In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 46a 3)

Ἡ μὲν οὖν μέθοδος κατὰ πάντων ἡ αὐτή.

Ὃ λέγει, τοιοῦτόν ἐστιν· ἡ μὲν πρὸς τὸ συλλογίσασθαι ὁδός τε καὶ μέθοδος ἡ αὐτὴ ἐν πάσαις ἐπιστήμαις τε καὶ τέχναις τῖς διὰ συλλογισμῶν ἀποδεικνυούσαις τι τῶν οἰκείων, εἴ γε ἐκ τῶν εἰρημένων ἐπιβλέψεων πᾶς συλλογισμός. καὶ φιλοσόφῳ δὴ καὶ ἰατρῷ καὶ ῥήτορι καὶ μουσικῷ καὶ [*](3 οἱ Β: καὶ a 6 δὲ καὶ a et Ar.: om. Β (sed cf. vs. 9) 11 ἐνδέχεσθαι Β: ἐνδεχομένου a γίνεται om. a 12 ἐκλέγειν χρὴ a 17 πάντας τοὺς συλλογισμοὺς a 21 αὐτὰς a 22 τε alterum om. a 28 λέγει a 31 μέθοδος aB (n); ὁδὸς Ar. 32 συλλογίζεσθαι a 35 δὴ om. a)

331
παντὶ συλλογιζομένῳ τι ἀναγκαία ἡ προειρημένη μέθοδός τε καὶ ὁδός· [*](111r) διὰ γὰρ ταύτης ἡ τῶν προτάσεων εὕρεσις, καθ’ ἃς ὁ συλλογισμός. πάντας γὰρ τοὺς συλλογιζομένους δεῖ ἐπιβλέπειν εἴς τε τὰ ἑπόμενα τούτοις, περὶ ὧν συλλογίζονται, καὶ εἰς τά, οἷς ἕπεται ταῦτα, καὶ εἰς τὰ μὴ ὑπάρχοντα αὐτοῖς καὶ ταῦτα ὡς ὅτι πλεῖστα ἐκλέγειν καὶ εὐπορεῖν αὐτῶν καὶ ἔχειν πρόχειρα. εἶπε δὲ δεῖ γὰρ τὰ ὑπάρχοντα καὶ ὅσοις ὑπάρχει περὶ ἕκαστον ἑκάτερον] ἀθρεῖν, ἵνα ἐφ’ ἑκατέρου τῶν ὅρων ζητῶμεν ἀμφότερα, καὶ τὰ ἑπόμενα καὶ οἷς αὐτὸς ἕπεται, καὶ μὴ τοῦ μὲν τὰ ἑπόμενα μόνον ἐκλέγωμεν τοῦ δὲ τά, οἷς ἕπεται. τὸ δὲ καὶ ταῦτα διὰ τῶν τριῶν ὅρων σκοπεῖν ἴσον ἐστὶ τῷ ‘καὶ ταῦτα ἐν τοῖς τρισὶν ὅροις, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, συντιθέναι, ἄλλως μὲν | ἀνασκευάζοντα ἄλλως [*](111v) δὲ κατασκευάζοντα’. ὑπέγραψε γάρ, πῶς χρὴ καθ’ ἕκαστον πρόβλημα τὰς προτάσεις λαμβάνειν· οὔτε γὰρ ὁμοίως οὔτε ἐκ τῶν αὐτῶν αἰεί, ἀλλὰ ἄλλοτε μὲν ἐκ τῶν, οἷς ἀμφότερα ἕπεται , ἄλλοτε δὲ τοῦ μέν , οἷς ἕπεται, τοῦ δὲ ἐκ τῶν ἑπομένων αὐτῷ, ἄλλοτε δὲ τοὐ μὲν τὸ μὴ ὑπάρχον ληπτέον τοῦ δὲ τῶν ἑπομένων τι, ποτὲ δὲ τοῦ μὲν τὸ μὴ ὑπάρχον ληπτέον, τοῦ δέ, ᾧ αὐτὸ ἕπεται. δῆλον δέ, ὡς κἂν ἡ διαφορὰ τῶν συλλογισμῶν ἐκ τῆς διαφορᾶς τῶν ἐκλελεγμένων γένοιτο. ἐκ μὲν γὰρ τῶν ἀληθῶν λημμάτων ἀληθεῖς οἱ συλλογισμοὶ μόνον· ἄν δὲ καὶ οἰκεῖα ᾖ καὶ πρῶτα τὰ ἐκλελεγμένα, ἀποδεικτικοί. ἀληθεῖς μὲν οὖν καὶ δεικτικοὶ οἱ ἐκ γένους, ἐκ διαφορᾶς, ἐξ ἰδίου, ἐξ ὁρισμοῦ ἐξ αἰτίου. ἂν δὲ ᾖ διὰ τῶν πρὸς δόξαν, τοῦτ’ ἔστι διὰ τῶν ἐνδόξων, διαλεκτικοί. ἡ δὲ τῶν ἐνδόξων προτάσεων ἐκλογὴ ὁποία τίς ἐστιν, εἴρηται αὐτῷ ἐν τῷ πρώτῳ τῶν τοπικῶν ἐπὶ πλέον, ὡσπεροῦν καὶ ἡ τῶν ἀποδεικτικῶν ἐν τοῖς ‘Υστέροις ἀναλυτικοῖς.