχον. ὅταν γὰρ ᾧ τινὶ τὸ Β ὑπάρχει, τούτῳ ληφθῇ τὸ Α ὑπάρχειν εἴτε ἁπλῶς εἴτε παντί, ἴσον λαμβάνεται τῷ τὸ Α τινὶ τῷ Β, ὥσπερ καὶ ὅταν ληφθῇ, ᾧ παντὶ τὸ Β ὑπάρχει, τούτῳ ὑπάρχειν τὸ Α παντί, κατὰ παντὸς τοῦ Β εἴληπται τὸ A, εἴ γε κατὰ παντός ἐστιν τὸ μηδὲν εἶναι λαβεῖν τοῦ ἑτέρου, “καθ᾿ οὗ θάτερον οὐ ῥηθήσεται”· ταὐτὸν γάρ ἐστι τὸ ‘καθ᾿ οὗ παντὸς τὸ B, κατ’ ἐκείνου τὸ A παντός᾿ τῷ κατὰ παντὸς τοῦ Β τὸ Α. ἔστι δὲ καὶ ἡ μείζων πρότασις αὕτη ἐν τῇ ἐκκειμένῃ συζυγίᾳ οὔσῃ ἐν πρώτῳ σχήματι. γίνεται οὖν οὕτως οὕτως] λαμβανομένης τῆς προτάσεως ἐν πρώτῳ σχήματι ἡ μείζων πρότασις ἐπὶ μέρους. ἀσυλλόγιστος δὲ ἡ τοιαύτη συζυγία, ἄν τε τὸ Β τῷ Γ παντὶ ὑπάρχῃ ἄν τε τινί· ἔσται γὰρ ἡ ἐλάσσων αὕτη πρότασις. ἔσται δὲ ἐπὶ ὅρων σαφέστερον τὸ λεγόμενον. κείσθω ἐπὶ τοῦ Β πτηνόν, ἐπὶ τοῦ Α λευκόν. ἄν δὴ ῥηθῇ, ᾧ πτηνὸν ὑπάρχει, τούτῳ παντὶ λευκόν, κύκνου μὲν δὴ] ληφθέντος τοῦ πτηνοῦ ἀληθὲς τὸ εἰρημένον· καὶ γὰρ πτηνὸν ὁ κύκνος καὶ λευκόν. ἄν δέ τις φῇ ‘ἀλλὰ κόρακι τὸ μὲν πτηνὸν ὑπάρχει, τὸ δὲ λευκὸν οὐκέτι᾿, ῥητέον, ὅτι οὐκ ἐρρήθη ‘ᾧ παντὶ τὸ Β’, ἀλλ’ ἁπλῶς ‘ᾧ ὑπάρχει᾿, ὃ ἴσον ἐδύνατο εἶναι τῷ ‘τινὶ τῷ Β τὸ Α’. οὕτω δὲ λαμβανομένου ἀσυλλόγιστος ἡ συζυγία· καὶ γὰρ ὑπάρξει τὸ Α τῶν ὑπὸ τὸ Β [*](9 post καὶ prius add. τὸ a 10 γε om. a 12 οὗ scripsi: οὐ aB 14 μέρει a ὑπάρχειν a 15 ὑπάρχει a 16 ᾧ B: οὗ a 16 17 τὸ] (??) ὑπάρχει, τού[τῳ] παντὶ τὸ ἁ. τούτου δὲ] ὄντος καὶ κειμένου γί[νεται] τὸ ἁ τινὶ in mg. B1; unc. incl. pericrimt 17 τῷ ex τὸ corr. Β1 18 ὑπάρχει a: ὑπάρχῃ B 20 ὑπάρχειν a: ὑπάρχει Β 21 λαμβάνειν a καθ’ οὗ κτλ.] c. 1 Ι b 30 22 τοῦ (??) Β 24 ἐκκειμένῃ] ἐκ in ras. Β2 25 οὕτως altcniin add. Β: oni. a 26 ἐπὶ μέρους in mg. B2 μέρει a 29 ὑπάρχῃ a 30 δὴ delevi 31 φησὶν a 32 ᾦ Β: τὸ ἁ a 33 ὑπάρχῃ a ὃ ex (o corr. Β 33. 34 λαμβανομένων a)
Εἰ μὲν οὖν τὸ Α τῷ Β ὑπάρχει, μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β, οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἰ τινὶ μόνον ὑπάρχει, ἀνάγκη τὸ Α οὐχ ὅτι οὐ παντί, ἀλλ’ οὐδὲ ὑπάρχειν τῷ Γ.
Τὸ λεγόμενον ὑπ’ αὐτοῦ ἐστιν, ὅτι, εἰ τὸ Α τινὶ τῷ Β ὑπάρχει καὶ μὴ παντί ἦν δ’ ἄν παντί, εἰ καθ’ οὗ τὸ Β παντός, κατὰ τούτου παντὸς τὸ Α κατηγορεῖτο· τὸ γὰρ μὴ παντὶ δέ, καθ’ οὗ τὸ Β ἴσον ἐστὶ τῷ ‘μὴ κατὰ παντὸς δὲ τοῦ Β λέγεται᾿ καὶ ‘καθ᾿ οὗ παντὸς τὸ Β’), οὐ μόνον, φησίν, οὐ παντὶ ὑπάρξει τὸ Α τούτῳ, ᾧ τὸ B, ἀλλὰ ἐνδέξεται τὸ αὐτὸ μηδὲ ὅλως αὐτῷ ὑπάρειν, ἄν τε τὸ Β κατὰ παντός τινος ληφθῇ κατηγορούμενον οἷον τοῦ Γ, ὡς τὸ λευκὸν κατὰ τινὸς μὲν ἀψύχου κατὰ πάσης δὲ χιόνος, ἄν τε κατὰ τινός, ὡς τὸ πτηνὸν κατὰ τινὸς μὲν μέλανος κατὰ παντὸς δὲ κόρακος, καὶ οὐδετέρῳ αὐτῶν τὸ λευκὸν καίτοι τινὶ πτηνῷ ὑπάρχον. οὐ γὰρ περὶ τοῦ μὴ. παντὶ τὸ Α τῷ Γ ὑπάρχειν ἢ παντὶ ὁ λόγος ἔσται ἐν τῇ τοιαύτῃ συζυγίᾳ· δύναται γὰρ καὶ μηδ’ ὅλως αὐτῷ ὑπάρχειν· ἡ γὰρ μείζων πρότασις ἐν πρώτῳ σχήματι ἐπὶ μέρους οὖσα ἀσυλλόγιστον τὴν συμπλοκὴν ποιεῖ, ὅπως ἄν ἡ ἐλάττων ἔχουσα ληφθῇ. τὸ δὲ οὔτ’ εἰ παντὶ τῷ Γ τὸ Β, οὔτ’ εἰ τινὶ μόνον ὑπάρχει ἐν μέσῳ εἴρηται ταὐτὸν ὂν τῷ ‘οὔτ᾿ εἰ ἐπὶ μέρους εἴη ἡ ἐλάττων λαμβανομένη πρότασις, οὔτ’ εἰ καθόλου. τὸ δὲ καθ’ οὗ τὸ Β, ὃ ἔλαβεν, οὐκ ἔστιν ἴσον τῷ [*](1 ἐπὶ Β2 Β1 evan.): ἐπεὶ a 2 πτηνὸν B: λευκὸν a 5 οὖν om. a 6 μὲν γὰρ τὸ a 7 αὗται αἱ B: αἱ τοιαῦται a 10 δὲ ὑπάρχει a 11 ante λευκῷ add. τῷ Ar. (om. n) 13 τὸ (ante καλόν) om. a 16 ἐπὶ (post τοῦ) in mg. add. B2 18 τινὶ (cf, vs. 34) om. Ar. 20 τῷ (??) aB (n): om. Ar. 22 ’ B: ’ a 29 αὐτῷ a 29. 30 ὑπάρχον om. a 30 ἡ ὑπάρχειν a 31 τῇ om. a 33 post ἔχουσα eras. (?) 1— 2 lit. B 36 ὃ Β. ἢ a τῷ Β: τοῦ a)
Εἰ δὲ καθ’ οὗ ἄν τὸ Β λέγηται ἀληθῶς, τούτῳ παντὶ ὑπάρχει.
Προσυπακουστέον, ὅτι τὸ Α. ἔστι δὲ τὸ καθ’ ὅτου ἄν, ὡς ἔφαμεν, ἴσον τῷ ‘πατὰ παντός, καθ’ οὗ τὸ ᾿. πρόσκειται δὲ τὸ ἀληθῶς, ἐπεὶ δύναται κατὰ παντὸς μὲν κατηγορεῖσθαι, ψευδῶς δέ. ἔστιν οὖν ἡ τάξις· εἰ δὲ καθ’ οὗ παντὸς τὸ Β λέγεται, κατ’ ἐκείνου παντὸς τὸ Α λέγοιτο, συμβήσεται τὸ Α, καθ’ οὗ παντὸς τὸ Β λέγεται, κατὰ τούτου παντὸς λέγεσθαι. ἐδήλωσε δέ, ὅτι τὸ καθ᾿ ὅτου ἄν τὸ B ἴσον ἐστὶ τῷ ‘καθ᾿ οὗ τὸ Β παντός᾿, μεταλαβὼν αὐτὸ εἰς τοῦτο αὐτό· γίνεται γὰρ οὕτως ληφθείσης τῆς προτάσεως τὸ Α κατὰ παντὸς τοῦ Β. ἔστω γὰρ ἐπὶ μὲν τοῦ Α ζῷον, ἐπὶ δὲ τοῦ Β γελαστικὸν ἢ λογικόν, ἐπὶ δὲ τοῦ Γ ἄνθρωπος. καθ’ ὅτου δὴ ἢ τὸ γελαστικὸν ἢ τὸ λογικόν, κατὰ τούτου παντὸς τὸ ζῷον· τὸ δὲ γελαστικόν, ἀλλὰ καὶ τὸ λογικὸν ὁμοίως, εἰ τοῦτο ληφθείη, οὕτως κατὰ ἀνθρώπου· κατὰ παντὸς γὰρ αὐτοῦ· καὶ τὸ ζῷον ἄρα· ἴσον γάρ ἐστι τοῦτο τῷ ‘τὸ ζῷον κατὰ παντὸς γελαστικοῦ, τὸ γελαστικὸν κατὰ παντὸς ἀνθρώπου, τὸ ζῷον ἄρα κατὰ παντὸς ἀνθρώπου᾿. κἄν κατὰ τινὸς δὲ ληφθῇ ἢ τὸ γελαστικὸν ἢ τὸ λογικόν, οὐδὲν ἧττον κἀκείνῳ τῷ τινὶ τὸ ζῷον συλλογιστικῶς ὑπάρξει.
Εἰ μέντοι τὸ Α λέγεται, καθ’ οὗ ἄν τὸ Β λέγηται, κατὰ παντός.
Ἀδιόριστον πάλιν λαμβάνει τὴν ἐλάττονα· τοιοῦτον γάρ ἐστι τὸ καθ’ οὗ <ἂν> ἄλλο ὂν τοῦ ‘καθ’ ὅτου ἄν’, ὥσπερ καὶ τὸ ‘καθ’ οὗ᾿ τοῦ ‘καθ᾿ ὅτου᾿. καὶ ἔστιν αὕτη ἡ αὐτὴ τῇ ἐν ἀρχῇ εἰρημένῃ τῇ “ᾧ τὸ Β ὑπάρχει, τούτῳ παντὶ τὸ Α ὑπάρχει”. ἄν δὴ οὕτως ἡ πρότασις ληφθῇ ἀδιορίστως καὶ ᾖ ἀληθὴς τῷ τὴν ἐπὶ μέρους ἀληθῆ εἶναι τὴν ‘ᾧ τὸ Β τινί, τὸ Α παντί᾿, ὡς τὸ Β τινὶ τῷ Γ ὑπάρχειν, ἀλλὰ μὴ παντί· τοῦτο γὰρ δηλοῖ τὸ οὐδὲν κωλύει <, εἰ> τῷ Γ ὑπάρχει τὸ B μὴ παντὶ δέ, τὸ A ὅλως μὴ ὑπάρχειν· τότε γὰρ ἔσται ἀσυλλόγιστος, ὅταν τὸ ἀδιορίστως εἰλημμένον τῷ ἐπὶ μέρους ἐφαρμόζῃ. τὸ γὰρ ‘ᾧ τὸ Β, τὸ Α παντί᾿ ἀσυλλόγιστον, ὅταν ἴσον ᾖ τῷ ’to τὸ Β τινί, [*](1 καθ’ ὅτου prius ex καθὸ τοῦτο corr. Β3 καθ᾿ ὅτου alteram ex καθὸ τοῦ corr. ᾦ διωρισμένον a: τοῦ (superscr. B3) διωρισμένου Β 3 μέρει a 4 καθ’ οὗ ἄν] cf. vs. 11 7 ἀληθῶς ex ἀληθὲς, ut viiletur, corr. Β1 8 τάξις scripsi (cf. p. 379,5): πρότασις Β: λέξις a 9 κατ’ ἐκείνου a: κατέχειν οὐ Β πάντως a τὸ (??) . . . τούτου (ex τοῦ corr. B3) παντὸς (11) om. a 12 τὸ p παντὸς B pr. B pr.: corr. Β2 14 ἐπὶ δὲ τοῦ (??) . . . τὸ δὲ γελαστικόν (16) om. a 16 aute ἀνθρώπου add. παντὸς a 18 ante γελαστικὸν expunxit δὲ B 20 κἀκεῖνο a 21 εἰ . . . παντός (22) textui continuant aB λέγηται Ar.: λέγεται aB 24 ἄν prius addidi καθ’ οὗ a: καθότου Β τοῦ superscr. Β2 καθότου a B pr.: καθόλου corr. B1 20 ᾖ a: ἡ B1: εἰ B3 28 εἰ Ar. cod. C et Al. ipse p. 378,4: om. aB et Ar. 29 ὑπάρχει C: ὑπάρχειν aB et Ar. cf. p. 378,4 δὲ παντὶ a (??) B (pr. Cn): (??) ἢ a et Ar.)
Ἐν δὲ τοῖς τρισὶν ὅροις δῆλον ὅτι τὸ καθ’ οὗ τὸ Β, παντὸς <τὸ A> λέγεσθαι, λέγεσθαι, τοῦτ’ ἔστι, καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων λέγεσθαι καὶ τὸ Α.
Ὃ λέγει, τοιοῦτόν ἐστιν. ὅτι ἐν ταῖς τοιαύταις προτάσεσιν, αἳ δυνάμει τοὺς τρεῖς ὅρους ἐν αὑταῖς ἔχουσιν, ὁποῖαί εἰσιν, ἃς ἐξέθετο νῦν, καὶ ὅλως αἱ κατὰ πρόσληψιν ὑπὸ Θεοφράστου λεγόμεναι αὗται γὰρ τοὺς τρεῖς ὅρους ἔχουσί πως· ἐν γὰρ τῇ ‘καθ᾿ οὗ τὸ Β παντός, κατ’ ἐκείνου καὶ τὸ Α παντός᾿ ἐν τοῖς δύο ὅροις, τῷ τε Β καὶ τῷ Α, τοῖς ὡρισμένοις ἤδη πως περιείληπται καὶ ὁ τρίτος, καθ’ οὗ τὸ Β κατηγορεῖται, πλὴν οὐχ ὁμοίως ἐκείνοις ὡρισμένος καὶ φανερός), ἐν δὴ ταῖς τοιαύταις προτάσεσιν, αἳ τῇ λέξει μόνον τῶν κατηγορικῶν διαφέρειν δοκοῦσιν, ὡς ἔδειξεν ἐν τῷ Περὶ καταφάσεως ὁ Θεόφραστος, φησίν, ὅτι ἡ οὕτως λαμβανομένη, ὅτι καθ’ οὗ τὸ Β παντός, κατ’ ἐκείνου παντὸς τὸ Α, σημαίνει τὸ καθ’ ὅσων τὸ Β λέγεται, κατὰ πάντων τούτων λέγεσθαι καὶ τὸ Α· τοῦτο γὰρ ἐδείχθη. διὸ εἰ μὲν εἴη τῷ Β τὸ κατὰ παντὸς προσκείμενον, καὶ τὸ Α κατὰ παντὸς ἔσται τοῦ Β· οὕτως δὲ καὶ καθ’ ὧν τὸ Β κατηγορεῖται, καὶ τὸ Α κατηγορηθήσεται. εἰ δὲ μὴ εἴη τῷ Β τὸ κατὰ παντὸς προσκείμενον ἐν τῇ κατὰ πρόσληψιν προτάσει, ἀλλ’ ἀδιορίστως λαμβάνοιτο, οὐκέτι τὸ Α κατὰ παντὸς κατηγορηθήσεται τοῦ B. οὕτως δέ, ὃ ἄν προσληφθῇ, ἀσυλλόγιστος ἡ συμπλοκή.
Καὶ εἰ μὲν κατὰ παντὸς τὸ Β, καὶ τὸ Α οὕτως.
Λαβὼν ἐν τῷ “καθ᾿ οὗ τὸ Β παντὸς τὸ Α λέγεσθαι” τὴν μείζονα πρότασιν τὴν AB καθόλου ἴσον γὰρ τῷ “καθ᾿ οὗ τὸ Β παντὸς τὸ Α’’ τὸ ‘κατὰ παντὸς τοῦ Β τὸ ᾿), ἐπειδὴ τῆς ἐλάττονος προτάσεως καὶ ἐπὶ [*](1 τὸ ᾱ . . . ᾦ τὸ (??) ante τινί (377,31) habet a et in mg. Β2: post τινί addi voluit Β3 παντὶ altenim add. Β3: om. a 2 τῷ (??) Β: τὸ fi a τὸ ᾦ Β: τῷ ᾦ a τινί alteram lit ex vs. 3 translatum dclevi 3 τῷ scripsi: τὸ aB τὸ ᾱ a: τῷ ᾱ Β 6 (??) a 1 τὸ altcrum om. a ’ 9 δὲ aB (C): δὴ Ar. 10 τὸ a a et Ar. et Al. ipse vs. 30,31: om.B 12 δυνάμεις B pr. 13 καὶ ὅλως Β: ὁποῖαί εἰσιν a 16 ὡρισμένος a 18 καὶ om. a 19 κατηγορικῶν ex κατηγοριῶν corr. B2 ἔδειξεν] hinc altera manus 20 ὁ om.a 21 τὸ ἁ siiperscr. Β1 τὸ ἁ παντὸς a καθ’ ὅσων τὸ om. a 22 τούτων aB (corr. C): om. Ar. (cf. vs. 11) 24. 25 κατηγορεῖται τὸ (??), κατηγορηθήσεται καὶ τὸ ἁ a 25 τῷ Waitz Org. I, 29: τὸ aB 27 ὃ om. a 31 τὸ (ante καθ’) a 32 τῷ (ante κατὰ) a)
Οὑ δεῖ δ’ οἴεσθαι παρὰ τὸ ἐκτίθεσθαί τι συμβαίνειν ἄτοπον.
ἔκθεσιν μὲν λέγει τὴν τῶν ὅρων καταγραφήν. ἐπεὶ δὲ ἐν τῇ τῶν συλλογισμῶν παραδόσει κέχρηται τοῖς στοιχείοις ἀντὶ τῶν ὅρων καὶ ἐπ’ αὐτῶν δέδειχε τάς τε συλλογιστικὰς συζυγίας καὶ τὰς ἀσυλλογίστους, νῦν λέγει περὶ τούτου, ὅτι μὴ παρὰ τὴν τοιαύτην λῆψιν τῶν ὅρων καὶ ἔκθεσιν ὑπολαμβάνειν χρὴ ἄτοπόν τι καὶ ψεῦδος συμβαίνειν ὡς τῆς τῶν στοιχείων λήψεως αἰτίας γινομένης τοὐ δοκεῖν δείκνυσθαί τι συνάγον ἢ μὴ δείκνυσθαι, ὡς πολλάκις δείκνυταί τινα παρὰ τὴν ὕλην συνάγοντά τι οὐκ ὄντα συλλογιστικά.
οὐδὲν γὰρ προσχρώμεθα ἐν τῇ διὰ τῶν στοιχείων λήψει (ἐκ δὲ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα ἡ κατὰ τοὺς συλλογιστικοὺς δεῖξις· ὅταν γὰρ τὸ μὲν ὡς ὅλον τὸ δὲ ὡς μέρος) τῇ οἰκειότητι τῇ πρὸς ἀλλήλους τῶν ὅρων ὡς διὰ τούτου δεικνύναι τὸ συναγόμενον, οἷον ὅτι τόδε τοῦδέ ἐστι γένος ἢ τόδε τοῦδέ ἐστιν ἴδιον ἡ ὁρισμός, ὥσπερ ἄν εἰ τὴν ὕλην παρετιθέμεθα· τὰ γὰρ στοιχεῖα αὐτὰ μόνον σημεῖα κοινὰ τῶν ὅρων εἴληπται οὐδὲν [*](128v) παρ’ αὑτῶν συντελοῦντα εἰς τὸ ἢ συνακτικὴν δειχθῆναι τὴν συζυγίαν ἢ ἀσύνακτον. ὡς γὰρ ὁ γεωμέτρης ὑπὲρ σαφηνείας τῆς κατὰ τὴν διδασκαλίαν καταγραφὴν ποιεῖταί τινα καὶ λέγει ‘ἔστω ποδιαία ἥδε, ἢ ἔστω εὐθεῖα ἥδε οὕτε τὴν ποδιαίαν ποδιαίαν λαμβάνων οὕτε τὴν εὐθεῖαν εὐθεῖαν, οὐδὲ τοῖς καταγεγραμμένοις προσχρώμενος δείκνυσιν αὐτῷ τὸ προκείμενον, ἀλλὰ τούτοις σημείοις χρῆται οὐδὲν συντελοῦσιν οὐδὲ συνεισφέρουσι πρὸς τὸ δεικνύμενον οὐδὲν γὰρ ἔλαττον καὶ μὴ καταγράψας ταύτας μηδὲ προσχρησάμενος αὐταῖς δύναται δεῖξαι τὸ προκείμενον), ἀλλ’ ὑπὲρ τοῦ εὖ παρακολουθῆσαι † τούτου ἐν τοῖς λεγομένοις λαμβάνει ταῦτα, ἵν’ ἔχουσά πως ἡ διάνοια ἐπαναπαύεσθαι τούτοις [*](5 τάξιν scripsi: πρότασιν aB (of. p. 380, 31, 382,2) 9 ὑπάρχοι Β1 corr.: ὑπάρχει a B pr. Θεόφραστος] fr. 63d 14 ἐπεὶ Β: ἐπειδὴ a 15 συλλογιστικῶν a καὶ om. a 16 δεδειχὼς a 17 ct 19 λῆξιν ct λήξεως a 20 δείκνυσθαί a 21 ἐν oin. a 24 δείκνυνται a 25 ἢ prius om. a 25. 26 παρατιθέμεθα a 26 αὐτὰ scripsi: αὐτὸ aB 27 αὐτῶν a 29 ποδιαία Β: δικαία a ἥδε ἡ ἔστω] δὲ ἢ ἔστω] evau. Β 31 προκείμενον Β: ᾱ κείμενον a 32 οὑδὲ Β: ἢ a 34 εὖ om. in lac. a τούτου ἐν Β: τοῦτο a; fort, latet τὸν νοῦν 35 ταῦτα λαμβάνει a)
Ὅλως γὰρ γὰρ ὃ μή ἐστιν ὡς ὅλον πρὸς μέρος καὶ ἄλλο πρὸς τοῦτο ὡς ὡς μέρος πρὸς ὅλον.
Ἣν ἐκτέθειται ἀκολουθίαν καὶ συμπλοκὴν προτάσεων, ἐν πρώτῳ ἐστὶ σχήματι, τρόπον δέ τινα καὶ ἐν τοῖς ἄλλοις σχήμασιν ἡ αὐτὴ τάξις τῷ κἀκεῖνα δείκνυσθαι συλλογιστικὰ διὰ τοῦ πρώτου σχήματος. λέγει δὲ ὡς ὅλον μὲν τὸν κατηγορούμενον ὅρον, ὡς μέρος δὲ τὸν ὑποκείμενον, τὸ ὡς προστιθείς, ὅτι μήτε πάντως ὁ κατηγορούμενος ἐπὶ πλέον μήτε πᾶν τὸ ἐπὶ [*](1 παρακολουθεῖ a καὶ ora. a τὴν ἔκστασιν τῶν στοιχείων a. o τὸ (uute y) Β: oin. a 7 ἐν oin. a 13 καὶ alteriiin et ὡς ἔχει τὸ ἔμψυχον τὸ ζῷον (14) om. a; etiam τούτου ἐλήφθη ut ex vs. 11 translata delevi 15 πρώτη om. in lac. a 16 ζῴου scripsi: ζῷον aB 17 post έστιν lac. 10 — 11 lit. Β: 12 — 13 lit. a; seutentia nihil requiritur 21 τοιούτων Β: τούτων a 22 ὕλης B: ὅλης a 23 τι a: τε B 24 ὥστ’] incipit novum lemmation 28 ὡς om. a 30 ἐκτίθεται a ἐστὶ om. a 31 τάξις scripsi (of. p. 379,5): πρότασις a: evan. Β τῷ scripsi: τῶν a: evan. Β)
Τῷ δ’ ἐκτίθεσθαι προσχρώμεθα ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες.
εἰπών, ὅτι οὐ παρὰ τοὺς ἐκτιθεμένους ὅρους δείκνυταί τι οὐδὲν γὰρ τὰ στοιχεῖα πρὸς τὰ δεικνύμενα συντελεῖ παρ’ αὑτῶν), νῦν λέγει, διὰ τί ὅλως αὐτοῖς προσ χρώμεθα· διὰ γὰρ τὸ εὐπαρακολουθητότερα τὰ λεγόμενα [*](129r) μένα ἐπὶ τῆς καταγραφῆς εἶναι, ὥσπερ καὶ ἐπὶ τῶν γεωμετρικῶν δείξεων αἰσθητά τινα λαμβάνομεν ἐν ταῖς καταγραφαῖς οὐ περὶ αἰσθητῶν τὰς ἀποδείξεις ποιούμενοι ὑπὲρ τοῦ εὐπαρακολουθητότερα τοῖς μανθάνουσι τὰ δεικνύμενα γίνεσθαι, ἐπεὶ οὐδὲν ἔλαττον καὶ λόγῳ ψιλῷ διεξιόντες ταῦτα δεικνύουσι καὶ χωρὶς καταγραφῆς. τὸ οὖν ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες ἴσον ἂν εἴη τῷ ‘ὥσπερ καὶ αἰσθητοῖς τισι πρὸς τὴν μάθησιν καὶ διδασκαλίαν τινῶν προσχρώμεθα λέγοντες ἐπὶ τούτων, ἃ δείκνυμεν᾿ ταῦτα δ’ ἐστὶ τὰ γεωμετρικά. τὸ γὰρ ὥσπερ καὶ τῷ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες σημαίνει, ὅτι πολλάκις διδάσκοντές τι οὐκ αἰσθητὸν τὰς δείξεις ποιούμεθα τοῖς μανθάνουσιν ἐπὶ αἰσθητῶν παραδειγμάτων διὰ τούτων ἐφιστῶντες αὐτοὺς ἐπὶ τὴν τῶν οὐκ αἰσθητῶν νόησιν. οὔτε γὰρ τότε χρώμεθα ταῖς τῶν αἰσθητῶν παραβολαῖς ὡς ἐπ’ ἐκείνων καὶ δι’ ἐκείνων γινομένης τῆς δείξεως, οὔτε τῇ τῶν στοιχείων ἐκθέσει ὡς ἄνευ τούτων μὴ δυναμένου γενέσθαι τοὐ συλλογισμοῦ ὥσπερ ἐπὶ τῶν προτάσεων τῶν οἰκείων, ἐξ ὧν ὁ συλλογισμός. ἐκείνων μὲν <γάρ> χωρὶς οὐχ οἷόν τὸν κατ’ αὐτὰς γενέσθαι συλλογισμόν· τὰ δὲ στοιχεῖα οὐδέν ἐστι τῶν δεικνυμένων μέρος. καὶ εἴη ἄν ἴσον τὸ εἰρημένον τῷ ‘ὥσπερ καὶ οἱ ὑπὲρ τοῦ αἰσθάνεσθαι τὸν μανθάνοντα λέγοντες ἐπὶ τοιούτων᾿.
Μὴ λανθανέτω δὲ ἡμᾶς, ὅτι ἐν τῷ αὐτῷ συλλογισμῷ οὐχ ἅπαντα τὰ συμπεράσματα δι’ ἑνὸς σχήματός ἐστιν.
ἐπεὶ ὁ λόγος αὐτῷ, περὶ ἀναλύσεως συλλογισμῶν, εἰσὶ δέ τινες καὶ σύνθετοι συλλογισμοί, ἐν οἷς πλείω τὰ συμπεράσματα καὶ πλείους οἱ συλλογισμοί, μὴ λανθανέτω ἡμᾶς, φησίν, ὅτι ἐν τοῖς ἐκ πλειόνων συλλογισμῶν καὶ συμπερασμάτων συγκειμένοις συλλογισμοῖς οὐχ ἅπαντα τὰ συμπεράσματα κατὰ τοὺς συλλογισμοὺς ἅπαντας ἀναγκαῖόν ἐστιν ἐν τῷ αὐτῷ γεγονέναι σχήματι, ἀλλ’ ἐγχωρεῖ τὸ μέν τι συμπέρασμα κατὰ πρῶτον σχῆμα γεγονέναι τῶν ἐν αὐτῷ, τὸ δέ τι κατὰ δεύτερον ἢ τρίτον. ἐν μὲν γὰρ τῷ τοιούτῳ [*](1 μέρος a 3 χρώμεθα a: οὕτω χρώμεθα Ar. καὶ τῷ Ar. : καὶ τὸ aB (cf. vs. 12,15) οὐδὲ a ἐν B: ἐπὶ a 10 post u-sp add. δὲ a 12 τῷ Β: τὸ lit vs. 3 a 13 ἴσον . . . λέγοντες (16) om. a 15 τῷ scripsi: : τὸ Β 21 ὥσπερ . . . συλλογισμόν (23) 0111. a 22 γὰρ addidi 24 οἱ 0111. a 27 ἐστιν aB (n): εἰσιν Ar. 29 post σύνθετοι add. οἱ a 31 συγκείμενοι συλλογισμοὶ a 33 μέν τι B: μέντοι a)
Παραφυλακτέον δέ, ὅτι ὥσπερ ἐν τοῖς ἁπλοῖς ἀποφατικοῖς συλλογισμοῖς ἀδύνατον μιᾶς πλείους ἀποφατικὰς προτάσεις ληφθῆναι, οὕτως καὶ ἐν τοῖς συνθέτοις· καὶ γὰρ τῶν συνθέτων ἡ παραύξησις διὰ τῶν καταφατικῶν γίνεται. ἀλλ’ οὐδὲ ἐκ πλειόνων ἐπὶ μέρους, ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἓν καὶ ἐν τοῖς συνθέτοις ἐπὶ μέρους συλλογισμοῖς ὥσπερ καὶ ἐν τοῖς ἁπλοῖς. τὰ δὲ καταφατικὰ καὶ καθόλου ὡς ἐν τοῖς ἁπλοῖς πλείω καὶ ἐν τοῖς συνθέτοις.
[*](7 παντὶ τῷ δ καὶ τὸ (??) παντὶ τῷ δ in vestigiis man. priinae evanidae Β2 ante καὶ add. ἀλλὰ a 8 τοῦ (post ὑπὸ) B2 Β1 even.) 11 ἐν a: om. Β 12 τοῦ τρίτου, ἡγουμένου δὲ . . . σῶμα πύρινον ὁρισαμένου (p. 385,24) oin. in lac. duarura fere paginarum a 19 (??) ex (??) corr. B1 23 ἂν addidi 29 ἡγουμένου scripsi: ἡγουμένων B)ἐπεὶ δ’ οὐ πᾶν πρόβλημα ἐν παντὶ σχήματι ἀλλ’ ἐν ἑκάστῳ τεταγμένον.
Ὅτι τὰ μὲν τῶν προβλημάτων ἐν πᾶσι δείκνυται τοῖς σχήμασι, ὡς τὰ ἐπὶ μέρους ἀποφατικά, τὰ δὲ ἐν τοῖς δύο, ὡς τό τε ἐπὶ μέρους καταφατικόν ἐν γὰρ τῷ πρώτῳ καὶ τῷ τρίτῳ) καὶ τὸ καθόλου ἀποφατικόν ἐν γὰρ πρώτῳ καὶ ἐν δευτέρῳ), τὰ δὲ ἐν ἑνὶ μόνῳ, ὡς τὸ καθόλου καταφατικόν ἐν γὰρ πρώτῳ μόνῳ), δῆλον. φησὶ δὲ δεῖν ἀναλύοντας τὸν προκείμενον συλλογισμόν, ὅστις ἄν ᾖ, ἐπεὶ μὴ πάντα τὰ συμπεράσματα ἐν τῷ αὐτῷ σχήματι γίνεται, ὡς ἐδείχθη, καὶ δεῖ ἕκαστον εἰς τὸ οἰκεῖον ἀνάγειν, τοῦ ληφθέντος συμπεράσματος μὴ ἐν πᾶσι τοῖς σχήμασιν ἔτι ζητεῖν τὴν ἀνά- λυσιν, εἰ μὴ εἴη τῶν ἐν πᾶσι δεικνυμένων , ἀλλ’ ἐκ τοῦ συμπεράσματος γνωρίσαντας, ἐν ᾧ ἢ μόνῳ δείκνυται ἢ μάλιστα. τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐν μόνῳ τῷ πρώτῳ, τὸ δὲ καθόλου ἀποφατικὸν μάλιστα ἐν τῷ δευτέρῳ, εἰ καὶ μὴ ἐν μόνῳ διχῶς γὰρ ἐν τούτῳ), τὸ δὲ ἐπὶ μέρους ἀποφατικόν τε καὶ καταφατικὸν ἐν τῷ τρίτῳ μάλιστα· ἑκάτερον γὰρ τριχῶς. ἐν ᾧ δ’ αὖ μάλιστα ἢ μόνῳ δείκνυται σχήματι τὸ κείμενον συμπέρασμα, κατὰ τοῦτο ἢ μόνον ἢ μάλιστα χρῆναί φησιν δεῖν] τοῦ προκειμένου συλλογισμοῦ ζητεῖν ποιεῖσθαι τὴν ἀνάλυσιν τῶν συμπερασμάτων]. αὐτὸς μὲν οὖν ἀπὸ τῶν συμπερασμάτων ἀξιοῖ λαμβάνειν τὸ σχῆμα, εἰς ὃ δεῖ ποιεῖσθαι τὴν ἀνάλυσιν τοῦ ἐκκειμένου συλλογισμοῦ. δῆλον δέ, ὅτι ῥᾷον ἄν τὸ οἰκεῖον σχῆμα ·εὑρεθείη τοῦ μέσου ληφθέντος, ὡς ἐν τοῖς πρώτοις εἴρηκεν· ἐν γὰρ τῇ τούτου ποιᾷ σχέσει πρὸς τοὺς ἄκρους ἡ τοῦ σχήματος εὕρεσις· τὸ γὰρ συμπέρασμα ἐνδέχεται καὶ κοινὸν πλειόνων εἶναι σχημάτων. τοῦτο δὲ φθάνει ἐν τοῖς πρόσθεν εἰρηκέναι.
Τούς τε πρὸς ὁρισμὸν τῶν λόγων, ὅσοι πρὸς ἕν τι τυγχάνουσι διειλεγμένοι.
Ὅτι τῶν προβλημάτων τῶν τεσσάρων, ὧν ἐν τοῖς τοπικοῖς ἐξέθετο, ἐν τοῖς ἀπὸ τοῦ ὁρισμοῦ ἐστι, δῆλον. καὶ τοῦτο δὴ παραινεῖ δεῖν ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ποιεῖν, ὅσοι συλλογισμοὶ ἀνασκευαστικοί εἰσιν ὅρου τινὸς ἀποδεδομένου, <εἰ> εἶεν ἑνός τινος τῶν ἐν τῷ ὅρῳ καὶ πρὸς ἓν τῶν ἐν αὐτῷ διειλεγμένοι καὶ οὕτως ἀναιροῦντες τὸν ὅρον. ἀναιρεῖται γὰρ ὁρισμὸς καὶ δείκνυται μὴ ὑγιὴς καὶ ἑνός τινος ἀναιρεθέντος τῶν ἐν αὐτῷ, ὡς εἰ τις ὁρισαμένου τινὸς τὸν ἄνθρωπον ζῷον λογικὸν θνητὸν πτηνὸν δείξαι διὰ συλλογισμοῦ, ὅτι μὴ εὐλόγως τὸ πτηνὸν πρόσκειται οὐ γάρ ἐστιν οἰκεία διαφορὰ ἀνθρώπου), ὅλον μὲν τὸν ἀποδεδομένον ὅρον <ἂν> ἀνασκευάσειεν· ψευδὴς γὰρ ὁ πᾶς γίνεται καὶ οὑτινοσοῦν ἀναιρεθέντος τῶν [*](2 τεταγμένον Β (Bun): τεταγμένα Ar. 10 ἔτι scripsi: ἐστι Β 17 δεῖν delevi (fort. corr. δεῖ vs. 19 hue translatum) 18 τῶν συμπερασμάτων delevi (cf. vs. 19) 21 εἴρηκεν] c. 32 p. 47a40sq. 27 ὅτι] parum liquet scriptum B 30 εἰ addidi 35 post ὅρον superscr. οὐκ B3 35. 36 ἄν ἀνασκευάσειεν scripsi: ἀνασκευάσειν Β)
Ἔτι δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατέον ἀνάγειν· οὐ γὰρ ἔστιν ἑκτῶν κειμένων ἀνάγειν.
Φησίν, ὅτι τοὺς ἐξ ὑποθέσεως δεικνύντας τι λόγους οὐ χρὴ πειρᾶσθαι ἀναλύειν καὶ ἀνάγειν εἰς τὰ σχήματα· οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἐκ τῶν κειμένων καὶ εἰλημμένων ἀνάλυσιν αὐτῶν καὶ ἀναγωγὴν εἴς τι τῶν σχημάτων ποιήσασθαι. τούτου δὲ τὸ αἴτιον προσέθηκεν αὐτὸς εἰπὼν οὐ γὰρ διὰ συλλογισμῶν δεδειγμένοι εἰσίν, ἀλλὰ διὰ συνθήκης ὡμολογημένοι πάντες. ἐν πᾶσι γὰρ τοῖς ἐξ ὑποθέσεως οὐ τοῦ τιθεμένου καὶ δεικνυμένου ὁ συλλογισμὸς γίνεται, ἀλλὰ τοῦτο μὲν διά τινος ὑποθέσεως τε καὶ συνθήκης λαμβάνεται, ὁ δὲ συλλογισμὸς πρὸς ἄλλο τι καὶ ἄλλου τινὸς γίνεται· “πρὸς γὰρ τὸ μεταλαμβανόμενον”, ὡς εἶπε. συλλογισμοὺς δὲ ἁπλῶς καὶ κυρίως λέγει τοὺς κατηγορικούς. ὅτι δὲ τοιοῦτοι οἱ συλλογισμοί, οὗς λέγει ἐξ ὑποθέσεως, δῆλον. ὅ τε γὰρ ἐξ ὁμολογίας καὶ συνθήκης δεικνύς τι ἐξ ὑποθέσεως ὤν, ὃ μὲν βούλεται δεῖξαι, ὑποτίθεταί τε καὶ συντίθεται καὶ οὐ συλλογίζεται, ἄλλο δέ τι, ἀλλ’ οὐχ ὃ ὑποτίθεται, συλλογίζεται, οἷον ὁ βουλόμενος τὴν ἀρετὴν ἐπιστήμην δεῖξαι, εἶτα συντιθέμενος, ἄν δείξῃ τὴν ἀρετὴν διδακτόν τι, καὶ ἐπιστήμην αὐτὴν δεδεῖχθαι, ἔπειτα δεικνὺς καὶ συλλογιζόμενος, ὅτι διδακτὸν ἡ ἀρετή, διὰ τοῦ ‘πᾶσα ἕξις λογικὴ διδακτή, ἡ δὲ ἀρετὴ ἕξις λογική᾿· ὁ γὰρ συλλογισμὸς γίνεται τούτῳ οὐ πρὸς τὸ προκείμενον, ἀλλὰ “πρὸς τὸ μεταλαμβανόμενον”, ὡς αὐτὸς προείρηκεν. ἐξ ὑποθέσεως δέ εἰσι καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύντες τι, ἐφ’ ὧν οὐδ’ αὐτῶν ὁ συλλογισμὸς τοῦ δεικνυμένου γίνεται, ἀλλ’ ὁ μὲν συλλογισμὸς πρὸς τὸ ὑποτεθὲν καὶ τοῦ ψεύδους, τῇ <δὲ> ἀναιρέσει τῇ τοῦ συλλογισμοῦ δειχθέντος ἀδυνάτου τίθεται τὸ προκείμενον οὐδενὸς πρὸς αὐτὸ συλλογισμοῦ προηγουμένως γενομένου. ἀλλὰ καὶ ἐπὶ τῶν διὰ τοῦ συνεχοῦς ὑποθετικῶν, ὁμοίως δὲ καὶ τοῦ διαιρετικοῦ. τὸ μὲν οὖν τιθέμενον οὐ διὰ συλλογισμῶν λαμβάνεται ἀλλὰ διὰ τὴν ὑπόθεσιν, ὁ δὲ συλλογισμὸς ἄλου γίνεται· τοῦ γὰρ προσλαμβανομένου ἢ μεταλαμβανομένου.
Σαφῶς δὲ διὰ τοὐ παραδείγματος, ὃ λέγει, γνώριμον ποιεῖ. ·ἄν γὰρ ὑποθώμεθα καὶ συνθώμεθα, ἄν μὴ ᾖ μία δύναμις πάντων τῶν ἐναντίων, μηδὲ ἐπιστήμην εἶναι μίαν πάντων τῶν ἐναντίων, εἶτα συλλογισώμεθα καὶ [*](131r) δείξωμεν, ὅτι μή ἐστι μία δύναμις τῶν ἐναντίων πάντων, λαβόντες ‘τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία, τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, οὐ πάντων ἄρα τῶν ἐναντίων μία δύναμις᾿ ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώ- [*](3 ἔτι B: ὅτι a 13 εἶπε] c. 23 p. 41 a 39 15 γὰρ Β: δὲ a 17 συλλογίζεται scripsi: συλλογίζεσθαι aB 18 δείξῃ scripsi: δείξω aB 19 διδακτήν a 25 τὸ ψεῦδος a; at cf. p. 388,29,30 δὲ a: om. Β τῇ altemm om. a τοῦ διὰ scripsi: διὰ τοῦ Β: τοῦ διὰ τοῦ a 28 ὑποθετικῶν a: ὑποθετικῶς Β οὖν om. a 33 συλλογιζώμεθα a 34 ἐπιδείξωμεν a 35 post καὶ alteruin add. τοῦ a οὐ μία δύναμίς ἐστιν a 36 οὐ πάντων ἄρα . . . δύναμις (p. 387, 1) om. a)
Τὸ δ’ ἴσως προσέθηκεν, ὅτι μὴ πάντως τοῦτο διὰ συλλογισμοῦ δείκνυται, ἀλλ’ ἔνεστι καὶ αὐτὸ ὡς ἐναργὲς δι’ ὑποθέσεως καὶ διὰ συνθήκης λαβεῖν, οἷον εἴ τις πάλιν βουλόμενος λαβεῖν, ὅτι ὑγιεινοῦ καὶ νοσώδους οὐχ ἡ αὐτὴ δύναμις, ὑπόθοιτο εἰπὼν ἱεῖ τῶν ἀντικειμένων οὐ μία ἐστὶν καὶ ἡ αὐτὴ δύναμις, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους᾿, εἶτα ἐπὶ τῶν ἀντικειμένων τὸν λόγον ποιήσαιτο ὁ γὰρ συλλογισμὸς ἔσται περὶ τὸ μὴ εἶναι τῶν ἀντικει- μένων δύναμιν μίαν, ἀλλ’ οὐ πρὸς τὸ τοῦ ὑγιεινοῦ καὶ νοσώδους μὴ εἶναι δύναμιν μίαν), ἢ ὡς αὐτὸς δοκεῖ δεδειχέναι, ἱεῖ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις, [*](1 συλλογισμῶν a 3 θερμαίνειν a ψύχει Β: ψύχειν a τὸ alteruui om. a 5 τὸ (post διὰ) Β: τοῦ a 6 ante οὐχ add. μὴ a διότι] cf. Yahlen Rhetor, p. 58 9 post ἄρα add. οὐδὲ a 12 τῶν ἐναντίων πάντων μίαν a 14 μέντοι a: δείκνυσι Β2 (B1 evan.) 15 συλλογισμῶν a 17 πᾶσα Β (pr. Bc): μία a (re. ABC) IS εἶτα oin. a 20 συλλογισμῶν a 21 τὸν λόγον oin. Ar. 23 συλλογισμῶν a μὴ addidi 24 συλλογισμῶν a 25 μὴ om. a 26 τούτῳ . . . τὸ scripsi: τοῦτο . . . τῷ aB δὲ οὐ om. a 28 συλλογισμῶν a 31 ἀντικειμένων οὐ οὐ superscr. Β2) μία B: ἐναντίων οὐκ a καὶ supcrscr. B(??): om. a 33 aute τῶν add. περὶ a)
Εἰπὼν δὲ περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν καὶ δείξας, ὅτι μὴ γίνεται τοῦ τιθεμένου ὁ συλλογισμός, ἀλλ’ εἴπερ ἄρα, ἄλλου τινός, ἑξῆς λέγει περὶ τῶν δι’ ἀδυνάτου, οἳ καὶ αὐτοὶ τῶν ἐξ ὑποθέσεως εἰσιν. φησὶ γάρ, ὅτι μηδὲ τούτους ἔστιν ἀναλύειν, ὅτι μηδ’ ἐπὶ τούτων πρὸς τὸ τιθέμενον ὁ συλλογισμὸς ἀλλ’ ἄλλου τινός. διὰ γὰρ τὸ <τὸ> ἀντικείμενον αὐτῷ ἀδύνατόν τι συμβαῖνον δείκνυται διὰ συλλογισμοῦ· τὸ δὲ προκείμενον τῇ τοῦ ἀδυνάτου διὰ συλλογισμοῦ δειχθέντος ἀναιρέσει τίθεται ἀλλ’ οὐ δι’ οἰκείου καὶ πρὸς αὐτὸ γεγονότος συλλογισμοῦ. ὁμολογουμένου γὰρ τοῦ πᾶσαν ἀρετὴν καλὸν εἶναι, ἔτι δὲ τοῦ πᾶν τὸ καλὸν ἐπαινετόν, πρὸς τὸν μὴ συγχωροῦντα πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι ὁ δεικνὺς τοῦτο διὰ τῆς [*](1 τὸ αὐτὸ ὑγιεινὸν . . . οἷόν τε ἄμα (2) om. a 3 τοιαύτη B: αὐτὴ a συλλογισμῶν a 4 καὶ aB (f): καὶ τοῦ Ar. 5 τὸ alterum add. B: om. a 6 οὐ superscr. B-: om. a 6. 7 συλλογισμῶν a 8 αὐτὸ om. a 9 et 10 συλλογισμῶν a 10 τῶν ἐναντίων μίαν a 12 τοιούτου Β: τούτου a 13 μὴ δὲ a 1.5 ante ἐκ add. ὡς a 16 ὑγ[είαν καὶ νόσον ὄπα ἐν]αντία] unc. inch evanida restituit Β2 17 συλλογισμῶν a Θεόφραστος] fr. 62 18. 19 προσλαμβανόμενον a: προσλαμβάνον B 20 συλλογισμῶν a δὴ τοιαύτην B: ταύτην a 21 δεικνύναι om. in lac. a τὸ addidi 22 συλλογισμῶν a 23 ὅτι] ὡς a ὢ ἴσον om. in lac. a εἰ Β: εἶτα a 24 δείξει a 25 προείρηται a 30 τὸ addidi: τῷ a 31 συμβαίνειν a)
Διαφέρουσι δὲ τῶν προειρημένων.
Λέγει τὴν διαφοράν, ᾗ διαφέρουσιν οἱ δι’ ἀδυνάτου τῶν ἐξ ὁμολογίας. ἀμφότεροι μὲν γὰρ ἐξ ὑποθέσεως, ἀλλ’ ἐπ’ ἐκείνων μέν, εἰ μὴ πρῶτον ὁμολογία γένοιτο, ὡς ἐπὶ τοῦ δεικνυμένου ἔχει, οὕτως δὲ καὶ ἐπὶ τοῦ προκειμένου ἔσεσθαι δεδειγμένον, οὐ πάντως δειχθέντος ἐκείνου τοῦτο κατεσκεύασται· οὐ γὰρ x003E; ὁ δείξας, ὅτι μὴ πάντων τῶν ἐναντίων ἡ αὐτὴ δύναμίς ἐστιν, ἐξ ἀνάγκης ἑπόμενον τὸ ‘οὐδὲ ἐπιστήμη᾿, εἰ μὴ προσυνέθετο περὶ αὐτοῦ. ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδεμιᾶς ὁμολογίας γενομένης τῇ δείξει τοῦ ἀδυνάτου τίθεται τὸ ἀντικείμενον αὐτῷ διὰ τὴν τῆς ἀντιφάσεως ἀνάγκην.
Οἷον τεθείσης τῆς διαμέτρου συμμέτρου τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις.
Παραδείγματι πάλιν τούτῳ κέχρηται τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὗ τὴν δεῖξιν ἐν τοῖς ἔμπροσθεν, ἥτις ἐστίν, εἰρήκαμεν. εἰπὼν δὲ περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι καὶ μὴ προδιομολογησάμενοι συγχωροῦσι διὰ τὸ φανερὸν εἶναι τὸ ψεῦδος, τοῦ πῶς φανερόν ἐστι τὸ ψεῦδος τὸ ἑπόμενον τῇ ὑποθέσει παρέθετο παράδειγμα τοῦτο τὸ ὑποτεθείσης τῆς διαμέτρου συμμέτρου εἶναι τῇ πλευρᾷ ἕπεσθαι τὸ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι, οὐχ ὡς φανερῶς καὶ γνωρίμως ἑπομένου τούτου τῇ ὑποθέσει, ἀλλ’ ὡς δεικνυμένου μὲν διὰ συλλογισμοῦ, ὅτι ἕπεται, φανερῶς δ’ ὄντος ἀτόπου καὶ ἀναιροῦντος τὴν ὑπόθεσιν, ᾗ εἵπετο· ἧς ἀναιρεθείσης διὰ τὴν τοῦ ἑπομένου ἀτοπίαν τὸ ἀντικείμενον αὐτῆς τίθεται, ὃ ἦν προκείμενον. πῶς δὲ ἕπεται τῷ ‘ἄν ἡ διάμετρος σύμμετρος ᾖ τῇ πλευρᾷ᾿ τὰ περιττὰ τοῖς ἀρτίοις εἶναι ἴσα, διὰ τῶν πρώτων, ὡς εἶπον, ἐδείξαμεν.
Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὗς ἐπισκέψασθαι δεῖ καὶ ἐπισημῆναι καθαρῶς.
εἰπὼν περὶ τῶν ἐξ ὁμολογίας καὶ τῶν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς λέγει καὶ ἄλλους πολλοὺς ἐξ ὑποθέσεως περαίνεσθαι, περὶ ὧν ὑπερτίθεται [*](7 οἱ B: ὡς a 11 οὐ Β: καὶ a ἔδειξεν a: om. B ὁ δείξας om. a 14 αὐτῶν a 15 τὸ a B pr.: τῷ B1 corr. IG τοῖς om. a 17 χρῆται a 18 τις evan. B εἰρήκαμεν] p. 260,9 sq. 23 εἶναι Β: τῆς a 24 ἀλλ᾿ ὡς . . . ᾗ εἵπετο (25) om. a ἀλλ’ ὡς scripsi: καλῶς Β διὰ scripsi: δὴ Β 26 αὐτῇ a 27 τὸ τὰ a (of. vs. 15,22) 30 διασημῆναι a et Ar.)
Ὅσα δ’ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλημάτων, ἄν ἐν θατέρῳ συλλογισθῇ, ἔστιν ἀνάγειν τὸν συλλογισμὸν εἰς θάτερον.
Κεῖται, ὅτι τὰ μὲν τῶν προβλημάτων ἐν ἑνὶ δείκνυται μόνῳ σχήματι, ὡς τὸ καθόλου καταφατικόν ἐν γὰρ τῷ πρώτῳ μόνῳ), τὰ δὲ ἐν δύο, ὡς τὸ καθόλου ἀποφατικὸν πάλιν· ἐν γὰρ τῷ πρώτῳ καὶ ἐν τῷ δευτέρῳ. ὁμοίως δὲ ἐν δύο καὶ τὸ ἐπὶ μέρους καταφατικόν· καὶ γὰρ <ἐν> τῷ πρώτῳ καὶ τρίτῳ. τὸ δ’ ἐπὶ μέρους ἀποφατικὸν μὴ] ἐν τοῖς τρισίν. οὕτως τοίνυν ἔχοντος τούτου φησίν, ὅτι, ὅσα τῶν προβλημάτων διὰ πλειόνων δείκνυται σχημάτων, ἐὰν συλλογισθῇ ἔν τινι, δυνατὸν ἀναγαγεῖν τὸν συλλογισμὸν καὶ εἰς τὸ ἄλλο σχῆμα ἢ εἰς τὰ ἄλλα, ἐν ᾧ ἢ ἐν οἷς καὶ αὐτοῖς τὸ αὐτὸ πρόβλημα δείκνυται. οἷον εἰ εἴη ἐν πρώτῳ σχήματι τὸ καθόλου ἀποφατικὸν δεδειγμένον, ἐνέσται τὸν συλλογισμὸν τὸν γινόμενον ἀναγαγεῖν καὶ εἰς τὸ δεύτερον σχῆμα ἀντιστρέψαντας τὴν ἀποφατικὴν πρότασιν, ἐπειδὴ καὶ ἐν τούτῳ τῷ σχήματι τὸ πρόβλημα τοῦτο δείκνυται. ὁμοίως δέ, κἄν ἐν τῷ [*](3 λέγοι scripsi: λέγει aB 4 συνεχῶν a 5 συνεζευγμένου a ἀποφατικῆς a: ἀποφατικοῦ Β 6 ἕτεροι om. a 9 εἴρηται] cf. p. 324, 16 sq. ἐκεῖνο Brandis Schol. p. 185a6: ἐκεῖνα aB 11 post μέντοι add. καὶ a 12 καὶ prius superscr. B 17 ἡ delevi οἱ om. a 18 φθάνωμεν a 19 λέγοιτο δ’ ἄν B δ᾿ delevi): λεγόμενος a 21 συλλογισθῇ B: συλλογισμῷ a ἀναγαγεῖν Ar. 23 μόνῳ δείκνυται a 25 πάλιν ἀπο.φατικόν a ἐν τῷ (post καὶ) om. a 26 καὶ (ante τὸ) superscr. Β ἐν (ante τῷ) a: om. Β 27 ἀποφατικὸν μὴ μὴ om. a) ἐν Β2 (B1 evan.) 28 ὅσα B: τὰ a διὰ B: μὲν a 30 τὸ αὐτὸν a)
ἐὰν δὲ τὸ κατηγορικὸν ᾖ πρὸς τῷ Β, τὸ δὲ στερητικὸν [*](132v) πρὸς τῷ Γ.
Ὁ δεύτερος ἐν τῷ δευτέρῳ σχήματι ἦν ὁ τὴν μείζονα ἔχων καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν δεικνύμενος διὰ δύο ἀντιστροφῶν τῆς τε ἀποφατικῆς προτάσεως καὶ τοῦ συμπεράσματος. δείκνυσι δέ, πῶς τοῦτον ἀνάξομεν εἰς τὸν ἐν τῷ πρώτῳ σχήματι καθόλου ἀποφατικόν. φησὶ δὲ δεῖν τὸν ἐλάττονα ὅρον πρῶτον τιθέναι ὡς μείζονα καὶ πρὸ τοῦ μείζονος, ὃν ἐν τῷ συμπεράσματι δεῖ κατηγορῆσαι, καὶ τὴν καθόλου ἀποφατικὴν πρότασιν καὶ] ἀντιστρέψαντας αὐτῇ προσλαμβάνειν τὴν μείζονα πρότασιν τὴν καθόλου καταφατικὴν ὡς ἐλάττονα. οὕτω γὰρ ἔσται τὸ πρῶτον σχῆμα καὶ ἔσται συναγόμενον τὸ τὸν ἐλάττονα μηδενὶ τῷ μείζονι· ὃ συμπέρασμα αντιστρέψαντες ἡ γὰρ καθόλου ἀποφατικὴ ἀντιστρέφει) ἕξομεν τὸ προκείμενον δεδειγμένον τὸ τὸν μείζονα μηδενὶ τῷ ἐλάττονι. ἦν δὲ μέσος μὲν ὁ Α ἐν τῷ συλλογισμῷ τῷ ἐν δευτέρῳ σχήματι, μείζων δὲ ὁ [*](2 ἀναγαγεῖν εἰς τὸ πρῶτον a 3 εἶναι om. a 5 post ἐν add. τῷ a 11 ἄλλα σχήματα a 14 ἐδείχθη] c. 5 p. 27a37 sq., c. 6 p. 28b17 sq. 15 ἐπὶ ὢν a 17. 18 ταύτην τὴν ἔφοδον a 18. 19 τὸ σχῆμα a 19 εἶπε] c. 32 p. 47 a 5 20 φανερώτερα a et Ar. : φανερώτατα Β 21 κατηγορικὸν a et Ar. : κατηγορούμενον Β 26 τῷ om. a 28 ὃν om. a 29 καὶ delevi ἀντιστρέψαντας αὐτῇ scripsi: ἀντιστρέψαντες αὐτὴν aB 30 ἐστι a 31 τὸν Β: τὴν a ὃ scripsi: τὸ Β: τὸ δὲ a 33 τὸν scripsi : τὴν aB 34 μὲν om. a)
Ὅταν δὲ τὸ κατηγορικόν, οὐκ ἀναλυθήσεται.
εἰπὼν περὶ τοῦ τρίτου ἐν τῷ δευτέρῳ σχήματι ὄντος ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος καὶ δείξας αὐτὸν ἀναγόμενον διὰ τῆς μείζονος προτάσεως ἀντιστραφείσης εἰς τὸν ἐν πρώτῳ σχήματι τέταρτον νῦν λέγει περὶ τοῦ τετάρτου συλλογισμοῦ τοῦ ἐν τῷ δευτέρῳ σχήματι· φησὶ δέ, ὅταν ᾖ τὸ καταφατικὸν πρὸς τῷ μείζονι ἄκρῳ, τὸ δὲ στερητικὸν πρὸς τῷ ἐλάττονι. οὕτως δὲ ἐχουσῶν ἐξ ἀνάγκης ἡ συζυγία συλλογιστική ἐστιν ἔχουσα τὴν ἑτέραν ἐπὶ μέρους τὴν δὲ ἑτέραν καταφατικὴν καθόλου· μείζων γὰρ αὕτη· ἀδύνατον γάρ, ὡς ἐδείχθη, ἐν δευτέρῳ σχήματι μὴ οὔσης τῆς μείζονος καθόλου συλλογισμὸν γίνεσθαι. γίνεται οὖν ἡ ἀποφατικὴ ἐπὶ μέρους. ἡ δὲ οὕτως ἔχουσα συζυγία καὶ ὁ ἐκ τοιούτων προτάσεων συλλογισμὸς ἐν δευτέρῳ σχήματι ἔχων ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα οὐκ ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα, καίτοι τοῦ ἐπὶ μέρους ἀποφατικοῦ καὶ ἐν πρώτῳ δεικνυμένου σχήματι, ὅτι μὴ δείκνυται ὁ συλλογισμὸς οὗτος δι’ ἀντιστροφῆς ἀλλὰ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἡ δὲ ἀνάλυσις τῶν ἐξ ἄλλου σχήματος εἰς ἄλλο σχῆμα συλλογισμῶν δι’ ἀντιστροφῆς, ὡς ἔφαμεν, γίνεται. τὸ δὲ οὔτε γὰρ ἐπιδέχεται ἀντιστροφὴν τὸ ΑΒ εἴρηκεν, οὐχ ὅτι οὐδ’ ὅλως ἀντιστρέφει ἡ καθόλου καθόλου γὰρ κεῖται καταφατικὴ ἡ Α Β, τῇ δὲ καθόλου καταφατικῇ ἡ ἐπὶ μέρους καταφατικὴ ἀντιστρέφει), ἀλλ’ ὅτι αὑτῇ οὐκ ἀντιστρέφει· αὗται γὰρ κυρίως ἀντιστρέφειν λέγονται αἱ αὑταῖς ἀντιστρέφουσαι. διὸ μάλιστα ἀντιστρέφειν δοκεῖ ἡ καθόλου ἀποφατικὴ ὑπάρχουσά τε καὶ ἀναγκαία καὶ ἡ ἐπὶ μέρους καταφατική· ἡ δὲ καθόλου καταφατική, εἰ καὶ ἔχει τινὰ ἑαυτῇ ἀντιστρέφουσαν, ἀλλ’ οὐ πρὸς αὑτὴν ἀντιστρέφει. διὰ τοῦτο δὴ εἶπεν ‘οὔτε γὰρ ἐπιδέχεται ἡ καθόλου καταφατικὴ ἀντιστροφήν, οὔτε εἰ καὶ γένοιτο ἀντιστροφὴ καὶ ληφθείη, ἣν ἐπιδέχεται ἡ καθόλου καταφατικὴ ἀντιστροφήν (ἐπιδέχεται δὲ τὴν τῆς ἐπὶ μέρους καταφατικῆς), συλλογιστικὴ ἔτι ἡ συζυγία᾿· γίνεται γὰρ ἐν πρώτῳ σχήματι συζυγία ἔχουσα ἐπὶ μέρους καταφατικὴν τὴν μείζονα τὴν BA, ἐπὶ μέρους δὲ ἀποφατικὴν τὴν ἐλάττονα (τὴν) Α Γ, ἥτις ἀσυλλόγιστός ἐστιν. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ οὔτε γενομένης ἔσται συλλογισμὸς ἀντὶ τοῦ ‘οὔτε εἰ καὶ συχωρηθείη τὴν καθόλου καταφατικὴν ἀντιστρέφειν αὑτῇ, οὐδ’ οὕτως ἔσται συλλογισμός᾿. [*](2 ὃν ἡ B: ᾧ οὐ α 4 τῷ om. a 5 μέρους scripsi: pipsi aB μέρει a 12. 13 συλλογισμὸς γενέσθαι a 13 et 15 μέρει a 19. 20 ἐπιδέχεται om. a: δέχεται ται Ar. (cf. vs. 27) 20 τὸ Β: τοῦ a 21 ἡ ap καταφατικὴ a 21. 22 καθόλου a 22 μέρει a (corr. Waitz 1. c.) αὑτῇ Brandis Schol. p. 185a25: αὕτη aB 23 αὐταῖς scripsi: αὐταῖς aB 24 ἐπιφατικὴ a 25 μέρει a μέρεική (ante εἰ) a 26 ἀντιστρέφουσαν ἑαυτῇ a αὑτὴν scripsi: αὐτὴν Β: ἑαυτὴν a δὴ a: δ’ Β 27 καὶ εἰ a 29 et 30 μέρει a 32 τὴν om. a post ἥτις add. καὶ a 33 καὶ Β: μὴ (quod delebat Waitz 1. c.) a 34 αὐτῇ scripsi: αὐτῇ Β: ἑαυτῇ a)
Πάλιν οἱ ἐν τῷ τρίτῳ σχήματι οὐκ ἀναλυθήσονται [*](133r) πάντες εἰς τὸ πρῶτον, οἱ δὲ ἐν τῷ πρώτῳ πάντες εἰς τὸ τρίτον.
Ὀτι τρίτῳ οὐκ ἀναλυθήσονται πάντες εἰς τὸ πρῶτον, αἴτιος ὁ ἕκτος συλλογισμὸς ἐν αὐτῷ ἐκ καθόλου καταφατικῆς τῆς έλάττονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς μείζονος οὐ δυνάμενος δι’ ἀντιστροφῆς δειχθῆναι ὥσπερ οὐδὲ ὁ τέταρτος ἐν τῷ δευτέρῳ σχήματι· καὶ γὰρ αὐτὸς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μόνης ἐδείκνυτο, ὡς προϊὼν δηλώσει. τὸ δὲ εἰρημένον, ὅτι οἱ ἐν τῷ πρώτῳ πάντες εἰς τὸ τρίτον, οὐχ οὕτως εἴρηται, ὅτι ἁπλῶς πάντες οὔτε γὰρ ὁ καθόλου καταφατικὸν ἔχων τὸ συμπέρασμα οὔτε ὁ καθόλου ἀποφατικὸν εἰς τὸ τρίτον ἀνάγονται σχῆμα), ἀλλὰ πάντες οὗτοι, ὅσοι δεικνύμενον ἔχουσι πρόβλημα, ὃ καὶ ἐν τῷ τρίτῳ σχήματι δείκνυται· περὶ γὰρ τούτων ὁ λόγος αὐτῷ. εἰσὶ δὲ οὗτοι οἱ δύο οἱ ἔχοντες ἐπὶ μέρους τὸ συμπέρασμα· ὁ μὲν γὰρ καταφατικόν, ὁ δὲ ἀποφατικόν· ταῦτα γὰρ καὶ ἐν τῷ τρίτῳ σχήματι τὰ συμπεράσματα δείκνυται. καὶ πρώτου γε τὴν ἀνάλυσιν ποιεῖται τοῦ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους κατα- φατικὸν συνάγοντός· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος τῆς ἐπὶ μέρους καταφατικῆς τὸ τρίτον γίνεται σχῆμα καὶ συζυγία ἡ ταὐτὸν συνάγουσα τῷ κειμένῳ ἐν τῷ πρώτῳ σχήματι. καὶ τὸν ἐπὶ μέρους δὲ ἀποφατικὸν συνάγοντα ἐν πρώτῳ σχήματι ἀναλύει εἰς τὸ τρίτον κατὰ τὴν τῆς ἐπὶ μέρους καταφατικῆς πάλιν ἀντιστροφήν, ἥτις ἐστὶν ἐλάττων· ὁ γὰρ συλλογισμὸς οὗτος ἐκ καθόλου ἀποφατικῆς ἐστι τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος, ἧς ἀντιστραφείσης πάλιν τὸ τρίτον σχῆμα γίνεται καὶ ἐν αὐτῷ συζυγία ἐπὶ μέρους ἀποφατικὸν δεικνύουσα.