[*](p. 47a 13)Εἶτα σκοπεῖν, ποτέρα ἐν ὅλῳ καὶ ποτέρα ἐν μέρει.
[*](115v)Μετὰ τὸ λαβεῖν τὰς προσεχεῖς προτάσεις φησὶ δεῖν ἐπιβλέπειν, ποία καθόλου καὶ μείζων ἐστί, καὶ ποία ἐλάττων καὶ μερικωτέρα· κἂν γὰρ ἀμφότεραι καθόλου ὦσιν, ἀλλ’ ἔστιν αὐτῶν καθ’ ἕκαστον σχῆμα ἡ μὲν μείζων ἡ δὲ ἐλάττων, μείζων μέν, ἐν ᾗ ὁ μείζων καὶ κατηγορούμενος ὅρος ἐν τῷ συμπεράσματι ἐλάττων δέ, ἐν ᾗ ὁ ὑποκείμενος. ἐπεὶ δὲ ἐνίοτε οἱ συλλογίζεσθαι βουλόμενοι οὐ τιθέασιν ἀμφοτέρας τὰς προτάσεις, ἀλλὰ τὴν ἑτέραν παραλείπουσιν, αὐτόν φησι δεῖν λαμβάνειν τὴν παρειμένην, μεθ’ ἧς ἡ κειμένη τὸ προκείμενον συμπέρασμα προσεχῶς συνάγει· ἐνίοτε γὰρ οἱ συλλογιζόμενοι τὴν μὲν καθόλου πρότασιν λαμβάνουσι, τὴν δὲ ὑπ’ αὐτὴν ὡς γνῶ. ριμον παραλείπουσιν, οἷον εἴ τις συνάγοι, ὅτι ἡ ὑγεία ἀγαθόν, λαβὼν καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’, μηκέτι δὲ τὴν ἑτέραν προσλαβὼν ἀλλὰ παραλιπὼν ὡς γνώριμον· ἔστι δ’ αὕτη, ὅτι ἡ ὑγεία οἰκεῖον. ἡμᾶς οὖν τοὺς βουλομένους ἀναγαγεῖν τὸν συλλογισμὸν καὶ ἀναλῦσαι εἴς τι τῶν σχημάτων δεῖ θεῖναι τὴν παραλειπομένην· τεθείσης γὰρ εὑρεθήσεται, ἐν ᾧ σχήματί ἐστιν ὁ συλλογισμός, ὡς ἐπὶ τοῦ προκειμένου. προστεθείσης γάρ, ἧς εἶπον, προτάσεως γνώριμον ἐγένετο, ὅτι πρῶτόν ἐστι σχῆμα· ὁ μέσος γὰρ ὅρος ἐν τῷ συλλογισμῷ, τὸ οἰκεῖον, κατηγορούμενος μὲν τῆς ὑγείας ὑποκείμενος δὲ τῷ ἀγαθῷ. μὴ τεθείσης δὲ ταύτης οὐδὲ τὴν ἀρχὴν εἴη ἄν τὸ εἰρημένον συλλογισμός. ἢ πάλιν εἴ τις λαβὼν πᾶν τὸ αἱρετὸν ἀγαθὸν εἶναι ἐπιφέροι τὸ ‘ἡ ἡδονὴ ἄρα ἀγαθόν’ παραλιπὼν ὡς γνώριμον 2 [*](1 καὶ postea add. Β1 3 καὶ ut ex vs. 1 translatum delevi 6 ῥᾷον. . . ἐλάττω (7) om. a ῥᾷον Β (C corr., nm): ῥᾴω Ar. 7 εἰς Β (m): om. Ar. 8 ἁπλοῦς ex ἁπλῶς corr. Β1 10 ἐκλαμβάνειν a 11 post ἐκ add. τῶν a 18 καὶ om. a 19 ἐνίοτε post βουλόμενοι (20) transponit a 24 συνάγει a 25 λαβὼν a 26 αὐτὴ a 33 εἰρημένον Β: συναγόμενον a 34 ἐπιφέρει a)
342
τὸ τὴν ἡδονὴν αἱρετὸν εἶναι, ἥτις ἐλάττων ἐστὶ πρότασις. ὁμοίως κἄν λαβών
[*](115v) τις ‘οὐδεὶς τὰ ἀλλότρια κρύφα ὑφαιρούμενος ἀγαθός’ ἐπενέγκῃ ‘οὐδεὶς ἄρα κλέπτης ἀγαθός’ , ἔσται παρειακὼς ὡς γνώριμον τὴν ἐλάττονα τὴν ‘πᾶς δὲ κλέπτης τὰ ἀλλότρια ὑφαιρεῖται’. καὶ οὕτως μὲν ἐν τοῖς τοιούτοις ἡ ἐλάττων παραλείπεται. ἔστι δ’μ ὅτε ἔμπαλιν τὴν μὲν καθόλου παραλείπουσιν ὡς γνώριμον, τὴν δὲ ἐλάττω τιθέασιν, ὡς ὁ συλλογιζόμενος, ὅτι οὗτος κολάσεώς ἐστιν ἄξιος, διὰ τοῦ ‘μοιχὸς γάρ ἐστιν ἢ κλέπτης ἢ ἱερόσυλος’· ἐν πᾶσι γὰρ τούτοις ἡ καθόλου παρείαται ὡς φανερὰ ἡ λέγουσα, ὅτι πᾶς ὁ] μοιχὸς κολάσεως ἄξιος ἢ πᾶς κλέπτης ἢ πᾶς ἱερόσυλος, ἐφ’ οἷς συμπέρασμα τὸ ‘οὖτος ἄρα κολάσεως ἄξιος’. ἢ πάλιν εἴ τις λαβὼν τὸ ‘οὖτος καλλωπιστής’ ἐπιφέροι μοιχὸς ἄρα’ παραλιπὼν τὸ καθόλου τὸ ‘πᾶς καλλῳπιστὴς μοιχός’. χρὴ οὖν τὸν ἀνάγειν καὶ ἀναλύειν πειρώμενον πάλιν ταύτην τὴν πρότασιν αὐτὸν προστιθέναι, λέγω δὲ τὴν καθόλου. εἰπὼν δὲ ἐνίοτε γὰρ τὴν καθόλου προτείναντες τὴν ἐν ταύτῃ οὐ λαμβάνουσι τὸ ἀνάπαλιν βουλόμενος εἰπεῖν ἐπήνεγκε τὸ ἢ ταύτας μὲν προτείνουσι, τοῦτ’ ἔστι τὰς καθ’ ἕκαστα, δι’ ὧν δ’ αὗται περαίνονται, παραλείπουσιν· αὗται δ’ εἰσὶν αἱ καθόλου· διὰ γὰρ τῶν καθόλου αἱ καθ’ ἕκαστα δείκνυνταί τε καὶ πιστοῦνται τῷ ὑπ’ ἐκείνας εἶναι. διὸ καὶ ἕπονται αὐταῖς· καὶ γὰρ προεῖπεν ἐπὶ τῆς παραλειπομένης ἐπὶ μέρους τὴν ἐν ταύτῃ οὐ λαμβάνουσιν· εἰ δὲ ἐν τῇ καθόλου ἡ ἐν μέρει, εἰκότως ἄν λέγοιτο δι’ ἐκείνης καὶ περαίνεσθαι. ἔτι εἰ ἡ καθόλου τεθεῖσα ἀεὶ συγκατασκευάζει αὑτῇ τὰς ἐν μέρει τε καὶ ὑφ’ αὑτὴν πάσας, εὐλόγως λέγοιντο ἄν αἱ ἐν μέρει καὶ διὰ τῶν καθόλου περαίνεσθαι. λέγοι δ’ ἄν διὰ τοῦ δι’ ὧν δ’ αὖται περαίνονται καὶ περὶ τῶν συμπερασμάτων τῶν λαμβανομένων ἐπὶ ταῖς ἐν μέρει προτάσεσιν· ἐν οἷς γὰρ συλλογισμοῖς ἐπὶ μέρους εἴληπται πρότασις, ἐν τούτοις καὶ τὸ συμπέρασμα ἐν μέρει. τοῦτο δὴ τὸ συμπέρασμα διὰ τῆς καθόλου περαίνεται διὰ τὸ ἀδύνατον εἶναι ἄνευ τῆς καθόλου γενέσθαι συλλογισμάν. τὸ δὲ οὔτε γράφοντες οὔτε ἐρωτῶντες προσέθηκεν, ὅτι ταῦτα καὶ διαλεγόμενοί τινες ποιοῦσι καὶ συγγράφοντες.
Δύναται τὸ ταύτας μὲν προτείνου|σι, δι’ ὧν δ’ αὖται περαίνονται, [*](116r) παραλείπουσιν οὐκ ἐπὶ τῆς μείζονος εἰρῆσθαι προτάσεως ὡς παραλειπομένης, ὅταν αὕτη παραλειφθῇ, ἀλλὰ τοῦτο μὲν παραλελοιπέναι ὡς ἢ μηδ’ ὅλως συλλογιστικοῦ ἔτι τοῦ λόγου γινομένου, ὅταν ἡ μείζων παραλειφθῇ, τῷ τῆς μείζονος τεθείσης δυνάμει πως καὶ τὴν ἐλάττονα εἰλῆφθαι περιεχομένην γε ὑπ’ αὐτῆς, μηκέτι μέ.ντοι ὑπὸ τῆς ἐλάττονος περιέχεσθαι δύνασθαι τὴν μείζονα, διὸ μηδὲ γίνεσθαι συλλογισμὸν ἔτι δύνασθαι μόνης τῆς ἐλάττονος ληφθείσης, ἡ ὡς ὁμοίως ἡμῶν καὶ ταύτην προσληψομένων ὥσπερ καὶ τὴν ἐλάττονα, ἐπεὶ ἐνδεῖ, ὅταν ἐκείνη παραλείπηται. [*](8 παρεῖται a 9 ὁ add. Β: om. a 11 ἐπιφέρει a 12 ἀνάγειν Β: κλέπτην a 13 αὐτοῦ προτιθέναι a 15 τὸ om. a 20 ἡ ex ἢ corr. Β 22 αὐτῇ aB αὑτὴν ex αὐτὴν corr. Β αἱ om. a 23 δ’ alterum om. a 24. 25 ἐπὶ τῖς ἐν μέρει a: ἐν τῖς ἐπὶ μέρους Β 32 αὑτὴ παραληφθῇ a 34 παραληφθῇ a post τῆς fort. μὲν addendum 38 παραλείπεται a)
343
λέγει δὲ νῦν περὶ τῶν συλλογισμῶν, ἐν οἷς αἱ μὲν προσεχεῖς τῷ συμπεράσματι
[*](116r) προτάσεις εἰσὶν εἰλημμέναι ἀμφότεραι, παραλείπονται δὲ αἱ τούτων τῶν προτάσεων δεικτικαί, δῆλον ὅτι δεομένων δείξεως καὶ τούτων. ἢ οὐδὲν ἐκείνων δεῖ πρὸς τὴν ἀνάλυσιν τοῦ κειμένου συλλογισμοῦ· αὐτάρκεις γὰρ αἱ προσεχεῖς πρὸς τὴν ἀναγωγήν· ἄλλαι δέ τινες μάτην εἰσὶ προσκείμεναι καὶ ἐκ περισσοῦ φαντασίαν ἀποστέλλουσαι ὡς τῶν προτάσεων τῶν προσεχῶν οὖσαι δεικτικαί. ὥσπερ δὲ αἱ κατασκευαστικαὶ τῶν προσεχῶν τοῦ προκειμένου προτάσεων παραλείπονται, ἄλλαι δὲ μάτην προστίθενται, οὕτως ἔστιν, ὅτε αἱ μὲν κατασκευαστικαὶ τῶν προτάσεων τῶν προσεχῶν τίθενται, αὗται δὲ παραλείπονται αἱ προσεχεῖς. χρὴ οὖν καὶ ταύτας παραφυλάττειν τὰς ἔξωθεν τῶν προσεχῶν εἰλημμένας, καὶ εἰ μὲν εἶεν τοιαῦται ὡς δι’ αὐτῶν περαίνεσθαί τε καὶ δείκνυσθαι τὰς δύο, ὡς εἶναι ἑκατέραν τῶν προσεχῶν τοῦ δεικνυμένου προτάσεων ἐκείνων συμπεράσματα, κἀκείνας δῆλον ὅτι ὁμοίως ἐκληψόμεθά τε καὶ ἀνάξομεν εἴς τι τῶν σχημάτων. εἰ δὲ μήτε συλλογίζοιντό τι τῶν κειμένων μήτε ἄλλως δεικνύοιέν τι, ὥσπερ δεικνύουσιν αἱ ἐπακτικῶς λαμβανόμεναι εἰς σύστασιν τῆς καθόλου προτάσεως, μήτε ὄγκου ἢ ἄλλου τινὸς χρειώδους χάριν εἶεν οἷον κρύψεως ἢ σαφηνείας, ἀφαιρετέον καὶ ἀποκριτέον αὐτὰς ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ὡς μάτην καὶ κενῶς εἰλημμένας. εἰ δὲ εἶεν ἐκείνων τινὸς χάριν παρακείμεναι, χωριστέον μὲν καὶ τότε τῶν κυρίων τοῦ συμπεράσματος προτάσεων, παραδεικτέον δέ, οὗ χάριν εἰσὶ κείμεναι. δεῖ γὰρ τὸ συμπέρασμα γίνεσθαι, εἰ κατὰ συλλογισμὸν γίνοιτο, “τῷ ταῦτα εἶναι”· τὰ δ’ οὕτως τιθέμενα οὐ τοιαῦτα. ἐν γὰρ τῷ λόγῳ τῷ ‘πᾶν τὸ αὐτοκίνητον ἀεικίνητον, πᾶν τὸ ἀεικίνητον ἀθάνατον’ <τὸ> “τὸ δ’ ἄλλο τι κινοῦν καὶ ὑπ’ ἄλλου κινούμενον παῦλαν κινήσεως παῦλαν ἔχει ζωῆς” οὐδὲν πρὸς τὸ συμπέρασμα τὸ ‘πᾶν τὸ αὐτοκίνητον ἀθάντον’ συντελεῖ, ἀλλ’ εἰσὶν αἱ πρῶται προτάσεις αὐτοῦ συνακτικαί. καθόλου οὖν φησι δεῖν ἐπισκέπτεσθαι ἐν ταῖς ἀναλύσεσι τῶν συλλογισμῶν ταῖς εἰς τὰ σχήματα, τί ἐστι περιέργως καὶ ἔξωθεν εἰλημμένον, καὶ τί τῶν ἀναγκαίων παραλέλειπται, καὶ τὸ μὲν ἀναγκαῖον προσθετέον, τὸ δὲ περιττὸν ἀφαιρετέον, ἕως ἄν ἔλθωμεν καὶ εὕρωμεν ζητοῦντες, τί τίνος χάριν εἴληπται καὶ τί παρείαται, εἰς τὰς δύο προτάσεις τὰς τοῦ συμπεράσματος κυρίας. ἄνευ γὰρ τοῦ ταύτας μὲν λαβεῖν ἀποκρῖναι δὲ καὶ χωρίσαι τὰς περιττὰς οὐκ ἔστιν ἀναγαγεῖν εἰς σχῆμα τοὺς οὕτως ἠρωτημένους λόγους. οἷον ἄν λαβών τις καθόλου πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’ λάβῃ καὶ τὸ ‘πᾶν τὸ καλὸν ἀγαθόν’, λάβῃ δὲ καὶ τὸ ‘πᾶν συμφέρον ἀγαθόν’ ὁμοίως, εἶτ’ ἐπενέγκῃ συμπέρασμα τὸ ‘ἡ ὑγεία ἄρα ἀγαθόν’· ἐν γὰρ τούτῳ τῷ λόγῳ αἱ μὲν ‘πᾶν καλὸν ἀγαθόν’ καὶ ‘πᾶν συμφέρον ἀγαθόν’ περιτταί, παρείαται δὲ ἡ λέγουσα ‘ἡ δὲ ὑγεία οἱκεῖον’· μετὰ γὰρ ταύτης ἡ ‘πᾶν τὸ
[*](6 περιττοῦ a 10 παραφυλάσσειν a 12 ἑκατέρας a 16 μήτε B: εἴτε a 17 ὄγκου . . . σαφηνείας] cf. p. 279 20. 21 παραδεικνυτέον a 22 τῷ ταῦτα εἶναι] c. 1 p. 24 b 20 οὕτω a 23 τὸ prius om. a 24 τὸ addidi τὸ δ’ ἄλλο τι κτλ.] Plat. Phaedr. c. 24 p. 245 c τὰ δ’ a 28 περιεργεία a προσειλημμένον a 30 τί superscr. Β 31 παρεῖται a 32 post ταύτας spatium ca. 6 lit. in B 35 τὸ prius om. a 37 ἀγαθὸν καλὸν a 38 παρεῖται a) 344
οἰκεῖον ἀγαθόν' συνάγει τὸ εἰρημένον συμπέρασμα τὸ ‘ἡ ὑγεία ἀγαθόν’.
[*](116r) κἂν ᾖ δὲ εἰλημμένον τό τε ‘πᾶν τὸ οἰκεῖον κατὰ φύσιν’ καὶ τὸ ‘ πάν τὸ κτὰ φύσιν ἀγαθόν ’ καὶ ἐπὶ ταύταις συμπέρασμα τὸ ‘ἡ ὑγεία ἄρα ἀγαθόν’, τὸ μὲν ἰὴ ὑγεία οἰκεῖον’ ἔσται πάλιν ὁμοίως παρει|αμένον, αἱ δὲ ‘πᾶν τὸ
[*](116v) οἰκεῖον κατὰ φύσιν, πᾶν τὸ κατὰ φύσιν ἀγαθόν’ δεικνύοιεν ἂν τὴν εἰλημμένην πρότασιν τὴν ‘πᾶν τὸ οἰκεῖον ἀγαθόν’.