In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 47a 10)

Πρῶτον μὲν οὖν δεῖ πειρᾶσθαι τὰς δύο προτάσεις ἐκλαμβάνειν τοῦ συλλογισμοῦ· ῥᾷον γὰρ εἰς τὰ μείζω διελεῖν ἢ εἰς ἐλάττω.

Ἐπεὶ πᾶς συλλογισμός, ἄν τε ἀπλοῦς ἄν τε σύνθετος ᾖ, ἐδείχθη ἐκ προσεχῶν δύο προτάσεων γινόμενος καὶ ὅρων τριῶν, φησὶ δεῖν προβληθέντος συλλογισμοῦ πρῶτον τὰς δύο προτάσεις λαμβάνειν, αἵ εἰσι μὲν δῆλον ὅτι ἐκ τριῶν ὅρων, ἀλλὰ ῥᾷον εὑρεῖν τὰ μείζω μόρια τῶν ἐλαττόνων. μείζω δέ ἐστι τὰ συγκείμενα τῶν ἁπλῶν, ἐξ ὧν σύγκειται, ὅπερ αἱ προτάσεις πρὸς τοὺς ὅρους πεπόνθασιν· ἐκ γὰρ τῶν ὅρων σύγκεινται αὗται. |