In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 49a 11)

Τὸ δ’ ἐπαναδιπλούμενον ἐν ταῖς προτάσεσι πρὸς τῷ 124v πρώτῳ ἄκρῳ θετέον, οὐ πρὸς μέσῳ.

Τὸ ἐπαναδιπλούμενον, ὅ ἐστι τὸ δὶς λαμβανόμενον, οὐχ ἁπλῶς τὸ προστιθέμενον καὶ προσκατηγορούμενον· τοῦτο γὰρ καὶ αὐτὸ τὸ ὄνομα δηλοῖ τὸ τῆς ἐπαναδιπλώσεως· ἔστι δὲ ὁ ἐπαναδιπλούμενος ἐν ταῖς προτάσεσιν ὁ μέσος ὅρος· οὗτος γὰρ γίνεται προσκατηγορούμενος ἐπαναδιπλωθείς· οὐ φησι δὲ δεῖν ἐν ταῖς ἀναλύσεσι τῶν τοιούτων συλλογισμῶν τῷ μέσῳ ὅρῳ τὸ δεύτερον λαμβανόμενον καὶ ἐπαναδιπλούμενον συντάσσεσθαι, ὡς δὶς εἶναι τὸν μέσον λεγόμενον, ἀλλὰ τῷ πρώτῳ, τοῦτ’ ἔστι τῷ μείζονι καὶ κατηγορουμένῳ. ὃ δὲ λέγει, διὰ τοῦ παραδείγματος σαφὲς πεποίηκεν· εἰ γὰρ γίνοιτο συμπέρασμα διὰ συλλογισμοῦ, ὅτι τῆς δικαιοσύνης ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν, τὸ μὲν ἐπαναδιπλούμενόν ἐστι τὸ ἀγαθόν, ὃ πρόσκειται τῇ ἐπι- στήμῃ, ἐπαναδιπλούμενον δέ, ὅτι καὶ ὁ μέσος ὅρος τὸ ἀγαθόν ἐστιν. ὁ γὰρ συλλογισμὸς οὗτος· ἡ δικαιοσύνη ἀγαθόν, τοῦ ἀγαθοῦ ἐστιν ἐπιστήμη, ὅτι ἀγαθόν, τῆς δικαιοσύνης ἄρα ἐστὶν ἐπιστήμη, ὅτι ἀγαθόν. οὕτως γὰρ κειμένων τῶν ὅρων καὶ ὄντος μείζονος μὲν ἄκρου ἐπιστήμης, ὅτι ἀγαθόν, μέσου δὲ ἀγαθοῦ, ἐλάττονος δὲ ἄκρου δικαιοσύνης ἔσται τὸ εἰρημένον συμπέρασμα τὸ τῆς δικαιοσύνης ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν, καὶ ἡ ἀνάλυσις εἰς τοὺς εἰρημένους ὅρους ἔσται τοῦ συλλογισμοῦ. ἐὰν δὲ τὸ ἐπαναδιπλούμενον τοῦτο δέ ἐστι τὸ ἀγαθόν) μὴ τῷ μείζονι ἄκρῳ συναφθῇ ἀλλὰ τῷ μέσῳ καὶ γένηται ὁ μέσος ἀγαθόν, ὅτι ἀγαθόν, οὔτε ἔτι συμπέρασμα ἔστι τὸ τὴν δικαιοσύνην ἐπιστήμην εἶναι, ὅτι ἀγαθόν, τῷ μὴ εἶναι τῷ κατηγο- [*](1 τε om. a 3 συνθέσεως a: συνέσεως Β 4 ἐν τι καὶ om. in lac. a 5. 6 τὸ κατηγορούμενον om. a 8 φησί om. a 10 et 11 κατηγορεῖν a 12 ἐπεσκέφθαι ex ἕπεσθαι coir. B1 13 post piv add. γὰρ a Περὶ ἑρμ.] c. 11 ante Θεόφρ. add. ὁ a 17 ante ἐπαναδ. add. δ’ (ut vs. 15) a: eras. Β 25 συλλογισμοῦ Β: συλλαβῶν a 31 ante ἔσται add. δὲ a 35 γενήσεται a)

368
ρουμένῳ προσκείμενον τὸ ὅτι ἀγαθόν, ὅπερ ἦν τὸ ἀναδιπλούμενον· ἀλλ᾿ [*](124v) οὐδ’ ἡ ἐλάττων πρότασις συνετὴ ἔτι· ἔσται γὰρ ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν. ἢ γὰρ περιττῶς ἔσται προσκείμενον τῷ ἀγαθῷ τὸ ὅτι ἀγαθὸν μηδὲν σημαῖνον, καὶ ἀσύνετος ἡ πρότασις ἔσται ἡ λέγουσα ‘ἡ δικαιοσύνη ἀγαθόν, ὅτι ἀγαθόν᾿, ἢ εἰ σημαντικὸν τοῦ διὰ τοῦτο τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, ὅτι μόνη ἀγαθόν ἐστι καὶ ταὐτὸν τῷ ἀγαθῷ, ψεῦδος ἂν εἴη τὸ λεγόμενον. σημειωτέον δέ, ὅτι ψεῦδος καὶ τὸ μὴ συνετὸν λέγει. οὐ δὴ τῷ μέσῳ ὅρῳ χρὴ προσκεῖσθαι τὸ ἐπαναδιπλούμενον, ὡς τὸν μέσον ὅρον εἶναι δὶς τὸν αὐτὸν λαμβανόμενον, ἀλλὰ τῷ κατηγορουμένῳ. τὸ δὲ ἡ γὰρ δικαιοσύνη, ὅπερ ἀγαθόν, δεικτικὸν ἅμ ἐστὶ τοῦ πῶς ἀληθής ἐστιν ἡ πρότασις· τὸ γὰρ ὅπερ τοῦ γένους αὐτῷ δηλωτικόν ἐστι. διὰ τοῦτο οὖν ἀληθὴς ἡ ἐλάττων πρότασις ἡ λέγουσα ‘ἡ δικαιοσύνη ἀαθόν᾿, ὅτι, ὅπερ ἀγαθόν, ἐστί, τοῦτ’ ἔστιν, ὅτι ὡς ἐν γένει τῷ ἀγαθῷ ἐστιν· τοῦτο δέ, ἐπεὶ περιέχεται ὑπ’ αὐτοῦ. ἅμα δὲ σημεῖον τὸ ὅπερ προσκείμενον τοῦ κατ’ εὐθεῖαν κατηγορεῖσθαι τὸ ἀγαθὸν τῆς δικαιοσύνης, οὐχ οὕτως, <ὡς> ἦν τὸ ὑποκείμενον ἐπιστήμῃ· τοῦ γὰρ ἀγαθοῦ ἐπιστήμη, ἀλλ’ οὐ τὸ ἀγαθὸν ἐπιστήμη. οὕτως μὲν οὖν τῆς δικαιοσύνης κατηγορεῖν τὸ ἀγαθὸν ἁπλῶς ὑγιές τε καὶ ἀληθές· τὸ γὰρ γένος τοῦ εἴδους καὶ τὸ περιέχον ὅλως τοῦ περιεχομένου κατηγορεῖται, διὸ καὶ ἁπλῶς. οὐκέτι μέντοι ἀληθὲς τὸ ‘ἡ δικαιοσύνη ταὐτὸν τῷ ἀγαθῷ ἐστιν᾿, δ δηλοῖ ὁ λέγων ‘ἡ δικαιοσύνη ἀγαθόν ἐστιν, ὅτι ἀγαθόν᾿· κοινότερον δὲ νῦν τὸ ἀγαθὸν ὡς ἐν τῷ ὅπερ καὶ ὡς γένος ἔλαβε κατηγορεῖσθαι τῆς δικαιοσύνης· ἀντὶ γὰρ τοῦ περιέχειν τῷ ὅπερ ἐχρήσατο.

Ὁμοίως δὲ πάλιν, κἀν ᾖ συμπέρασμα, ὅτι τὸ ὑγιεινὸν ἐπιστητόν ἐστιν, ᾗ ἀγαθόν, τὸ μὲν ἀναδιπλούμενόν ἐστι τὸ ἀγαθόν· ἡ δ’ ἀνάλυσις ἔσται καὶ τούτου τοῦ συλλογισμοῦ εἴς τε τοὺς ὅρους καὶ τὰς προτάσεις, ἄν ᾖ τῷ ὢ μείζονί τε καὶ κατηγορουμένῳ ὅρῳ προσκείμενον τὸ ᾗ ἀγαθόν, ἵνα ᾖ μείζων μὲν ἄκρος ἐπιστητόν, ᾗ ἀγαθόν, μέσος δὲ ἀγαθόν, ἔσχατος δὲ τὸ ὑγιεινόν. ἔσονται γὰρ αἱ μὲν προτάσεις ‘τὸ ὑγιεινὸν ἀγαθόν, τὸ ἀγαθὸν ἐπιστητόν, ᾗ ἀγαθόν᾿, συμπέρασμα δὲ ‘τὸ ὑγιεινὸν ἐπιστητόν, ᾗ ἀγαθόν᾿. ἄν δὲ μὴ τῷ κατηγορουμένῳ τὸ ἐπαναδιπλούμενον ἐν τῇ ἀναλύσει προστεθῇ ἀλλὰ τῷ μέσῳ, οὔτε τὸ συμπέρασμα ἔτι δειχθήσεται τὸ προκείμενον <τὸ> ‘τὸ ἐπιστητόν, ᾗ ἀγαθόν᾿, οὔ τε ἡ πρότασις πρότασις ἀληθής ἐστιν ἢ συνετὴ 125r ἡ λέγουσα ‘τὸ ὑγιεινὸν ἀγαθόν, ᾗ ἀγαθόν᾿. ὅμοιον τούτοις ἐστὶ καὶ τὸ ὁ τραγέλαφος δοξαστόν], ᾗ μὴ ὄν. σφόδρα δὲ συντόμως εἰρημένον ἀσάφειαν ἔχει· μόνον γὰρ ἔλαβε τὸ ἐπαναδιπλούμενον τοῦ ὑποκειμένου κατη- [*](1 ὅτι om. a συνετὴ corr. B1: συστῆ a 2. 3 ὅτι ἀγαθόν a 3 γὰρ om. a 4 συμβαῖνον a 5 εἴ om. a σημαντικὴ a τοῦ scripsi: τὸ B: om. a 6 τὸ λεγόμενον εἴη a 7 οὐδὲ a 8 ἐπαναμετρούμενον a 10 post τοῦ adil. κατ’ εὐθεῖαν a 12 ὅτι om. a 15 <ὡς> ἦν τὸ scripsi: ἢ τὸ B: δὲ τοῦτο a 19 ἡ ex εἰ corr. 21 ὡς ἐν τῷ . . . ᾗ (ex ἡ corr. B2) ἀγαθόν (24) om. a 25 τε Β: τὴν a 26 ᾖ ex ἡ corr. Β1 27 ᾖ ex ἢ corr. Β2 29 συμπέρασμα . . . ἀγαθόν om. a 30 ante τῷ add. ἐν a 31 τὸ alteram add. a: om. Β 32 πρότασις alterum om. a ἢ ex ἡ corr. Β 33 ὁ om. Ar. (cf. p. 369, 2— 5) 34 δοξαστόν, quod exceptis Bd A list. cod. nou habent, ut ex p. 369,2 —4 translatum delevi (cf. Waitzii comment.) ᾖ ex ἢ corr. Β)

369
γορούμενον παραλιπὼν τῷ κατηγορουμένῳ προσκεῖσθαι αὐτὸ δεῖν. ἔστι [*](125r) γὰρ τὸ συμπέρασμα ·τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν· ὁ δὲ συλλογισμὸς ‘τραγέλαφος μὴ ὅν, τὸ μὴ ὂν δοξαστόν, ᾗ μὴ ὄν᾿, ἐφ’ αἷς προτάσεσι συμπέρασμα τὸ τραγέλαφος δοξαστόν, ᾗ μὴ ὄν. τινὲς δὲ ἤκουσαν οὕτως· 5 ὁ τραγέλαφος μὴ ὄν, τὸ μὴ ὂν μὴ ὄν, ᾗ μὴ ὄν, τραγέλαφος ἄρα μὴ ὄν, ᾗ μὴ ὄν.

Ὅμοιον παράδειγμα τοῖς προειρημένοις καὶ τὸ ἄνθρωπος φθαρτόν, ᾗ αἰσθητόν· ἔστι γὰρ συμπέρασμα ἔχον ἐπαναδεδιπλωμένον τὸ αἰσθητὸν δῆλον ὡς διὰ μέσου ὅρου τοῦ αἰσθητοῦ γεγονότος καὶ δεδειγμένον. ὁ γὰρ ἄνθρωπος αἰσθητόν, τὸ αἰσθητὸν φθαρτόν, ᾗ αἰσθητόν· ἐφ’ οἷς τὸ κείμενον συμπέρασμα τοῦ αἰσθητοῦ ἐπαναδεδιπλωμένου καὶ δεύτερον εἰλημμένου τῷ κατηγορουμένῳ ἄκρῳ συντεταγμένου τῷ φθαρτῷ ἀλλ’ οὐ τῷ μέσῳ. τὸ δ’ ἐπαναδιπλούμενον ἐπικατηγορούμενον εἶπεν, ἐπεὶ τῷ κατηγορουμένῳ συντάσσεται καὶ ἔστιν ἐν τοῖς συμπεράσμασι προσκατηγορούμενον τε καὶ ἐπικατηγορούμενον. δύναται δὲ καὶ καθολικώτερον εἰρηκέναι νῦν, ὅτι ἐν πᾶσι τοῖς συλλογισμοῖς, ἐν οἷς ἐστι προσκείμενόν τι τῷ κατηγορουμένῳ καὶ ἐπικατηγορούμενον ἐν τῷ συμπεράσματι, ἄν τε δὶς ἡ ταὐτὸν εἰλημμένον καὶ ἐπαναδεδιπλωμένον, ὡς ἐφ’ ὧν εἰρήκαμεν εἶχεν ἦν γὰρ τῷ μέσῳ ταὐτόν· ἐδύνατο δὲ καὶ τῷ κατηγορουμένῳ ταὐτόν, ὡς ἐπὶ τοῦ τραγελάφου, εἰ ἐν τῷ συμπεράσματι λαμβάνοι τις ‘ὁ τραγέλαφος μὴ ὄν, ᾗ μὴ ὄν᾿), ἄν τε καὶ ἄλλως ᾖ προσειλημμένον, δεῖ τὰς ἀναλύσεις ποιουμένους ἐν ταῖς τῶν ὅρων ἐκθέσεσι τὸ τοιοῦτον συντάσσειν τῷ μείζονι ἄκρῳ, ὃς κατηγορεῖται ἐν τῷ συμπεράσματι· οὕτως γὰρ ἐπικατηγορούμενόν τε καὶ προσκατηγορούμενον ἔσται ἐν τῷ συμπεράσματι. ἔοικε μέντοι ταὐτὸν λέγειν ἐπικατηγορούμενόν τε καὶ ἐπαναδιπλούμενον· ἐπήνεγκε γὰρ τὸ πρὸς τῷ ἄκρῳ τὴν ἐπαναδίπλωσιν θετέον.