In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 49a 6)

Τὸ δ’ ὑπάρχειν τόδε τῷδε καὶ τὸ ἀληθεύεσθαι τόδε κατὰ τοῦδε τοσαυταχῶς ληπτέον, ὁσαχῶς αἱ κατηγορίαι διῄ- ρηνται.

Εἰπὼν ἐν τοῖς προειρημένοις “ὁσαχῶς τὸ εἶναι λέγεται καὶ τὸ ἀληθὲς εἰπεῖν τοῦτο, τοσαυταχῶς οἴεσθαι χρὴ καὶ τὸ ὑπάρχειν” οὐ γὰρ τοῖς ὀνόμασιν ἢ τῇ τῶν ὀνομάτων πτώσει προσέχοντας χρὴ τὰς κατηγορίας ἐν ταῖς προτάσεσι ποιεῖσθαι, ὡς εἰ μὲν κατ’ εὐθεῖαν λέγοιτο, καὶ δὴ γίγνεσθαι κατηγορίαν, ἄν δὲ κατὰ πτῶσιν, μηκέτι, ἀλλὰ πρὸς τὰ πράγματα ἀποβλέποντας χρὴ καὶ τὰς ὑπάρξεις αὐτῶν, ὡς ἐνδέχεται ταύτας σημαίνεσθαι καὶ δι’ ἧς ἄν πτώσεως, οὕτως καὶ τὰς προτάσεις σχηματίζειν), νῦν λέγει, ποσαχῶς ἀληθές ἐστιν εἰπεῖν ἄλλο ἄλλῳ ὑπάρχειν· ὁσαχῶς γὰρ αἱ κατηγορίαι καὶ τὰ τῶν ὄντων γένη διῄρηται. ἢ γὰρ ὡς οὐσίαν τὸ κατηγορούμενον τοῦ ὑποκειμένου καὶ ἐν τῷ τί ἐστιν ὂν αὐτοῦ ληπτέον ἐν ταῖς προτάσεσιν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿, ἢ ὡς ποσότητα αὐτοῦ δηλοῦν, ὡς ἐν τῇ ‘ὁ ἄνθρωπος τρίπηχύ ἐστιν᾿, ἡ ὡς ποιότητα, ἄν λευκὸς εἶναι ῥηθῇ, ἢ ὡς σχέσιν, ἐὰν δεξιὸς ἢ πατήρ, ἢ ὡς ἐνέργειαν, ἂν διαλέγηται ἢ γράφῃ, ἢ ὡς πάθος, ἂν τύπτηται ἢ ἀλγῇ, ἢ ὡς τόπον, ἄν ἐν Λυκείῳ εἶναι ῥηθῇ, ἢ ὡς χρόνον, ἄν λέγηται, ὅτι χθὲς ἦν ἢ πέρυσιν, ἢ ὡς κεῖσθαι, ὅταν κατῆσθαι λέγηται, ἢ ὡς ἔχοντός τι, ἄν ὑποδεδέσθαι ἢ ὡπλίσθαι λέγηται. τοσαῦται γὰρ αἱ κατηγορίαι, καὶ τοσαυταχῶς οἷόν τε ἄλλο ἄλλῳ ὑπάρχειν τε καὶ ἀληθεύεσθαι κατ’ αὐτοῦ. καὶ τούτων τῶν κατηγορουμένων καὶ ἀληθευομένων κατά τινος ἢ ἁπλῶς καὶ καθόλου ληπτέον τὰ κατηγορούμενα κατηγορεῖσθαι πῇ· τὰ μὲν γὰρ γένη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ [*](1 κλήσεις a et Ar.: κλίσεις B (ABu) 3 Περὶ ἐρμ.] c. 2 p. 16a32 6 καὶ alterum om. a 7 ὡς τὸ διπλάσιον· ἡμίσεος γὰρ in vestigiis manus primae evanidae B2 12 τὸ alterum add. Β: om. a 16 ὁσαχῶς κτλ.] c. 36 p. 48b2 17 post χρὴ add. σημαίνειν Ar. 18 τῇ om. a 20.21 ἀποβλέπειν a 21 ὡς ἐνδέχεται Β: ἐνδέχεσθαι a 22 οὕτω a 23 εἰπεῖν om. a 24 διῄρηνται a 27 τριπήχης a 30 λέγηται a: γένηται Β 31 λέγηται (post καθῆσθαι) scripsi: λέγοιτο aB ὀπλίζεσθαι λέγοιτο a 33 τε om. a)

367
τὸ δὲ συμβεβηκὸς ποτὲ μὲν ἁπλῶς, ὡς ἐπὶ τῆς χιόνος τὸ λευκόν,. ποτὲ δὲ πῇ, ὡς τοῦ ὀφθαλμοῦ τὸ λευκόν. ἔτι δὲ ἢ ἀπλῶς τε καὶ ἄνευ συνθέσεως κατηγορητέον, τοῦτ’ ἔστιν ἕν τι καὶ μιᾶς πατηγορίας, ἢ συμπεπλεγμένα τε καὶ συγκείμενα· ἡ μὲν γὰρ ᾿Σωκράτης ἄνθρωπός ἐστιν᾿ ἁπλοῦν ἔχει τὸ κατηγορούμενον, ἡ δὲ λέγουσα ᾿Σωκράτης ἄνθρωπος λευκός ἐστιν᾿ ἢ ᾿Σωκράτης καθήμενος διαλέγεται᾿ σύνθετόν τε καὶ συγκείενον. ἐπισκεπτέον δέ, φησί. ταῦτα καὶ διοριστέον βέλτιον, ἐπεὶ τῶν συγκειμένων ἐν ταῖς κατηγορίαις τὰ μὲν μίαν πρότασιν ποιεῖ, τὰ δ’ οὐ μίαν. ἔστι δὲ τῶν ἰδίᾳ κατηγορουμένων ἀληθῶς τὰ μὲν καὶ συνθέντας ἀληθῶς κατηγορῆσαι, τὰ δὲ συνθέντας οὐκ ἔστιν ἀληθῶς κατηγορῆσαι. περὶ τούτων ἀξιοῖ ἄμεινον δεῖν ἐπεσκέφθαι· ἀλλὰ καὶ περὶ τῶν ἄλλων, ὧν τὰ κεφάλαια ἐκτίθεται. καὶ αὐτὸς μὲν ἐν τῷ Περὶ ἑρμηνείας, ἐπὶ πλέον δὲ Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως περὶ τούτων λέγει.