[*](p. 45b 19)’Eπισκέψασθαι δὲ δεῖ καὶ διελεῖν, ποσαχῶς οἱ ἐξ ὑποθέσεως. Τοῦτο εἴρηκεν ἤτοι ὡς πάντων τῶν ἐξ ὑποθέσεως ὑποπίπτειν δυναμένων τῇ ἐκκειμένῃ τῶν ὅρων ἐκλογῇ τε καὶ τῇ δι’ αὐτῶν δείξει (εἰ γὰρ ἐπισκέπτοιτό τις καὶ διέλοι, εὑρήσει τοῦτο οὕτως ἔχον · εἰπὼν γὰρ τούς τε “κατὰ μετάληψιν” καὶ τοὺς “κατὰ ποιότητα” δεῖν φησιν ἐπισκέψασθαι καὶ τοὺς ἄλλους τοὺς ἐξ ὑποθέσεως· ἐξ ὑποθέσεως γὰρ καὶ οἱ διαιρετικοί, οἳ [*](17 ante ἀγαθόν add. αἱρετὸν a 22 ὡς addidi 23 ante οὐ add. ἀλλ’ a: eras. 3 lit. Β 27 ἐπὶ] ι in ras. 2 lit. Β2 28 σκέψις a 33 ὑποπίπτειν Β: ἢ τὸ πίπτειν a 34 ἐκκειμένῃ] ἐκ in ras. Β1)
326
καὶ αὐτοὶ ἐν τοῖς “κατὰ μετάληψιν”, ἐξ ὑποθέσεως καὶ οἱ ἐξ ὁμολογίας·
[*](109v) δεῖν οὖν φησι τῶν ἐξ ὑποθέσεως προσεχεστέραν ποιήσασθαι διαίρεσιν), ἢ εἰπών, τίνες τῶν ὑποθετικῶν φανερῶς ὑπάγονται τῇ ἐκκειμένῃ μεθόδῳ οἵ τε γὰρ δι’ ἀδυνάτου καὶ οἱ “κατὰ μετάληψιν”, ὑφ’ οὗς πάντες οἱ λεγόμενοι ἀναπόδεικτοι, καὶ ἔτι οἱ “κατὰ ποιότητα”), λέγει δεῖν ἐπισκέψασθαι καὶ διελεῖν, ποσαχῶς οἱ ἐξ ὑποθέσεως λέγονται· ἐκ γὰρ τῆς διαιρέσεως δῆλον ἔσται, εἴτε πάντας οἷόν τε ὑπάγειν τῇ ἐκκειμένῃ μεθόδῳ οὔσῃ δεικτικῇ εἴτε οὔ. δόξουσι γὰρ οἱ δι’ ὅλων ὑποθετικοί, οὓς Θεόφραστος “κατὰ ἀναλογίαν” λέγει, οἷοί εἰσιν οἱ διὰ τριῶν λεγόμενοι, μηκέτι ὑποπίπτειν τῇ διὰ τῆς ἐκλογῆς δείξει. λέγει δὲ αὐτοὺς ὁ Θεόφραστος “κατὰ ἀναλογίαν”, ἐπειδὴ αἵ τε προτάσεις ἀνάλογον καὶ τὸ συμπέρασμα ταῖς προτάσεσιν· ἐν πᾶσι γὰρ αὐτοῖς ὁμοιότης ἐστίν. ἢ οὐδὲ συλλογισμοὶ κυρίως καὶ ἁπλῶς ἐκεῖνοι, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί· οὐδὲν γὰρ εἶναι ἢ μὴ εἶναι δεικνύουσιν. οἱ μὲν γὰρ προειρημένοι ἐξ ὑποθέσεως καὶ συλλογισμοί· δεικνύουσι γάρ τι ὑπάρχειν ἢ μὴ ὑπάρχειν · οἱ δὲ τοιοῦτοι μηδὲν τοιοῦτον δεικνύοντες οὐκέτι οὐδὲ ἁπλῶς συλλογισμοί. εἰ δὲ οὗτοι οὐδὲ τὴν ἀρχὴν ἀπλῶς συλλογισμοί, πάντες ἂν οἱ κυρίως καὶ ἁπλῶς ὄντες συλλογισμοὶ διὰ τῆς προκειμένης μεθόδου δεικνύοιντο.
Ἀνάγονται μέντοι καὶ οἱ δι’ ὅλων ὑποθετικοὶ εἰς τὰ τρία τὰ προειρημένα σχήματα ἄλλῳ τρόπῳ, ὡς καὶ Θεόφραστος δέδειχεν ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν. ἔστι δὲ δι’ ὅλων ὑποθετικὸς τοιοῦτος· εἰ τὸ Α, τὸ Β, εἰ τὸ Β, τὸ Γ, εἰ ἄρα τὸ Α, τὸ Γ· τούτων γὰρ καὶ τὸ συμπέρασμα ὑποθετικόν· οἷον εἰ ἄνθρωπός ἐστι , ζῷόν ἐστιν, εἰ ζῷόν ἐστιν, οὐσία ἐστίν, εἰ ἄρα ἄνθρωπός ἐστιν, οὐσία ἐστίν. ἐπεὶ τοίνυν δεῖ καὶ ἐν τούτοις μέσον τινὰ ὅρον εἶναι, καθ’ ὃν συνάπτουσιν αἱ προτάσεις ἀλλήλαις ἄλλως γὰρ ἀδύνα|τον καὶ ἐπὶ τούτων συνακτικὴν συζυγίαν γίνεσθαι), οὗτος ὁ μέσος [*](110r) τριχῶς καὶ ἐν ταῖς τοιαύταις συζυγίαις τεθήσεται. ὅταν μὲν γὰρ ἐν ᾗ μὲν τῶν προτάσεων λήγῃ, ἐν ᾗ δὲ ἄρχηται, τὸ πρῶτον ἔσται σχῆμα· οὕτως γὰρ ἕ.ξει, ὡς καὶ ὅτε τοῦ μὲν τῶν ἄκρων κατηγορεῖτο, τῷ δὲ ὑπέκειτο. ἀνάλογον γὰρ τὸ μὲν λήγειν καὶ ἕπεσθαι τῷ κατηγορεῖσθαι, τὸ δὲ ἄρχεσθαι τῷ ὑποκεῖσθαι· ὑπόκειται γάρ πως τῷ ἐπιφερομένῳ αὐτῷ. οὕτως γὰρ ληφθέντος τοὐ μέσου συμπέρασμα ἔσται, ὃ ἄρχεται μέν, ἀφ’ οὗ ἤρχετο καὶ ἡ πρώτη πρότασις, λήγει δέ, εἰς ὃ ἔληγεν ἡ δευτέρα, τὴν μὲν τοῦ κατηγορουμένου χώραν ἐν τῷ συμπεράσματι τοῦ ἑπομένου λαμβάνοντος τὴν δὲ τοῦ ὑποκειμένου τοῦ ἠγομένου· οἷον εἰ τὸ Α, τὸ Β, εἰ τὸ Β, τὸ Γ, εἰ ἄρα τὸ Α, τὸ Γ. δύναται ἐπὶ τῇ τοιαύτῃ συζυγίᾳ καὶ ἀνάπαλιν ληφθῆναι τὸ συμπέρασμα ὥστε μὴ ἑπόμενον εἶναι ἀλλ’ ἡγούμενον, οὐ μὴν ἁπλῶς [*](2 ποιεῖσθαι a 7 inter εἴ et τε ras. in B 8 Θεόφραστος] fr. 63 e Wimmeri 11 ἀνάλογον Β: ἀνάλογοι a post συμπέρασμα expunxit καὶ Β 23 τὸ (ante (??) prius) Β: τῷ a τὸ (ante (??) utrumque) B: τῷ a 26 μέσον scripsi: μέσου aB 29 ἄρχεται a 30 κατηγοροῖτο a 31 τὸ Β: τὰ a 32 τὸ Β: τῷ a 33 μέν om. a 36 τὸ (ante (??) prius) Β: τῷ a τῷ (??) a)
327
ἀλλὰ σὺν ἀντιθέσει· συναχθέντος γὰρ τοῦ ‘εἰ τὸ Α, τὸ Γ’ συνάγεται καὶ
[*](110r) τὸ ἱεῖ μὴ τὸ Γ, οὐ τὸ Α’. εἰ δὲ ἀπὸ διαφόρων ἀρχόμεναι αἱ ὑποθετικαὶ προτάσεις λήγοιεν εἰς ταὐτό, ἔσται τὸ τοιοῦτον σχῆμα δεύτερον ἀνάλογον ὂν τῷ ἐν τοῖς κατηγορικοῖς δευτέρῳ, ἐν οἷς ὁ μέσος ὅρος ἀμφοτέρων τῶν ἄκρων κατηγορεῖτο· ἐπεὶ γὰρ ἐν τοῖς ὑποθετικοῖς τὸ ἑπόμενον κατηγορουμένου χώραν ἔχει, ὅταν ἐν ταῖς δύο προτάσεσι ταὐτὸν ἑπόμενον λαμβάνηται, τὸ δεύτερον ἔσται σχῆμα. συλλογιστικὴ δὲ ἡ συζυγία. ἄν ἀντικειμένως ἑπόμενον ἑκατέρῳ τῶν ἡγουμένων λαμβάνηται, οἷον εἰ τὸ A, τὸ Γ, εἰ τὸ Β, οὐ τὸ Γ· τὸ γὰρ Γ μέσος ὢν ὅρος ἀντικειμένως εἴληπται ἑπόμενος τοῖς ἡγουμένοις, τῷ τε Α καὶ τῷ Β. διὸ καὶ συναχθήσεται οὕτως ληφθέντων τὸ ἱεῖ θάτερον τῶν ἀρχομένων, οὐ θάτερον’· εἰ γὰρ τὸ A, τὸ Γ, εἰ τὸ Γ, οὐ τὸ Β, εἰ ἄρα τὸ Α, οὐ τὸ Β, οἷον εἰ ἄνθρωπος, ζῷον, εἰ λίθος, οὐ ζῷον, εἰ ἄρα ἄνθρωπος, οὐ λίθος. εἰ δέ γε ἀπὸ τοῦ αὐτοῦ ἀρχόμεναι αἱ προτάσεις λήγοιεν εἰς ἕτερα, ἔσται ἀνάλογον τοῦτο τὸ σχῆμα τῷ τρίτῳ· τὸ γὰρ ἡγούμενον ὑποκειμένου χώραν ἔχον ἐν ἀμφοτέραις ταῖς προτάσεσι ταὐτόν ἐστιν. ὅταν δὴ ἀντικειμένως τοῦτο ληφθῇ, συνακτικὸν ἔσται, οἷον εἰ τὸ Α, τὸ Β, εἰ οὐ τὸ Α, τὸ Γ· συναχθήσεται γάρ, εἰ μὴ θάτερον τῶν ληγόντων, θάτερον· εἰ γὰρ οὐ τὸ Β, τὸ Γ, ἢ εἰ οὐ τὸ Γ, τὸ Β, οἷον εἰ ἄνθρωπος, λογικόν, εἰ μὴ ἄνθρωπος, ἄλογον, εἰ μὴ λογικὸν ἄρα, ἄλογον. ταύτῃ τε οὖν ὅμοιαι αἱ ἐν τούτοις συμπλοκαὶ ταῖς ἐν τοῖς κατηγορικοῖς σχήμασιν οὖσαι εἰκότως ἄν εἰς ἐκείνας ἀνάγοιντο, καὶ ἔτι ἡ γένεσις ὥσπερ ἐν τοῖς κατηγορικοῖς τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι ἀπὸ τῶν ἀντιστροφῶν τῶν ἐν τῷ πρώτῳ προτάσεων, οὕτως δὲ καὶ ἐν τούτοις· τῆς μὲν γὰρ μείζονος ἀντιστραφείσης ἐν πρώτῳ σχήματι προτάσεως τὸ δεύτερον ἐγένετο σχῆμα, τῆς δὲ ἐλάττονος τὸ τρίτον. ἔστι δὲ τοῖς ὑποθετικοῖς μείζων μὲν ἡ δευτέρα, ἐν ᾗ ἡγεῖται ὁ μέσος, ἐλάττων δὲ ἡ πρώτη, ἐν ᾗ ἕπεται ὁ μέσος· οἷον ἡ μὲν ‘εἰ τὸ Α, τὸ Β’ πρώτη τε καὶ ἐλάττων, ἡ δὲ ἱεῖ τὸ Β, τὸ Γ’ δευτέρα τε καὶ μείζων. τῆς μὲν οὗν ‘εἰ τὸ Β, τὸ Γ’ ἀντιστραφείσης ἔσται ἐν ἀμφοτέραις τὸ Β ἑπόμενον καὶ τὴν χώραν λαμβάνον τοῦ κατηγορουμένου, ὃ ἰήιον τοῦ δευτέρου σχήματος· τῆς ·δὲ πρώτης <τῆς> ‘εἰ τὸ Α, τὸ Β’ ἀντιστραφείσης ἔσται πάλιν ἡγούμενον ἐν ταῖς προτάσεσι τὸ Β, ὃ χώραν ὑποκειμένου ἔχον ποιεῖ τὸ τρίτον σχῆμα. παραπλησίως δὲ καὶ αἱ ἀναλύσεις τῶν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι ἐς τὸ πρῶτον ἔσονται σχῆμα, ἐξ οὗ καὶ αἱ γενέσεις αὐτοῖς, ὥσπερ καὶ ἐπὶ τῶν κατηγορικῶν. οὗτοι μὲν οὖν οἱ ἁπλοῖ τε καὶ πρῶτοι ὑποθετικοὶ
[*](1 εἰ Β: καὶ a 2 οὐ Β: οὐδὲ a 5 κατηγοροῖτο a 6 ἔχει ex ἔχοι (?) corr. Β: ἔχουσιν a ἐν om. a 7 δεύτερον (quod iam Prantl coniecerat Ι 381,61) Β: πρῶτον a ἐὰν a 10 συνάγεται a 11 (??) Prantl I.e.: (??) aB 17 τὸ ā (post ou) B: to p a (??) in ras. B 20 αἱ post τούτοις transponit a 21 οὖσι a: οὔσαις Β ἀνήγοντο a 22 ὥσπερ ἐν Β: ἐπὶ a 23 ἐν τούτοις Β: ἐπὶ τούτοις τοῖς σχήμασι a 24 δεύτερον Β: πρῶτον a 26 ἡγεῖται Β: ἕπεται a 27 ἡ prius in ras. Β 28 δευτέρα . . . τὸ (??) om. a 29 ἀμφοτέροις a 29. 30 λαμβάνων· a 30 δευτέρου Β: πρώτου a 31 τῆς a: om. B εἰς a) 328
δι’ ὅλων λεγόμενοι. ἐκ τούτων δὲ καὶ οἱ σύνθετοι πάντες τὴν σύστασιν
[*](110r) ἔχοντες δειχθήσονται. Θεόφραστος μέντοι ἐν τῷ προτέρῳ τῶν Ἀναλυτικῶν δεύτερον σχῆμ λέγει ἐν τοῖς δι’ ὅλων ὑποθετικοῖς εἶναι, ἐν ᾧ ἀρχόμεναι ἀπὸ τοῦ αὐτοῦ αἱ προτάσεις λήγουσιν εἰς ἕτερα, τρίτον δέ, ἐν ᾧ ἀπὸ διαφόρων ἀρχόμεναι λήγουσιν εἰς ταὐτόν. ἀνάπαλιν δ’ ἡμεῖς ἐξεθέμεθα. ἀλλὰ | περὶ μὲν τούτων ἰδίᾳ καιρὸς ἄν εἴη λέγειν. νῦν δ’ ἐπανιτέον ἑπὶ 110v τὴν τῆς λέξεως ἐξήγησιν.