In Aristotelis Analyticorum Priorum Librum I Commentarium
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.
Φανερὸν οὖν ἑκτῶν εἰρημένων οὐ μόνον, ὅτι ἐγχωρεῖ διὰ ταύτης τῆς ὁδοῦ γίνεσθαι πάντας τοὺς συλλογισμούς.
Οὐ μόνον φησὶν ἐνδέχεσθαι τοὺς συλλογισμοὺς πάντας γίνεσθαι κατὰ τὴν εἰρημένην μέθοδον, ἀλλὰ καὶ ἅλλως ἀδύνατον, καὶ δείκνυσι, διὰ τί ἀδύνατον ἅλλως. πᾶς μὲν γὰρ συλλογισμὸς διά τινος τῶν τριῶν σχημάτων γίνεται· αἱ γὰρ λαμβανόμεναι προτάσεις συλλογιστικῶς κατά τι τούτων τῶν σχημάτων λαμβάνονται· τὰ δὲ σχήματα ταῦτα καὶ τὰς κατ’ αὐτὰ συζυγίας οὐχ οἷόν τε ἐξ ἄλλων συνίστασθαι ἢ ἐκ τῶν ἑπομένων τε αὐτοῖς καὶ τῶν, οἷς ἕπεται αὐτά, καὶ τῶν μὴ ὑπαρχόντων αὐτοῖς. ἐκ τούτων γὰρ καὶ ὁ μέσος λαμβάνεται· τὸ μὲν γὰρ καθόλου καταφατικὸν ἐκ τῶν ἑπομένων καὶ οἷς ἕπεται, τὸ δὲ καθόλου ἀποφατικὸν ἐκ τῶν ὑπαρχόντων καὶ μὴ ὑπαρχόντων, τὰ δὲ ἐπὶ μέρους, τό τε καταφατικὸν καὶ τὸ ἀποφατικόν, ἐκ τῶν, οἷς ἕπεται αὐτά· τούτων δὲ ἀλλήλοις συντιθεμένων ὁ μέσος ὅρος ἐδείχθη γινόμενος. οὐκ ἄν λέγοι δὲ ταῦτα περὶ τῶν δι’ ὅλου ὑποθετικῶν, ὅτι μηδὲ κυρίως ἡγεῖται τοὺς τοιούτους εἶναι συλλογισμοὺς οὐδεμιᾶς ὑπάρξεως ὄντας δεικτικοὺς ἀλλὰ ἀκολουθίας μόνον.